Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς προκοπῆς τοῦ εὐαγγελίου

Ἰωάννης ὁ Χρυσόστομος

Ο Απόστολος Παύλος και η μέριμνα για τις Εκκλησίες

Ερμηνεία του αποστολικού λόγου, εξέταση των συνθηκών φυλάκισης του Αποστόλου Παύλου από τον Νέρωνα, η οικουμενική του ποιμαντική μέριμνα και ο άρρηκτος σύνδεσμος αγάπης με τους μαθητές του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

γʹ. Ἀλλὰ τὰ μὲν περὶ ταπεινοφροσύνης ἱκανῶς εἴρηται, οὐ πρὸς τὴν ἀξίαν τοῦ κατορθώματος· οὐδεὶς γὰρ αὐτὴν κατ᾽ ἀξίαν ὑμνῆσαι δυνήσεται· ἀλλὰ πρὸς τὴν σύνεσιν τῆς ὑμετέρας ἀγάπης. Εὖ γὰρ οἶδ᾽ ὅτι καὶ ἀπὸ ὀλίγων τῶν εἰρημένων μετὰ πολλῆς αὐτὴν ἐπισπάσεσθε τῆς σπουδῆς. Ἐπειδὴ δὲ ἀνάγκη καὶ τὴν ἀποστολικὴν ῥῆσιν τὴν σήμερον ἀναγνωσθεῖσαν, πολλοῖς δοκοῦσαν παρέχειν ῥᾳθυμίας πρόφασιν, ποιῆσαι φανερὰν καὶ δήλην, ὥστε μὴ ψυχράν τινα ἀπολογίαν ἐντεῦθέν τινας ποριζομένους τῆς οἰκείας ἀμελεῖν σωτηρίας, φέρε, ἐπὶ ταύτην τὸν λόγον ἀγάγωμεν. Τίς οὖν ἐστιν ἡ ῥῆσις; Εἶτε προφάσει, φησὶν, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Τοῦτο πολλοὶ περιφέρουσιν ἁπλῶς καὶ ὡς ἔτυχεν, οὐ τὰ πρότερα, οὐ τὰ μετὰ ταῦτα ἀναγινώσκοντες· ἀλλὰ τῆς ἀκολουθίας τῶν λοιπῶν ἀποκόψαντες μελῶν ἐπ᾽ ὀλέθρῳ τῆς ἑαυτῶν ψυχῆς τοῖς ῥᾳθυμοτέροις προβάλλονται. Ἐπιχειροῦντες γὰρ αὐτοὺς τῆς ὑγιοῦς ἀπάγειν πίστεως, εἶτα ὁρῶντες δεδοικότας καὶ τρέμοντας, ὡς οὐκ ἀκίνδυνον ὂν τοῦτο ποιεῖν, καὶ βουλόμενοι τὸν φόβον αὐτῶν ἐκλῦσαι, τὴν ἀποστολικὴν ταύτην παράγουσιν ῥῆσιν, λέγοντες· Ὁ Παῦλος συνεχώρησε τοῦτο, εἰπών· Εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγελλέσθω.

Ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Πρῶτον μὲν γὰρ οὐκ εἴρηκε, καταγγελλέσθω, ἀλλὰ, καταγγέλλεται· πολὺ δὲ τὸ μέσον τούτου κἀκείνου. Τὸ μὲν γὰρ εἰπεῖν, καταγγελλέσθω, νομοθετοῦντός ἐστι· τὸ δὲ εἰπεῖν, καταγγέλλεται, τὸ συμβαῖνον ἀπαγγέλλοντος.

