Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς προκοπῆς τοῦ εὐαγγελίου

Ἰωάννης ὁ Χρυσόστομος

Η δύναμη της αδιάλειπτης προσευχής και η Χαναναία

Προτροπή σε συνεχή, προσωπική και θερμή προσευχή, με επίκεντρο το παράδειγμα της πίστης και της επιμονής της Χαναναίας απέναντι στη θεία αναβολή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ταῦτα τοίνυν μετὰ ἀκριβείας ἅπαντα μνημονεύετε, ἵνα τοὺς ἁπλῶς καὶ ὡς ἔτυχε ταῖς Γραφαῖς κεχρημένους καὶ ἐπ᾽ ὀλέθρῳ τῶν πλησίον, μετὰ πάσης σοφίας δύνησθε διορθοῦν. Δυνησόμεθα δὲ καὶ μεμνῆσθαι τῶν εἰρημένων, καὶ ἑτέρους διορθοῦν, ἂν εἰς εὐχὰς ἀεὶ καταφεύγωμεν, καὶ παρακαλῶμεν τὸν Θεὸν τὸν διδόντα λόγον σοφίας, δοῦναι καὶ σύνεσιν ἀκροάσεως, καὶ φυλακὴν τῆς πνευματικῆς ταύτης παρακαταθήκης ἀκριβῆ καὶ ἀχείρωτον. Ἃ γὰρ οὐκ ἰσχύομεν πολλάκις ἐξ οἰκείας κατορθῶσαι σπουδῆς, ταῦτα δυνησόμεθα ἀνύσαι εὐμαρῶς δι᾽ εὐχῶν, εὐχῶν δὲ λέγω τῶν διηνεκῶν. Ἀεὶ γὰρ καὶ ἀδιαλείπτως εὔχεσθαι χρὴ, καὶ τὸν ἐν θλίψει, καὶ τὸν ἐν ἀνέσει, καὶ τὸν ἐν δεινοῖς, καὶ τὸν ἐν ἀγαθοῖς ὄντα· τὸν μὲν ἐν ἀνέσει καὶ πολλοῖς ἀγαθοῖς, ἵνα ἀκίνητα καὶ ἀμετάβλητα ταῦτα μένῃ καὶ μηδέποτε μεταπέσῃ· τὸν δὲ ἐν θλίψει καὶ πολλοῖς τοῖς δεινοῖς, ἵνα τινὰ χρηστὴν αὐτῷ ἴδῃ γενομένην μεταβολὴν, καὶ εἰς γαλήνην παρηγορίας μεταβληθῇ.

Ἐν γαλήνῃ εἶ; Οὐκοῦν παρακάλει τὸν Θεὸν βεβαίαν σοι μένειν τὴν γαλήνην ταύτην. Χειμῶνα εἶδες ἐπαναστάντα; Παρακάλει ἐκτενῶς τὸν Θεὸν παρενέγκαι τὸ κλυδώνιον, καὶ γαλήνην ἀπὸ χειμῶνος ποιῆσαι. Ἠκούσθης; Ἐπὶ τούτῳ εὐχαρίστησον, ἐπειδὴ ἠκούσθης.

Οὐκ ἠκούσθης; Παράμεινον, ἵνα ἀκουσθῇς. Κἂν γὰρ ἀναβάληταί ποτε τὴν δόσιν ὁ Θεὸς, οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ τῇ μελλήσει τῆς δόσεως διηνεκῶς σε παρ᾽ ἑαυτῷ κατέχειν βουλόμενος, καθάπερ καὶ πατέρες φιλόστοργοι ποιοῦσι· καὶ γὰρ ἐκεῖνοι τῶν ῥᾳθυμοτέρων παίδων τὴν διηνεκῆ προσεδρείαν τῇ τῆς δόσεως ἀναβολῇ σοφίζονται. Οὐ χρεία σοι μεσιτῶν ἐπὶ τοῦ Θεοῦ, οὐδὲ πολλῆς τῆς περιδρομῆς, καὶ τοῦ κολακεῦσαι ἑτέρους· ἀλλὰ κἂν ἔρημος ᾖς, κἂν ἀπροστάτευτος, αὐτὸς διὰ σαυτοῦ παρακαλέσας τὸν Θεὸν ἐπιτεύξῃ πάντως. Οὐχ οὕτω δι᾽ ἑτέρων ὑπὲρ ἡμῶν παρακαλούμενος ἐπινεύειν εἴωθεν, ὡς δι᾽ ἡμῶν αὐτῶν τῶν δεομένων, κἂν μυρίων ὦμεν γέμοντες κακῶν. Εἰ γὰρ ἐπ᾽ ἀνθρώπων κἂν μυρία προσκεκρουκότες ὦμεν, ὅταν καὶ ὑπὸ τὴν ἕω, καὶ μέσης ἡμέρας, καὶ ἐν ἑσπέρᾳ φαινώμεθα τοῖς πρὸς ἡμᾶς λελυπημένοις, τῇ συνεχείᾳ καὶ τῇ διηνεκεῖ τῆς ὄψεως συντυχίᾳ καταλύομεν ῥᾳδίως αὐτῶν τὴν ἔχθραν, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο γένοιτ᾽ ἄν.

