Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς στενῆς πύλης καὶ εἰς τὴν κυριακὴν προσευχήν

Ἰωάννης ὁ Χρυσόστομος

Η στενή πύλη, τα μάταια αιτήματα και η ιατρική πρόνοια του Θεού

Αντιπαραβολή της στενής οδού του Ευαγγελίου με τις βιωτικές μέριμνες, κριτική της βαττολογίας και των κοσμικών αιτημάτων κατά την προσευχή και εισαγωγή στην παιδαγωγική πρόνοια του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Περὶ τοῦ κατὰ Θεὸν πολιτεύεσθαι, καὶ εἰς τὸ, Στενὴ ἡ πύλη, καὶ τὰ ἑξῆς· καὶ ἑρμηνεία τῆς προσευχῆς τοῦ, Πάτερ ἡμῶν. αʹ. Πάσης μὲν θεοπνεύστου Γραφῆς ἡ ἀνάγνωσις γίνεται τοῖς προσέχουσιν εὐσεβείας ἐπίγνωσις· ἡ δὲ σεπτὴ τῶν Εὐαγγελίων γραφὴ ὑψηλοτέρων ἐστὶ διδαγμάτων ὑπεροχή· τὰ γὰρ ἐν αὐτοῖς ἐμφερόμενα λόγια ὑψίστου Βασιλέως ὑπάρχει θεσπίσματα. Διὸ καὶ φοβερά τις ἠπείληται κόλασις τοῖς μὴ φυλάττουσιν ἀκριβῶς τὰ ὑπ᾽ αὐτοῦ εἰρημένα. Εἰ γὰρ τῶν ἐπὶ γῆς ἀρχόντων ὁ παραβαίνων τοὺς νόμους ἀπαραίτητον ὑφίσταται κόλασιν, πόσῳ μᾶλλον ἀφορήτοις ἐκδοθήσεται βασάνοις ὁ τοῦ ἐπουρανίου Δεσπότου ἀθετῶν τὰ προστάγματα; Ἐπεὶ οὖν μέγας ἐστὶν ὁ τῆς ἀπροσεξίας κίνδυνος, μετὰ πολλῆς ἀκριβείας προσέχωμεν τῇ ἀκροάσει τῶν ἀρτίως ἀναγνωσθέντων ἡμῖν ἐκ τοῦ Εὐαγγελίου ῥημάτων. Τίνα δὲ ταῦτά ἐστι; Στενὴ, φησὶν, ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν· καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Καὶ πάλιν· Πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι᾽ αὐτῆς.

