Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς τοῦ Χριστοῦ θεότητος

Ἰωάννης ὁ Χρυσόστομος

Η αντίδραση των Ιουδαίων για την κατάλυση του Σαββάτου

Η επίκριση των Ιουδαίων για την παραβίαση του Σαββάτου, η ειλικρινής απολογία του θεραπευθέντος και η προνοητική αναχώρηση του Κυρίου με σκοπό την αναίρεση κάθε ιουδαϊκής υποψίας περί συμπαιγνίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Οὐκοῦν θαύμαζε τὸ γεγενημένον μόνον, μὴ περιεργάζου τὸν τρόπον. Ἐπειδὴ τοίνυν ἐποίησε τὸ προσταχθὲν, καὶ τὴν κλίνην ἔλαβεν, ἰδόντες αὐτὸν οἱ Ἰουδαῖοι, λέγουσι· Σάββατόν ἐστι, καὶ οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον ἐν σαββάτῳ. Δέον προσκυνῆσαι τὸν ἐργασάμενον, δέον θαυμάσαι τὸ γεγενημένον, οἱ δὲ περὶ σαββάτου διαλέγονται, ἀληθῶς οἱ τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες. Τί οὖν ἐκεῖνος; Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ὁρᾷς εὐγνωμοσύνην ἀνθρώπου; ὁμολογεῖ τὸν ἰατρὸν, καὶ ἀξιόπιστόν φησιν εἶναι τοῦ προστάγματος τὸν νομοθέτην· καὶ ὥσπερ αὐτοὺς ὁ τυφλὸς συνελογίσατο, οὕτω καὶ οὗτος. Πῶς δὲ ἐκεῖνος συνελογίσατο; Ἔλεγον αὐτῷ, ὅτι Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Τί οὖν ἐκεῖνος;

Οἴδαμεν, φησὶν, ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει· οὗτος δὲ ἤνοιξέ μου τοὺς ὀφθαλμούς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ παρέβη τὸν νόμον, ἥμαρτεν· εἰ δὲ ἥμαρτεν, οὐκ ἂν τοσοῦτον ἴσχυσεν· ἔνθα γὰρ ἁμαρτία, ἐπίδειξις δυνάμεως οὐκ ἔστιν· ἀλλὰ μὲν ἴσχυσεν, οὐκ ἄρα ἥμαρτε παραβὰς τὸν νόμον. Οὕτω καὶ οὗτος συλλογίζεται. Τὸ γὰρ εἰπεῖν, Ὁ ποιήσας με ὑγιῆ. τοῦτο ᾐνίξατο, ὅτι εἰ οὗτός ἐστιν ὁ ἐπιδειξάμενος δύναμιν, ὡς οὐκ ἂν εἴη δίκαιος παρανομίας ἐγκλήμασιν ὑπεύθυνος γίνεσθαι. Τί οὖν οὗτοι; Ποῦ ἔστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει; Ὅρα τὴν ἀγνωμοσύνην καὶ τὴν ἀναισθησίαν, ὅρα ψυχὴν ἀλαζονείας γέμουσαν.

Οἱ γὰρ τῶν φθονούντων ὀφθαλμοὶ ὑγιὲς μὲν οὐδὲν βλέπουσιν, ὅθεν δὲ ἔστι λαβὴν εὑρεῖν μόνον. Οὕτω καὶ οὗτοι, τοῦ θεραπευθέντος ἀμφότερα ὁμολογήσαντος, καὶ ὅτι ἐθεράπευσε, καὶ ὅτι ἐκέλευσεν ἆραι τὴν κλίνην, τὸ μὲν ἀπέκρυψαν, τὸ δὲ εἶπον· ἀπέκρυψαν μὲν τὸ θαῦμα, προβάλλονται δὲ τὴν τοῦ σαββάτου παράλυσιν, Οὐ γὰρ εἶπον· Ποῦ ἔστιν ὁ ποιήσας σε ὑγιῆ; ἀλλὰ σιγήσαντες ἐκεῖνο, εἶπον, Ποῦ ἔστιν ὁ εἰπών σοι, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε;

Οὗτος δὲ οὐκ ᾔδει· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ. Τοῦτο ἀπολογία τοῦ ἀνθρώπου μεγίστη, τοῦτο τῆς τοῦ Χριστοῦ κηδεμονίας ἀπόδειξις· ἵν᾽, ὅταν ἀκούσῃς, ὅτι παραγενόμενον αὐτὸν οὐχ ὁμοίως ὑπεδέξατο τῷ ἑκατοντάρχῃ, οὐδὲ εἶπεν, ὅτι Εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου, μὴ κατηγορήσῃς αὐτοῦ ἀπιστίαν, εἴπερ οὐκ ᾔδει αὐτόν· οὐδὲ γὰρ ᾔδει ὅστις ποτὲ ἦν. Πῶς γὰρ αὐτὸν οὔποτε πρῶτον ἰδὼν ἠπίστατο; Διὰ τοῦτο ἔλεγεν, Οὐκ ἔχω ἄνθρωπον, ἵνα βάλῃ με εἰς τὴν κολυμβήθραν· ὡς, εἰ ᾔδει αὐτὸν, οὐκ ἂν κολυμβήθρας ἐμνήσθη, οὐδὲ τῆς ἐκεῖ καταβάσεως, ἀλλ᾽ οὕτως ἂν ἠξίωσε θεραπευθῆναι, ὡς καὶ ἐθεραπεύθη. Ἀλλ᾽ ἐνόμισεν ἕνα τῶν πολλῶν αὐτὸν εἶναι, καὶ ἄνθρωπον ψιλὸν, καὶ διὰ τοῦτο τῆς προτέρας ἐμνήσθη θεραπείας. Ἀπόδειξις δὲ τῆς τοῦ Χριστοῦ κηδεμονίας, πάλιν καταλιπεῖν τὸν ἰαθέντα, καὶ μὴ καταστῆσαι ἐκείνῳ δῆλον ἑαυτόν.