Ὅτι δὲ οὐ νομοθετεῖ Παῦλος αἱρέσεις εἶναι, ἀλλὰ ἀπάγει πάντας τοὺς αὐτῷ προσέχοντας, ἄκουσον τί φησιν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω, κἂν ἐγὼ, κἂν ἄγγελος ἐξ οὐρανῶν. Οὐκ ἂν δὲ ἀνεθεμάτισε καὶ ἑαυτὸν καὶ ἄγγελον, εἰ τὸ πρᾶγμα ἀκίνδυνον ᾔδει. Καὶ πάλιν, Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, φησίν· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν. Φοβοῦμαι δὲ μήποτε ὡς ὁ ὄφις Εὔαν ἠπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Ἰδοὺ καὶ ἁπλότητα τέθεικε, καὶ συγγνώμην οὐκ ἔδωκεν. Εἰ γὰρ ἦν συγγνώμη, κίνδυνος οὐκ ἦν· εἰ δὲ κίνδυνος οὐκ ἦν, οὐκ ἂν ἐφοβήθη Παῦλος· καὶ οὐχ ὁ Χριστὸς δὲ τὰ ζιζάνια κἂν ἐκέλευσε κατακαῆναι, εἰ πρᾶγμα ἀδιάφορον ἦν καὶ τούτῳ, κἀκείνῳ, καὶ ἑτέρῳ προσέχειν, καὶ πᾶσιν ἁπλῶς.

δʹ. Τί ποτ᾽ οὖν ἐστι τὸ λεγόμενον; Μικρὸν ἄνωθεν ὑμῖν τὴν ἱστορίαν ἅπασαν διηγήσασθαι βούλομαι· δεῖ γὰρ εἰδέναι ἐν τίσιν ὁ Παῦλος ἦν, ἡνίκα ταῦτα ἐπέστελλεν. Ἐν τίσι τοίνυν ἦν τότε; Ἐν δεσμωτηρίῳ καὶ ἁλύσεσι καὶ κινδύνοις ἀφορήτοις. Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῆς τῆς ἐπιστολῆς. Ἀνωτέρω γὰρ τούτου φησί· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς ἅπασι· καὶ τοὺς πλείονας δὲ τῶν ἀδελφῶν πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾷν ἀφόβως τὸν λόγον λαλεῖν. Νέρων δὲ ἦν αὐτὸν ἐμβεβληκὼς τότε τῷ δεσμωτηρίῳ.

Καθάπερ γάρ τις λῃστὴς τῆς οἰκίας ἐπιβὰς, καθευδόντων ἁπάντων, τὰ πάντα ὑφαιρούμενος, ἐπειδὰν ἴδῃ τινὰ λύχνον ἅψαντα, καὶ τὸ φῶς σβέννυσι, καὶ τὸν λυχνοῦχον ἀναιρεῖ, ἵνα μετὰ ἀδείας αὐτῷ τὰ τῶν ἄλλων ὑφαιρεῖσθαι καὶ ἁρπάζειν ἐξῇ· οὕτω δὴ καὶ Νέρων ὁ Καῖσαρ τότε, ὥσπερ τις λῃστὴς καὶ τοιχωρύχος, καθευδόντων ἁπάντων βαθύν τινα καὶ ἀναίσθητον ὕπνον, τὰ πάντων ἁρπάζων, γάμους διορύττων, οἰκίας ἀνατρέπων, ἅπαν κακίας εἶδος ἐπιδεικνύμενος, ἐπειδὴ τὸν Παῦλον εἶδε λύχνον ἅψαντα κατὰ τὴν οἰκουμένην, τὸν τῆς διδασκαλίας λόγον, καὶ ἐλέγχοντα αὐτοῦ τὴν πονηρίαν, ἐσπούδαζε καὶ τὸ κήρυγμα σβέσαι, καὶ τὸν διδάσκαλον ἀνελεῖν, ἵνα μετ᾽ ἐξουσίας αὐτῷ πάντα ποιεῖν ἐξῇ, καὶ δήσας τὸν ἅγιον ἐκεῖνον ἐνέβαλεν εἰς δεσμωτήριον.