Τούτων ἐγὼ συνεχῶς ἀκούων τῶν λόγων, καὶ τῶν ἀνθρώπων τὴν ἐπὶ τὰ μάταια βλέπων σπουδὴν, λίαν θαυμάζω τῶν εἰρημένων τὴν ἀλήθειαν. Πάντες γὰρ διὰ τῆς πλατείας βαδίζουσιν ὁδοῦ, πάντες εἰς τὰ παρόντα κεχήνασι πράγματα, καὶ τῶν μελλόντων οὐδέποτε λαμβάνουσιν ἔννοιαν· ἀλλ᾽ εἰς μὲν τὰς σωματικὰς ἀπολαύσεις ἀδιαλείπτως ἐπείγονται, τὰς δὲ ψυχὰς ἐῶσιν ἐν λιμῷ κατατήκεσθαι· καὶ μυρία καθ᾽ ἑκάστην ἡμέραν λαμβάνοντες τραύματα, οὐδέποτε αἴσθησιν ἔχουσι τῶν ἐν οἷς εἰσι κακῶν· καὶ τῶν μὲν τοῦ σώματος ἕνεκα παθημάτων, φοιτῶσι πρὸς τοὺς ταῦτα θεραπεύοντας· καὶ αὐτοὺς δὲ τούτους οἴκαδε παραπέμπονται, καὶ μισθοὺς παρέχουσιν ὅτι μάλιστα πλείστους, καὶ καρτερίαν ἐπιδείκνυνται πολλὴν, καὶ τῆς ἐπιπόνου θεραπείας ἀνέχονται, ἵνα τὴν ἐκείνου ὑγείαν ὠνήσωνται· τῆς δὲ ψυχῆς κακῶς διακειμένης παντελῶς ἀμελοῦσι, καὶ τὴν ἀξιέραστον αὐτῆς ὑγείαν λαβεῖν οὐ σπουδάζουσι, καίτοι σαφῶς ἐπιστάμενοι, ὅτι τὸ μὲν σῶμα θνητόν ἐστι καὶ ἐπίκηρον, καὶ τοῖς ἐαρινοῖς προσέοικεν ἄνθεσιν· ὁμοίως γὰρ ἐκείνοις μαραίνεται καὶ σβέννυται, καὶ φθορᾷ παραδίδοται· τὴν δὲ ψυχὴν ἴσασιν ἀθανασίᾳ τετιμημένην, καὶ κατ᾽ εἰκόνα θείαν γεγενημένην, καὶ τοῦ ζώου πεπιστευμένην τοὺς οἴακας. Ὅπερ γάρ ἐστιν ἡνίοχος ἅρματι, καὶ κυβερνήτης πλοίῳ, καὶ μουσικὸς ὀργάνῳ, τοῦτο εἶναι τῷ γηΐνῳ τούτῳ σκεύει τὴν ψυχὴν ὁ πλάστης ἐνομοθέτησεν.

Αὕτη γὰρ κατέχει τὰς ἡνίας, καὶ κινεῖ τὰ πηδάλια, καὶ τὰς χορδὰς ἀνακρούεται, καὶ εὖ μὲν τοῦτο πράττουσα, τὸ παναρμόνιον τῆς ἀρετῆς ἀνακρούεται μέλος· ὅταν δὲ ἢ χαλάσῃ τοὺς φθόγγους, ἢ διατείνῃ πέρα τοῦ δέοντος, καὶ τῇ τέχνῃ καὶ τῇ ἁρμονίᾳ λυμαίνεται. Ταύτης τοίνυν ἀμελοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων, καὶ οὐδὲ βραχείας αὐτὴν ἐπιμελείας ἀξιοῦσιν, ἀλλ᾽ ἅπαντα τῆς ζωῆς αὐτῶν τὸν χρόνον εἰς τὰς σωματικὰς ἀναλίσκουσι φροντίδας· Καὶ οἱ μὲν τὸν τῶν ναυτίλων ἀσπάζονται βίον, καὶ κύμασι καὶ πνεύμασι μάχονται, τὴν ζωὴν καὶ τὸν θάνατον μεθ᾽ ἑαυτῶν περιφέροντες, καὶ τὰς τῆς σωτηρίας ἐλπίδας ἐν ὀλίγαις σανίσι κατέχοντες· οἱ δὲ τὸν τῆς γεωπονίας ἀναδέχονται ἱδρῶτα, βοῦς ἀροτῆρας ζευγνύντες, καὶ τὴν γῆν ἀροτριῶντες, καὶ νῦν μὲν σπείροντες καὶ θερίζοντες, νῦν δὲ φυτεύοντες καὶ τρυγῶντες, καὶ ἅπας αὐτοῖς ὁ χρόνος μετὰ τῆς τοιαύτης ὁδεύει ταλαιπωρίας· οἱ δὲ τὰς ἐμπορίας ἐπέρχονται, καὶ ὑπὲρ τούτων τὰς ἐν γῇ τε καὶ θαλάττῃ ποιοῦνται ἀποδημίας, καὶ τῆς οἰκείας τὴν ἀλλοδαπὴν προτιμῶσι, καὶ πατρίδα, καὶ γένος, καὶ φίλους, καὶ ὁμοζύγους μετὰ παίδων καταλιμπάνοντες, ὀλίγων ἕνεκα κερδῶν τὴν ξένην ἀσπάζονται.

