Τὸ γὰρ, Ἐάν τίς σε ῥαπίσῃ ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, αὐτὸς ἐποίησεν, ὅταν αὐτὸν ἐῤῥάπισεν ὁ δοῦλος τοῦ ἀρχιερέως. Οὐ γὰρ ἠμύνατο αὐτὸν, ἀλλὰ τοσαύτην ἐπιείκειαν ἐπεδείξατο, ὡς εἰπεῖν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Εἶδες πραότητα φρίκης γέμουσαν; εἶδες ταπεινοφροσύνην ἔκπληξιν ἔχουσαν; Ἐτύπτετο, οὐ παρ᾽ ἐλευθέρου τινὸς, ἀλλὰ παρ᾽ οἰκέτου, μαστιγίου, καὶ οἰκοτρίβου, καὶ μετὰ τοσαύτης ἀποκρίνεται τῆς ἐπιεικείας ταῦτα. Οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ τοῖς Ἰουδαίοις ἔλεγε· Λαός μου, τί ἐποίησά σοι; ἢ τί σε ἐλύπησα; ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητι. Ὥσπερ αὐτός φησι, Μαρτύρησον περὶ τοῦ κακοῦ, οὕτω καὶ ὁ Πατὴρ αὐτοῦ, Ἀποκρίθητί μοι· καὶ ὥσπερ αὐτός φησι, Τί με δέρεις, οὕτω καὶ ὁ Πατὴρ, Τί ἐλύπησά σε, ἢ τί παρηνόχλησα; Πάλιν ἀκτημοσύνην παιδεύων, ὅρα πῶς διὰ τῶν ἔργων αὐτὴν ἐπιδείκνυται λέγων· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Εἶδες ἀκτημοσύνης ἐπίτασιν; Οὐ τράπεζα ἦν αὐτῷ, οὐ λυχνία, οὐκ οἶκος, οὐ δίφρος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Ἐδίδασκε περὶ τοῦ κακῶς ἀκούοντας φέρειν γενναίως, ὅπερ διὰ τῶν ἔργων ἐπεδείξατο.