ιβʹ. Ἀλλ᾽ ἀνάξιος εἶ; Γενοῦ τῇ προσεδρείᾳ ἄξιος. Ὅτι γὰρ καὶ τὸν ἀνάξιον δυνατὸν ἄξιον ἐκ τῆς προσεδρείας γενέσθαι, καὶ δι᾽ ἡμῶν αὐτῶν μᾶλλον, ἢ δι᾽ ἑτέρων παρακαλούμενος ὁ Θεὸς ἐπινεύει, καὶ ὅτι τὴν δόσιν ἀναβάλλεται πολλάκις, οὐχ ἡμᾶς ἐξαπορῆσαι βουλόμενος, οὐδὲ κεναῖς ἐκπέμψαι χερσὶν, ἀλλ᾽ ἵνα μειζόνων ἡμῖν ἀγαθῶν αἴτιος γένηται· τὰ τρία ταῦτα διὰ τῆς παραβολῆς τῆς σήμερον ἀναγνωσθείσης ὑμῖν πειράσομαι ποιῆσαι φανερά. Προσῆλθε τῷ Χριστῷ ἡ Χαναναία ὑπὲρ θυγατρὸς δεομένη δαιμονιζομένης, καὶ βοῶσα μετὰ πολλῆς ἐκτενείας, φησίν· Ἐλέησόν με, Κύριε, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἰδοὺ ἀλλόφυλος ἡ γυνὴ, καὶ βάρβαρος, καὶ τῆς πολιτείας τῆς Ἰουδαϊκῆς ἐκτός. Καὶ τί γὰρ ἕτερον ἢ κύων, καὶ ἀνάξιος τοῦ λαβεῖν τὴν αἴτησιν; Οὐ γάρ ἐστι, φησὶ, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἀλλ᾽ ὅμως ἀπὸ τῆς προσεδρείας γέγονεν ἀξία. Οὐ γὰρ μόνον εἰς τὴν τῶν παίδων αὐτὴν εὐγένειαν εἰσήγαγε, κύνα οὖσαν, ἀλλὰ καὶ μετὰ πολλῶν τῶν ἐγκωμίων ἐξέπεμψεν, εἰπών· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις.

Ὅταν δὲ ὁ Χριστὸς λέγῃ, Μεγάλη ἡ πίστις, μηδεμίαν ἑτέραν ἀπόδειξιν ζήτει τῆς μεγαλοψυχίας τῆς κατὰ τὴν γυναῖκα. Εἶδες πῶς ἐκ τῆς προσεδρείας γέγονεν ἀξία, ἀναξία οὖσα ἡ γυνή; Βούλει μαθεῖν καὶ ὅτι δι᾽ ἡμῶν αὐτῶν μᾶλλον, ἢ δι᾽ ἑτέρων παρακαλοῦντες αὐτὸν ἀνύομεν; Ἔκραξεν αὕτη, καὶ προσελθόντες οἱ μαθηταὶ λέγουσιν· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν· καὶ πρὸς μὲν ἐκείνους φησὶν, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ὅτε δὲ αὐτὴ δι᾽ ἑαυτῆς προσῆλθε καὶ ἐπέμενε βοῶσα, καὶ λέγουσα· Ναὶ, Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· τότε τὴν χάριν ἔδωκε, καί φησι· Γενηθήτω σοι ὡς θέλεις. Εἶδες πῶς, ὅτε μὲν ἐκεῖνοι παρεκάλουν, διεκρούσατο· ὅτε δὲ αὐτὴ ἡ δεομένη τῆς δωρεᾶς ἐβόησεν, ἐπένευσεν; Ἐκείνοις μὲν γάρ φησιν, Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ταύτῃ δὲ εἶπε, Μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Πάλιν παρὰ μὲν τὴν ἀρχὴν καὶ ἐν προοιμίῳ τῆς αἰτήσεως οὐδὲν ἀπεκρίνατο· ἐπειδὴ δὲ καὶ ἅπαξ καὶ δεύτερον καὶ τρὶς προσῆλθε, τότε τὴν χάριν ἔδωκε, διὰ τοῦ τέλους ἡμᾶς πείθων, ὅτι τὴν δόσιν ἀνεβάλετο, οὐχ ἵνα αὐτὴν διακρούσηται, ἀλλ᾽ ἵνα πᾶσιν ἡμῖν δείξῃ τὴν ὑπομονὴν τῆς γυναικός.