Καὶ τί δεῖ πάσας καταλέγειν τὰς τέχνας, ἃς ταῖς χρείαις τοῦ σώματος ἐξεῦρον οἱ ἄνθρωποι, ἐν αἷς διημερεύοντες καὶ διανυκτερεύοντες, τὴν μὲν ἐκείνου θεραπείαν ἑαυτοῖς περιποιοῦνται, τὴν δὲ ψυχὴν ὑπερορῶσι πεινῶσάν τε καὶ διψῶσαν καὶ αὐχμῶσαν καὶ ῥυπῶσαν, καὶ ὑπὸ μυρίων ἐνοχλουμένην κακῶν; Καὶ μετὰ πολλοὺς ἱδρῶτας καὶ πόνους οὐδὲ τὸ θνητὸν σῶμα θανάτου κρεῖττον ἐργάζονται, καὶ τὴν ἀθάνατον μετὰ τοῦ θνητοῦ ταῖς ἀθανάτοις ὑποβάλλουσι τιμωρίαις.

βʹ. Διὰ τοῦτο λίαν ὀλοφυρόμενος τὴν περικεχυμένην ἄγνοιαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς, καὶ τῆς ἐπικειμένης αὐτοῖς ἀχλύος τὴν παχύτητα, ἐβουλόμην μὲν εὑρεῖν σκοπιάν τινα ὑψηλὴν ὑποδεικνύουσάν μοι πάντα τὰ τῶν ἀνθρώπων γένη· ἐβουλόμην δὲ καὶ φωνῆς τυχεῖν, πάντα περιηχούσης τὰ πέρατα, καὶ πᾶσιν ἀρκούσης τοῖς ἐπὶ τῆς γῆς, καὶ στῆναι καὶ βοῆσαι, καὶ τὴν Δαυϊδικὴν ἐκείνην ἀνακράξαι φωνήν· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος, προτιμῶντες τῶν οὐρανίων τὰ φθειρόμενα; Ἕως πότε τοὺς ὀφθαλμοὺς μύετε, καὶ τὰ ὦτα βύετε, καὶ τῆς θείας φωνῆς οὐκ ἀκούετε, τῆς καθ᾽ ἑκάστην ἡμέραν βοώσης· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται;

Ἐπειδὴ δέ τινες ἀτελέστερον διακείμενοι καὶ πρὸς τὰ βιωτικὰ μᾶλλον ἐπιῤῥεπῶς ἔχοντες, καὶ τοῖς φιλοσάρκοις ἐνηδυπαθοῦντες λογισμοῖς, οὐ καθηκόντως ποιοῦνται τὰς αἰτήσεις, τούτου χάριν ὁ κοινὸς Δεσπότης εὐχῆς ἡμῖν διδασκαλίαν ὑπέδειξεν, εἰπών· Ὅταν προσεύχησθε, μὴ βαττολογεῖτε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ, ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται· βαττολογίαν ὀνομάζων τὴν φλυαρίαν, τὴν διὰ πολλῶν μὲν λόγων προσφερομένην, ὠφελείας δὲ πάσης ἐστερημένην.

Ὑπαινίττεται τοίνυν, ἀπαγορεύων τὴν βαττολογίαν ὁ Κύριος, μὴ χρῆναι τοὺς προσευχομένους αἰτεῖν τὰ ῥέοντα καὶ ἀπολλύμενα· μὴ σώματος ὡραιότητα, τὴν ὑπὸ χρόνου μαραινομένην, καὶ ὑπὸ νόσου δαπανωμένην, καὶ ὑπὸ θανάτου καλυπτομένην· τοιοῦτον γὰρ τὸ σωματικὸν κάλλος. Ἄνθος ἐστὶν ὀλιγοχρόνιον, πρὸς ὀλίγον μὲν φαινόμενον τῷ ἔαρι τῆς νεότητος. μετ᾽ ὀλίγον δὲ φθειρόμενον ὑπὸ τῆς χρόνου παλαιότητος.