Τότε τοίνυν ταῦτα ἔγραφεν ὁ μακάριος Παῦλος. Τίς οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειε; μᾶλλον δὲ τίς κατ᾽ ἀξίαν ἐκπλαγείη καὶ θαυμάσειεν ἂν τὴν γενναίαν ἐκείνην καὶ οὐρανομήκη ψυχὴν, ὅτι δεδεμένος ἐν Ῥώμῃ καὶ καθειργμένος, ἀπὸ τοσούτου διαστήματος Φιλιππησίοις ἐπέστελλεν; Ἴστε γὰρ ὅσον τὸ μέσον Μακεδονίας καὶ Ῥώμης. Ἀλλ᾽ οὔτε τῆς ὁδοῦ τὸ μῆκος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν πραγμάτων ὄχλος, οὔτε ὁ κίνδυνος καὶ τὰ ἐπάλληλα δεινὰ, οὔτε ἄλλο οὐδὲν τὴν ἀγάπην καὶ τὴν μνήμην ἐξέβαλε τῶν μαθητῶν, ἀλλ᾽ εἶχεν αὐτοὺς ἅπαντας ἐν διανοίᾳ· καὶ οὐχ οὕτως αὐτῷ ταῖς ἁλύσεσιν αἱ χεῖρες ἐδέδεντο, ὡς τῷ πόθῳ τῶν μαθητῶν ἡ ψυχὴ συνεδέδετο καὶ προσήλωτο· ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἐν τῷ προοιμίῳ τῆς ἐπιστολῆς ἔλεγε· Διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ μου ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου.

Καὶ καθάπερ βασιλεὺς ἐπὶ τὸν θρόνον ἀναβὰς ὑπὸ τὴν ἕω καὶ καθίσας ἐν ταῖς βασιλικαῖς αὐλαῖς, μυρίας εὐθέως δέχεται πανταχόθεν ἐπιστολάς· οὕτω δὴ κἀκεῖνος, καθάπερ ἐν βασιλικαῖς αὐλαῖς τῷ δεσμωτηρίῳ καθήμενος, πολλῷ πλείω καὶ ἐδέχετο καὶ ἔπεμπε τὰ γράμματα, τῶν πανταχόθεν ἐθνῶν ἐπὶ τὴν ἐκείνου σοφίαν ὑπὲρ τῶν καθ᾽ ἑαυτοὺς πραγμάτων ἀναφερόντων ἅπαντα· καὶ τοσούτῳ πλείονα πράγματα τοῦ βασιλεύοντος ᾠκονόμει, ὅσῳ καὶ μείζονα ἀρχὴν ἐμπεπίστευτο.

Οὐ γὰρ δὴ τοὺς τὴν Ῥωμαίων οἰκοῦντας χώραν μόνον, ἀλλὰ καὶ τοὺς βαρβάρους ἅπαντας, καὶ γῆν καὶ θάλατταν φέρων εἰς τὰς ἐκείνου χεῖρας ἐνέθηκεν ὁ Θεός. Καὶ τοῦτο δηλῶν Ῥωμαίοις ἔλεγεν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις ἐλθεῖν προεθέμην πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν· Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. Καθ᾽ ἑκάστην τοίνυν ἐφρόντιζε τὴν ἡμέραν, τοῦτο δὴ Κορινθίοις, τοῦτο δὴ Μακεδόσι, πῶς Φιλιππήσιοι, πῶς Καππαδόκαι, πῶς Γαλάται, πῶς Ἀθηναῖοι, πῶς οἱ τὸν Πόντον οἰκοῦντες, πῶς ἅπαντες ἄνθρωποι. Ἀλλ᾽ ὅμως τὴν γῆν ἅπασαν ἐγκεχειρισμένος οὐχ ὑπὲρ ἐθνῶν ὁλοκλήρων ἐμερίμνα μόνον, ἀλλὰ καὶ ὑπὲρ ἑνὸς ἀνθρώπου· καὶ νῦν μὲν δι᾽ Ὀνήσιμον τὴν ἐπιστολὴν ἔπεμπε, νῦν δὲ διὰ τὸν παρὰ Κορινθίοις πεπορνευκότα. Οὐδὲ γὰρ τοῦτο ἐσκόπει, ὅτι εἷς ἦν ὁ ἁμαρτὼν, καὶ δεόμενος προστασίας· ἀλλ᾽ ὅτι ἄνθρωπος ἦν, ἄνθρωπος τὸ τῷ Θεῷ τιμιώτατον ζῶον, καὶ δι᾽ ὃν οὐδὲ τοῦ Μονογενοῦς ὁ Πατὴρ ἐφείσατο.

