εʹ. Καὶ ἐπειδὴ τῆς γῆς ἐμνημόνευσε, χρεία δὲ τοῖς ἐξ αὐτῆς γεγενημένοις καὶ ἐν αὐτῇ διαιτωμένοις, καὶ γηγενὲς σῶμα περικειμένοις, καὶ τῆς καταλλήλου τροφῆς, ἀναγκαίως ἐπήγαγε· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἄρτον ἐκέλευσεν αἰτεῖν ἐπιούσιον, οὐ τρυφὴν, ἀλλὰ τροφὴν, τὴν τὸ ἐλλεῖπον ἀναπληροῦσαν τοῦ σώματος, καὶ τὸν ἐκ λιμοῦ κωλύουσαν θάνατον· οὐ τραπέζας φλεγμαινούσας, οὐδὲ ὄψων ποικιλίας, καὶ ὀψοποιῶν μαγγανείας, καὶ ἀρτοποιῶν ἐπινοίας, καὶ οἴνους ἀνθοσμίας, καὶ τἄλλα ὅσα τὸν μὲν λαιμὸν ἡδύνει, τὴν δὲ γαστέρα φορτίζει, τὴν δὲ διάνοιαν σκοτίζει, καὶ σκιρτᾷν τὸ σῶμα κατὰ τῆς ψυχῆς παρασκευάζει, καὶ δυσήνιον τῷ ἡνιόχῳ τὸν πῶλον ἐργάζεται. Οὐ ταῦτα ἡμᾶς αἰτεῖν ὁ λόγος ἐδίδαξεν, ἀλλ᾽ Ἄρτον ἐπιούσιον, τοῦτ᾽ ἔστιν, ἐπὶ τὴν οὐσίαν τοῦ σώματος διαβαίνοντα, καὶ συγκροτῆσαι ταύτην δυνάμενον. Καὶ τοῦτον δὲ οὐκ εἰς πολὺν ἐτῶν ἀριθμὸν αἰτεῖν ἐκελεύσθημεν, ἀλλὰ τὸν σήμερον ἡμῖν ἀρκοῦντα μόνον· Μὴ μεριμνήσητε γὰρ, φησὶν, εἰς τὴν αὔριον. Τί δήποτε γὰρ περὶ τῆς αὔριον φροντίζει τις, ὁ τὴν αὔριον οὐ πάντως ὀψόμενος, ἀλλὰ τὸν μὲν πόνον δεχόμενος, τὸν δὲ καρπὸν οὐ δρεπόμενος;