Εἰ δὲ καὶ τὴν ὑπόστασιν αὐτοῦ τις ἐξετάζειν ἐθέλοι, τότε πλέον αὐτοῦ διαπτύειν δυνήσεται. Οὐδὲν γὰρ ἕτερόν ἐστιν, ἢ φλέγμα καὶ αἷμα καὶ ῥεῦμα καὶ τροφῆς διαμασηθείσης χυλός. Ἐκ τούτου γὰρ καὶ ὀφθαλμοὶ, καὶ παρειαὶ, καὶ ῥῖνες, καὶ ὀφρύες, καὶ χείλη, καὶ ὅλον ἀρδεύεται τὸ σῶμα· κἂν ἐπιλείψῃ ποτὲ ἡ τούτων ἀρδεία, συνεπιλείψει πάντως καὶ τοῦ προσώπου ἡ εὐμορφία. Μὴ πλοῦτον χρημάτων τὸν καθ᾽ ὁμοιότητα τῶν ποταμίων ὑδάτων ἐπιῤῥέοντά τε καὶ μεταῤῥέοντα, καὶ νῦν μὲν παρὰ τοῦτον, νῦν δὲ παρ᾽ ἐκεῖνον πηδῶντα, καὶ τοὺς κατέχοντας φεύγοντα, καὶ τοῖς φιλοῦσιν αὐτὸν παραμένειν οὐκ ἀνεχόμενον, καὶ μυρίους ἐπιβούλους ἔχοντα, καὶ σῆτας, καὶ λῃστὰς, καὶ συκοφάντας, καὶ ἐμπρησμοὺς, καὶ ναυάγια, καὶ πολέμων ἐφόδους, καὶ δήμων ἐπαναστάσεις, καὶ κακουργίας οἰκετῶν, καὶ γραμμάτων ἀφαιρέσεις, καὶ προσθήκας, καὶ μειώσεις, καὶ τἄλλα ὅσα τοῖς ἐρῶσι χρημάτων ὑπὸ τῆς φιλοπλουτίας ἐπιφύεται δεινά. Μὴ δυναστείαν ἀξιωμάτων· πολλὰ γὰρ καὶ ταύτῃ ἀλγεινὰ παραφύεται, φροντίδων τηκεδόνες, ἀγρυπνίαι συνεχεῖς, ἐπιβουλαὶ παρὰ τῶν φθονούντων, κατασκευαὶ παρὰ τῶν μισούντων, στωμυλία ῥητόρων τοῖς κατευγλωττισμένοις λόγοις ὑποκλέπτουσα τὴν ἀλήθειαν καὶ πολὺν τοῖς δικάζουσι προξενοῦσα κίνδυνον.

Εἰσὶ γὰρ, εἰσὶ βαττολόγοι τινὲς, καὶ ματαιολόγοι, ταῦτά τε καὶ τὰ τοιαῦτα παρὰ τοῦ Θεοῦ τῶν ὅλων αἰτοῦντες, καὶ τῶν ὄντως ἀγαθῶν οὐδένα ποιούμενοι λόγον. Καὶ τὸν μὲν ἰατρὸν οὐχ οἱ νοσοῦντες διδάσκουσι τῶν φαρμάκων τὴν χρῆσιν, ἀλλὰ τῶν ὑπ᾽ αὐτοῦ προσφερομένων ἀνέχονται μόνον, κἂν ἐπίπονος ᾖ ὁ τῆς θεραπείας τρόπος· καὶ τὸν κυβερνήτην οἱ πλέοντες οὐ κελεύουσι τοίωσδε κατέχειν τοὺς οἴακας, καὶ τὸ σκάφος ἰθύνειν, ἀλλ᾽ ἐπὶ τῶν καταστρωμάτων καθήμενοι, τῆς ἐκείνου ἐπιστήμης ἀνέχονται, οὐ μόνον ἐξ οὐρίων φερόμενοι, ἀλλὰ καὶ τὸν ἔσχατον ὑπομένοντες κίνδυνον· τῷ Θεῷ δὲ μόνον, τῷ τὸ συμφέρον ἡμῖν ἀκριβῶς ἐπισταμένῳ διδόναι, οἱ τὰς φρένας κακῶς διακείμενοι παραχωρεῖν οὐκ ἀνέχονται, ἀλλ᾽ αἰτοῦσιν ὡς ὠφέλιμα τὰ ὀλέθρια, ὅμοιον ποιοῦντες ἀῤῥώστῳ, τὸν ἰατρὸν δοῦναι αὐτῷ παρακαλοῦντι, οὐχ ὅσα λύει τὴν νόσον, ἀλλ᾽ ὅσα τρέφει τὴν ὕλην τὴν τῆς νόσου μητέρα.

