Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῆς τοῦ Χριστοῦ θεότητος

Ἰωάννης ὁ Χρυσόστομος

Η υπομονή του παραλυτικού και το υπερφυές θαύμα της ίασης

Ανάλυση της πραότητας και της εγκαρτέρησης του παραλυτικού απέναντι στις βιοτικές θλίψεις. Η ερώτηση του Χριστού, η αιφνίδια θεραπεία και οι σκοποί της εντολής για την άρση της κλίνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

βʹ. Κατέκειτο τοίνυν πλῆθος ἀσθενούντων ἀναμένον τὴν τοῦ ὕδατος κίνησιν· καὶ γὰρ ἰατρεῖον ἦν ὁ τόπος πνευματικόν. Καθάπερ οὖν ἐν ἰατρείῳ πολλοὺς ἔστιν ἰδεῖν τὸν ὀφθαλμὸν ἐκκεκομμένους, πεπηρωμένους τὸ σκέλος, ἄλλο μέλος ἀῤῥωστοῦντας, εἶτα κοινῇ πάντας συγκαθημένους, καὶ τὸν ἰατρὸν ἀναμένοντας· οὕτω δὴ καὶ ἐν ἐκείνῳ τῷ χωρίῳ τὸ πλῆθος τῶν συνεληλυθότων ἦν ἰδεῖν. Ἐν ταύταις ταῖς στοαῖς ἦν τις ἄνθρωπος τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι ἤδη πολὺν χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; Ἀπεκρίθη αὐτῷ ὁ ἀσθενὴς καὶ εἶπε, Ναὶ, Κύριε· ἄνθρωπον δὲ οὐκ ἔχω, ἵν᾽, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἐγὼ ἔρχομαι, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Τίνος ἕνεκεν τοὺς ἄλλους πάντας παραδραμὼν ὁ Ἰησοῦς, πρὸς τοῦτον ἦλθεν; Ἵνα καὶ τὴν δύναμιν, καὶ τὴν φιλανθρωπίαν ἐνδείξηται· τὴν δύναμιν μὲν, ὅτι τὸ νόσημα λοιπὸν ἀνίατον ἐγεγόνει, καὶ εἰς ἀμηχανίαν περιειστήκει τὰ τῆς ἀῤῥωστίας αὐτῷ· τὴν δὲ φιλανθρωπίαν, ὅτι τὸν μάλιστα ἄξιον ὄντα ἐλέους καὶ εὐεργεσίας, τοῦτον πρὸ τῶν ἄλλων εἶδεν ὁ κηδεμὼν καὶ φιλάνθρωπος. Μὴ δὴ παραδράμωμεν ἁπλῶς τὸ χωρίον, μηδὲ τὸν ἀριθμὸν τῶν τριάκοντα καὶ ὀκτὼ ἐτῶν, ὧν εἶχεν ἐν τῇ ἀσθενείᾳ αὐτοῦ.

Ἀκουέτωσαν ἅπαντες, ὅσοι πενίᾳ παλαίουσι διηνεκεῖ, ὅσοι καὶ ἀῤῥωστίᾳ συζῶσιν, ὅσοι περιστάσεις ὑπομένουσι πραγμάτων βιωτικῶν, ὅσοι χειμῶνα καὶ κλυδώνιον τῶν ἀδοκήτων ὑπέστησαν κακῶν. Κοινὸς οὗτος ὁ παραλυτικὸς κεῖται λιμὴν τῶν ἀνθρωπίνων συμφορῶν.

Οὐδεὶς γὰρ οὕτως ἠλίθιος, οὐδεὶς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς πρὸς τοῦτον ἀφορῶντα, μὴ πάντα τὰ ἐπαγόμενα φέρειν γενναίως καὶ μετὰ προθυμίας ἁπάσης. Εἰ γὰρ εἴκοσιν ἔτη ἦν, εἰ γὰρ δέκα, εἰ γὰρ πέντε μόνον, οὐκ ἦν ἱκανὰ διαλῦσαι αὐτοῦ τὸν τόνον τῆς ψυχῆς; Ὁ δὲ τριάκοντα καὶ ὀκτὼ ἔτη μένει, καὶ οὐκ ἀφίσταται, καὶ πολλὴν ἐπιδείκνυται τὴν ὑπομονήν.

Τάχα ὑμῖν θαυμαστὸν εἶναι δοκεῖ τοῦ χρόνου τὸ μῆκος, ἀλλ᾽ ἐὰν ἀκούσητε αὐτῶν τῶν ῥημάτων, τότε μάλιστα εἴσεσθε αὐτοῦ τὴν φιλοσοφίαν καὶ τὴν ὑπομονὴν ἅπασαν. Ἐπέστη ὁ Ἰησοῦς, καὶ λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; Καὶ τίς ἂν τοῦτο ἠγνόησεν, ὅτι ἐβούλετο γενέσθαι ὑγιής; Τίνος οὖν ἕνεκεν ἐρωτᾷ; Οὐκ ἀγνοῶν· ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδὼς, πολλῷ μᾶλλον τὰ δῆλα καὶ σαφῆ πᾶσιν ἠπίστατο. Τίνος ἕνεκεν ἠρώτα;