Εἰ γὰρ ἵνα αὐτὴν διακρούσηται ἀνεβάλετο, οὐδ᾽ ἂν πρὸς τῷ τέλει ἔδωκεν· ἐπειδὴ δὲ ἀνέμενε δεῖξαι πᾶσιν αὐτῆς τὴν φιλοσοφίαν, διὰ τοῦτο ἐσίγα. Εἰ γὰρ εὐθέως ἔδωκε καὶ παρὰ τὴν ἀρχὴν, οὐκ ἂν ἔγνωμεν τὴν ἀνδρείαν τῆς γυναικός. Ἀπόλυσον αὐτὴν, φησὶν, ὅτι κράζει ὄπισθεν ἡμῶν.

Τί δὲ ὁ Χριστός; Ὑμεῖς φωνὴν ἀκούετε, ἐγὼ δὲ τὴν διάνοιαν ὁρῶ· οἶδα τί μέλλει λέγειν. Οὐ βούλομαι τὸν ἐγκεκρυμμένον αὐτῆς τῇ διανοίᾳ θησαυρὸν ἀφεῖναι λαθεῖν, ἀλλ᾽ ἀναμένω καὶ σιγῶ, ἵνα αὐτὸν ἐκκαλύψας εἰς τὸ μέσον καταθῶμαι, καὶ πᾶσι ποιήσω φανερόν.

ιγʹ. Ταῦτ᾽ οὖν ἅπαντα μαθόντες, κἂν ἐν ἁμαρτήμασιν ὦμεν, καὶ τοῦ λαβεῖν ἀνάξιοι, μὴ ἀπογινώσκωμεν, εἰδότες ὅτι τῇ προσεδρείᾳ τῆς ψυχῆς δυνησόμεθα γενέσθαι τῆς αἰτήσεως ἄξιοι. Κἂν ἀπροστάτευτοι καὶ ἔρημοι ὦμεν, μὴ ἀπαγορεύωμεν, εἰδότες ὅτι μεγάλη προστασία, τὸ αὐτὸν δι᾽ ἑαυτοῦ προσελθεῖν τῷ Θεῷ μετὰ προθυμίας πολλῆς. Κἂν μέλλῃ καὶ ἀναβάληται πρὸς τὴν δόσιν, μὴ ἀναπέσωμεν, μαθόντες ὅτι ἡ μέλλησις καὶ ἀναβολὴ κηδεμονίας καὶ φιλανθρωπίας ἐστὶ τεκμήριον. Ἂν οὕτως ὦμεν πεπεικότες ἑαυτοὺς, καὶ μετὰ ψυχῆς ὀδυνωμένης καὶ θερμῆς καὶ διεγηγερμένης προαιρέσεως, καὶ τοιαύτης οἵας ἡ Χαναναία προσῆλθεν, αὐτῷ προσίωμεν καὶ ἡμεῖς, κἂν κύνες ὦμεν, κἂν ὁτιοῦν εἰργασμένοι δεινὸν, καὶ τὰ οἰκεῖα ἀποκρουσόμεθα κακὰ, καὶ τοσαύτην ληψόμεθα παῤῥησίαν, ὡς καὶ ἑτέρων προστῆναι· ὃν τρόπον καὶ αὕτη ἡ Χαναναία οὐ μόνον αὐτὴ παῤῥησίας ἀπέλαυσε καὶ μυρίων ἐγκωμίων, ἀλλὰ καὶ τὸ θυγάτριον τῶν ἀφορήτων ἴσχυσεν ἐξαρπάσαι δεινῶν. Οὐδὲν γὰρ, οὐδὲν εὐχῆς δυνατώτερον πεπυρωμένης καὶ γνησίας. Αὕτη καὶ τὰ παρόντα διαλύει δεινὰ, καὶ τῶν κατ᾽ ἐκεῖνον τὸν καιρὸν συμβαινόντων ἐξαρπάζει κολάσεων. Ἵν᾽ οὖν καὶ τὸν παρόντα βίον μετ᾽ εὐκολίας διανύσωμεν, κἀκεῖ μετὰ παῤῥησίας ἀπέλθωμεν, πολλῇ σπουδῇ καὶ προθυμίᾳ ταύτην ἐπιτελέσωμεν διηνεκῶς.