εʹ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι Δραπέτης ὁ δεῖνα, καὶ λῃστὴς καὶ κλέπτης, καὶ μυρίων γέμων κακῶν, ἢ ὅτι πτωχὸς καὶ ἀπεῤῥιμμένος, καὶ εὐτελὴς, καὶ οὐδενὸς ἄξιος λόγου· ἀλλ᾽ ἐννόησον ὅτι καὶ ὑπὲρ τούτου Χριστὸς ἀπέθανε, καὶ ἀρκεῖ σοι τοῦτο εἰς πάσης προνοίας ὑπόθεσιν. Ἐννόησον ὁποῖόν τινα ἐκεῖνον εἶναι χρὴ, ὃν τοσούτου Χριστὸς ἐτιμήσατο, ὡς μηδὲ τοῦ αἵματος φείσασθαι τοῦ ἑαυτοῦ. Οὐδὲ γὰρ, εἰ βασιλεὺς ὑπέρ τινος εἵλετο καταθῦσαι ἑαυτὸν, ἐζητήσαμεν ἂν ἑτέραν ἀπόδειξιν τοῦ μέγαν τινὰ εἶναι καὶ περισπούδαστον ἐκεῖνον τῷ βασιλεῖ, οὐκ ἔγωγε οἶμαι· ἤρκει γὰρ ἡ τελευτὴ δεῖξαι τοῦ τετελευτηκότος τὴν περὶ αὐτὸν ἀγάπην. Νυνὶ δὲ οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, ἀλλ᾽ αὐτὸς ὁ τῶν οὐρανῶν Δεσπότης, αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ σάρκα περιβαλόμενος ἐπέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν. Οὐ πάντα οὖν ποιήσομεν καὶ πραγματευσόμεθα, ὥστε τοὺς οὕτω τιμηθέντας ἀνθρώπους πάσης ἀπολαῦσαι παρ᾽ ἡμῶν προνοίας; Καὶ ποίαν ἕξομεν ἀπολογίαν; τίνα συγγνώμην; Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος ἐνδεικνύμενος ἔλεγε· Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, δι᾽ ὃν Χριστὸς ἀπέθανε. Τοὺς γὰρ καταφρονοῦντας τῶν ἀδελφῶν, καὶ ὡς ἀσθενούντων ὑπερορῶντας βουλόμενος ἐντρέψαι καὶ εἰς σπουδὴν ἀγαγεῖν καὶ πεῖσαι κήδεσθαι τῶν πλησίον, ἀντὶ πάντων τὸν τοῦ Δεσπότου θάνατον τέθεικε.

Καθήμενος τοίνυν ἐν τῷ δεσμωτηρίῳ τοῖς Φιλιππησίοις ἐπέστελλεν ἐκ τοσούτου τοῦ διαστήματος. Τοιαύτη γὰρ ἡ κατὰ Θεὸν ἀγάπη· οὐδενὶ τῶν ἀνθρωπίνων διακόπτεται, ἄνωθεν ἔχουσα τὰς ῥίζας ἐκ τῶν οὐρανῶν καὶ τὰς ἀμοιβάς.

Καὶ τί φησι; Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί. Εἶδες πρόνοιαν ὑπὲρ μαθητῶν; εἶδες διδασκάλου κηδεμονίαν; Ἄκουσον καὶ φιλοστοργίαν μαθητῶν περὶ τὸν διδάσκαλον, ἵνα ἴδῃς ὅτι τοῦτο ἦν τὸ ποιοῦν ἰσχυροὺς ἐκείνους καὶ ἀκαταγωνίστους, τὸ συνδεδέσθαι ἀλλήλοις. Εἰ γὰρ Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρὰ, πολλῷ μᾶλλον τοσοῦτοι συνδεδεμένοι τοῖς τῆς ἀγάπης δεσμοῖς, πᾶσαν ἂν ἀπεκρούσαντο τὴν τοῦ πονηροῦ δαίμονος ἐπιβουλήν.