Ἵνα γὰρ μὴ ὑποπτεύσωσιν οἱ Ἰουδαῖοι, ὅτι ὑποβολιμαῖος ἦν οὗτος ὁ μάρτυς, καὶ τοῦ Χριστοῦ παρόντος καὶ πείθοντος αὐτὸν τοῦτο ἔλεγεν, ἄγνοια καὶ τὸ μὴ παρεῖναι ταύτην ἀνῄρει τὴν ὑποψίαν· εἶπε γὰρ ὁ εὐαγγελιστὴς, ὅτι Οὐκ ᾔδει αὐτὸν τίς ἐστι.

δʹ. Διὰ τοῦτο μόνον καὶ καθ᾽ ἑαυτὸν πέμπει τὸν τεθεραπευμένον, ἵνα ὡς βούλωνται, καταμόνας λαβόντες, βασανίσωσι τὸ γεγενημένον, καὶ λαβόντες ἱκανὴν τοῦ πράγματος ἀπόδειξιν, παύσωνται τῆς ἀκαίρου μανίας.

Διὰ τοῦτο αὐτὸς μὲν οὐδὲν φθέγγεται, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτοῖς ἀπόδειξιν παρέχεται, πανταχοῦ φωνὴν σαφεστάτην ἀφεὶς, καὶ σάλπιγγος λαμπροτέραν ἁπάσης. Οὕτω γὰρ καὶ ἀνύποπτος λοιπὸν ἦν ἡ μαρτυρία, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε. Ὁ παραλυτικὸς εὐαγγελιστὴς γίνεται, διδάσκαλος τῶν ἀπίστων, ἰατρὸς καὶ κήρυξ εἰς ἐκείνων αἰσχύνην καὶ κατάκριμα· ἰατρὸς, οὐχὶ διὰ φωνῆς, ἀλλὰ δι᾽ ἔργων, οὐχὶ διὰ λόγων, ἀλλὰ διὰ τῶν πραγμάτων αὐτῶν. Σαφῆ γὰρ καὶ ἀναμφισβήτητον ἐπεφέρετο τὴν ἀπόδειξιν, καὶ ὅπερ ἔλεγεν, ἐδείκνυε διὰ τοῦ σώματος. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς, καὶ λέγει αὐτῷ· Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Εἶδες ἰατροῦ σοφίαν; εἶδες κηδεμονίαν; οὐκ ἀπήλλαξε τοῦ παρόντος νοσήματος μόνον, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀσφαλίζεται· καὶ μάλα εὐκαίρως.

Ὅτε μὲν γὰρ ἦν ἐπὶ τῆς κλίνης, οὐδὲν τοιοῦτον εἶπεν, οὐκ ἀνέμνησεν αὐτὸν ἁμαρτημάτων· δυσάρεστος γάρ πως καὶ ταλαίπωρός ἐστιν ἡ τῶν ἀῤῥωστούντων ψυχή· ὅτε δὲ ἀπήλασε τὴν ἀῤῥωστίαν, ὅτε πρὸς τὴν ὑγίειαν ἐπανήγαγεν, ὅτε τῆς δυνάμεως αὐτοῦ καὶ τῆς κηδεμονίας ἔργῳ τὴν ἀπόδειξιν παρέσχετο, τότε εὔκαιρον ποιεῖται τὴν συμβουλὴν καὶ τὴν παραίνεσιν, ἀξιόπιστος δι᾽ αὐτῶν λοιπὸν τῶν ἔργων φαινόμενος.

Τί οὖν ἐκεῖνος ἀπελθὼν κατάδηλον ἐποίησεν αὐτὸν τοῖς Ἰουδαίοις; Κοινωνοὺς αὐτοὺς βουλόμενος λαβεῖν τῆς ἀληθοῦς διδασκαλίας. Ἀλλ᾽ ἐκεῖνοι διὰ τοῦτο ἐμίσουν αὐτὸν, φησὶ, καὶ ἐδίωκον. Ἐνταῦθά μοι προσέχετε· ἐνταῦθα γὰρ ὁ πᾶς ἐστιν ἀγών. Διὰ τοῦτο ἐδίωκον αὐτὸν, ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.