Ἀλλ᾽ οὐκ ἀνέξεται ὁ ἰατρὸς τῆς τοῦ κάμνοντος ἱκεσίας, ἀλλὰ κἂν δακρύοντα ἴδῃ καὶ ὀλοφυρόμενον, τῷ νόμῳ τῆς τέχνης ἀκολουθεῖ μᾶλλον, ἢ τοῖς τούτου δάκρυσιν ἐπικάμπτεται, καὶ τὴν ἀπείθειαν οὐκ ἀπανθρωπίαν, ἀλλὰ φιλανθρωπίαν ὀνομάζομεν· πειθόμενος μὲν γὰρ τῷ νοσοῦντι, καὶ τὰ πρὸς ἡδονὴν χαριζόμενος, τὰ πολεμίων εἰς αὐτὸν ἐργάζεται· ἀντιτείνων δὲ αὐτῷ, καὶ τῇ ἐπιθυμίᾳ μαχόμενος, ἐλέῳ κέχρηται καὶ φιλανθρωπίᾳ· οὕτω καὶ ὁ τῶν ἡμετέρων ψυχῶν ἰατρὸς οὐκ ἀνέχεται δοῦναι τοῖς αἰτοῦσι τὰ εἰς βλάβην αὐτοῖς ἐσόμενα. Οὔτε γὰρ οἱ φιλόστοργοι πατέρες τοῖς κομιδῇ νηπίοις μαχαίρας ἐπιζητοῦσιν ἢ πυρὸς ἄνθρακας, ὀρέγειν ἀνέχονται· ἴσασι γὰρ σαφῶς βλαβερὰν αὐτοῖς οὖσαν τὴν τοιαύτην δόσιν· τινὲς δὲ τῶν εἰς ἐσχάτην ἀλογίαν ἐκπεπτωκότων, οὐ μόνον σώματος ὡραιότητα, καὶ πλοῦτον, καὶ δυναστείαν, καὶ ὅσα τοιαῦτα παρὰ τοῦ τῶν ὅλων Θεοῦ αἰτοῦσιν, ἀλλὰ καὶ τοῖς ἐχθροῖς αὐτῶν ἐπαρῶνται, καί τινα τιμωρίαν ἐπενεχθῆναι αὐτοῖς ἱκετεύουσι, καὶ ὃν ἑαυτοῖς ἥμερον εἶναι καὶ φιλάνθρωπον εὔχονται, τοῦτον τοῖς ἐχθροῖς ἀνήμερον γενέσθαι καὶ ἀπάνθρωπον βούλονται.

Ταῦτα τοίνυν ὁ Δεσπότης προαναστέλλων, παρεγγυᾷ μὲν μὴ βαττολογεῖν· διδάσκει δὲ τίνα χρὴ λέγειν ἐν τῇ προσευχῇ, καὶ ἐν ὀλίγοις ῥήμασι πᾶσαν ἀρετὴν ἐκπαιδεύει· οὐ μόνον γὰρ εὐχῆς ἐστι διδασκαλία ἐκεῖνα τὰ ῥήματα, ἀλλὰ καὶ βίου τελείου παιδαγωγία.