Ὅτι μὲν οὖν ὁ Παῦλος συνεδέδετο τοῖς μαθηταῖς, οὐδὲ ἀποδείξεως δεῖ λοιπὸν ἡμῖν, οὐδὲ λόγου, ὅπου γε καὶ δεδεμένος αὐτῶν ἐμερίμνα, καὶ καθ᾽ ἑκάστην ἡμέραν καὶ ὑπὲρ αὐτῶν ἀπέθνησκε τῷ πόθῳ πυρούμενος. ϛʹ. Ὅτι δὲ καὶ οἱ μαθηταὶ τῷ Παύλῳ συνδεδεμένοι μετὰ ἀκριβείας ἦσαν ἁπάσης, καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, ἄκουσον τί φησι περὶ τῆς Φοίβης· Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρέαις, ἵνα προσδέξησθε αὐτὴν ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ, ἐν ᾧ ἂν ὑμῶν πράγματι χρῄζῃ, ἥτις προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ. Ἀλλ᾽ ἐνταῦθα μὲν μέχρι προστασίας ἐμαρτύρησεν αὐτῇ τὴν σπουδήν· Πρίσκιλλα δὲ καὶ Ἀκύλας καὶ μέχρι θανάτου διὰ τὸν Παῦλον ἐχώρησαν, καὶ περὶ αὐτῶν δὲ οὕτω γράφει λέγων· Ἀσπάζονται ὑμᾶς Ἀκύλας καὶ Πρίσκιλλα, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, εἰς θάνατον δηλονότι. Καὶ περὶ ἑτέρου πάλιν αὐτοῖς τούτοις γράφων, φησίν· Ὅτι ἤγγισεν ἕως θανάτου, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα τὸ ὑμῶν ὑστέρημα ἀναπληρώσῃ τῆς πρός με λειτουργίας.

Εἶδες πῶς ἐφίλουν τὸν διδάσκαλον; πῶς πρὸ τῆς ψυχῆς τῆς ἑαυτῶν τὴν ἄνεσιν ἐσκόπουν τὴν ἐκείνου; Διὰ τοῦτο οὐδεὶς αὐτῶν περιεγένετο τότε. Ταῦτα δὲ λέγω, οὐχ ἵνα ἀκούωμεν μόνον, ἀλλὰ ἵνα καὶ μιμώμεθα· καὶ οὐ πρὸς τοὺς ἀρχομένους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἄρχοντας ἡμῖν ὁ λόγος ἀποτείνεται, ἵνα καὶ οἱ μαθηταὶ πολλὴν περὶ τοὺς διδασκάλους κηδεμονίαν ἐπιδεικνύωνται, καὶ οἱ διδάσκαλοι τὴν αὐτὴν τῷ Παύλῳ φιλοστοργίαν περὶ τοὺς ὑποταττομένους ἔχωσιν, οὐχὶ τοὺς παρόντας μόνον, ἀλλὰ καὶ τοὺς πόῤῥωθεν ὄντας. Καὶ γὰρ ὁ Παῦλος καθάπερ μίαν οἰκῶν οἰκίαν τὴν οἰκουμένην ἅπασαν, οὕτω τῆς πάντων ἐφρόντιζε σωτηρίας, καὶ τὰ αὐτοῦ πάντα ἀφεὶς δεσμὰ καὶ θλίψεις καὶ πληγὰς καὶ στενοχωρίας, ἐπεσκόπει καὶ ἐπυνθάνετο καθ᾽ ἑκάστην ἡμέραν, πῶς τὰ τῶν μαθητῶν ἔχοι· καὶ πολλάκις δι᾽ αὐτὸ τοῦτο μόνον ἔπεμψε, νῦν μὲν Τιμόθεον, νῦν δὲ Τυχικόν· καὶ περὶ μὲν ἐκείνου φησίν· Ἵνα γνῷ τὰ περὶ ὑμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν· περὶ δὲ Τιμοθέου· Ἔπεμψα αὐτὸν πρὸς ὑμᾶς μηκέτι στέγων, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων· καὶ Τίτον πάλιν ἀλλαχοῦ, καὶ ἄλλον ἑτέρωσε. Ἐπειδὴ γὰρ αὐτὸς τῇ τῶν δεσμῶν ἀνάγκῃ πολλάκις ἐν ἑνὶ κατεχόμενος τόπῳ συγγενέσθαι τοῖς αὐτοῦ σπλάγχνοις οὐκ ἠδύνατο, διὰ τῶν μαθητῶν αὐτοῖς συνεγένετο.