Ὥσπερ τότε τῷ ἑκατοντάρχῃ φησίν· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτὸν, οὐκ ἀγνοῶν ἅπερ ἤμελλεν ἐρεῖν, ἀλλὰ προειδὼς καὶ σφόδρα ἀκριβῶς ἐπιστάμενος, καὶ βουλόμενος ἀρχὴν αὐτῷ δοῦναι καὶ πρόφασιν, ὥστε τὴν ἐν σκιᾷ ἐκκαλύψαι πᾶσιν εὐλάβειαν, καὶ εἰπεῖν· Μὴ, Κύριε· οὐ γάρ εἰμι ἄξιος, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· οὕτω καὶ ἐπὶ τοῦ παραλελυμένου τούτου, εἰδὼς ἅπερ ἤμελλεν ἐρεῖν, ἐρωτᾷ εἰ βούλοιτο θεραπευθῆναι, οὐκ ἐπειδὴ ἠγνόει τοῦτο, ἀλλ᾽ ἵνα παράσχῃ αὐτῷ τινα πρόφασιν καὶ ἀφορμὴν ἐκτραγῳδῆσαι τὴν οἰκείαν συμφορὰν, καὶ γενέσθαι διδάσκαλον ὑπομονῆς. Εἰ γὰρ σιγῇ τὸν ἄνθρωπον ἐθεράπευσεν, ἐζημιώθημεν ἂν ἡμεῖς ζημίαν τὴν ἐσχάτην, μὴ μαθόντες αὐτοῦ τῆς ψυχῆς τὴν καρτερίαν.

Ὁ δὲ Χριστὸς οὐ τὰ παρόντα διορθοῦται μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα πολλῆς ἀξιοῖ τῆς ἐπιμελείας. Διδάσκαλον τοίνυν ὄντα αὐτὸν καρτερίας καὶ ὑπομονῆς ἅπασιν ἐξεκάλυψε τοῖς τὴν οἰκουμένην οἰκοῦσι, διὰ τῆς ἐρωτήσεως εἰς ἀνάγκην αὐτὸν ἀποκρίσεως ἐμβαλών· Θέλεις ὑγιὴς γενέσθαι; Τί οὖν ἐκεῖνος; Οὐκ ἐδυσχέρανεν, οὐκ ἠγανάκτησεν, οὐκ εἶπε πρὸς τὸν ἐρωτήσαντα· Ὁρᾷς με παραλελυμένον, τὸν χρόνον ἔγνως τὸν μακρὸν τῆς ἐμῆς ἀῤῥωστίας, καὶ ἐρωτᾷς εἰ βούλομαι γενέσθαι ὑγιής; ταῖς ἐμαῖς ἦλθες ἐπιγελάσαι συμφοραῖς, καὶ ἀλλότρια κωμῳδῆσαι κακά; Ἴστε γὰρ ὡς μικρόψυχοι οἱ ἄῤῥωστοί εἰσιν, εἰ καὶ ἐνιαυτὸν μόνον ἐπὶ κλίνης κατακλιθεῖεν· ὅπου δὲ τριάκοντα καὶ ὀκτὼ ἔτη τὸ νόσημα παρετάθη, πῶς οὐκ εἰκὸς ἅπασαν ἀνηλῶσθαι φιλοσοφίαν ἐν μακρῷ τῷ χρόνῳ δαπανηθεῖσαν; Ἀλλ᾽ ὅμως οὐδὲν τοιοῦτον οὔτε εἶπεν, οὔτε ἐνενόησεν ἐκεῖνος, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας ποιεῖται τὴν ἀπόκρισιν, καί φησι· Ναὶ, Κύριε· ἀλλ᾽ ὅτι ἄνθρωπον οὐκ ἔχω, ἵν᾽, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν.

Ὅρα πόσα συνῆλθεν ὁμοῦ καὶ τὸν ἄνθρωπον ἐπολιόρκει· νόσος, καὶ πενία, καὶ ἐρημία τῶν προστησομένων. Ἐν ᾧ δὲ ἐγὼ ἔρχομαι, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Τοῦτο πάντων ἐλεεινότερον, καὶ λίθον αὐτὸ ἱκανὸν ἐπικάμψαι. Καὶ γὰρ ὁρᾷν μοι δοκῷ τὸν ἄνθρωπον ἕρποντα καθ᾽ ἕκαστον ἐνιαυτὸν, καὶ πρὸς αὐτὸ τὸ στόμα τῆς κολυμβήθρας γιγνόμενον, καὶ ἐν αὐτῷ τῷ τέλει τῆς χρηστῆς ἐκκρεμάμενον ἐλπίδος καθ᾽ ἕκαστον ἐνιαυτόν· καὶ τὸ δὴ μεῖζον, ὅτι ταῦτα ὑπέμεινεν οὐκ ἐπὶ δύο καὶ τρισὶ καὶ δέκα ἔτεσιν, ἀλλ᾽ ἐπὶ ὀκτὼ καὶ τριάκοντα. Καὶ τὴν μὲν σπουδὴν ἐπεδείκνυτο πᾶσαν, τοῦ δὲ καρποῦ ἐξέπιπτε· καὶ ὁ μὲν δρόμος ἐγίνετο, τούτου δὲ τοῦ δρόμου τὸ βραβεῖον ἑτέρου, ἐπὶ τοῖς πολλοῖς ἐκείνοις ἔτεσι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ ἄλλους ἀπαλλαττομένους ἑώρα. Ἴστε γὰρ δὴ τοῦτο, ὅτι τῶν οἰκείων κακῶν ἀκριβεστέραν αἴσθησιν λαμβάνομεν, ὅταν ἑτέρους τοῖς αὐτοῖς περιπεσόντας δεινοῖς καὶ ἀπαλλαγέντας ἴδωμεν. Διὰ τοῦτο καὶ ὁ πένης, ὅταν ἴδῃ πλουτοῦντα ἕτερον, τότε μᾶλλον τῆς οἰκείας αἰσθάνεται πενίας· καὶ ὁ νοσῶν πλεῖον ὀδυνᾶται, ὅταν πολλοὺς τῶν καμνόντων ἴδῃ τὴν ἀῤῥωστίαν ἀποθεμένους, αὐτὸν δὲ οὐδεμίαν ἔχοντα χρηστὴν ἐλπίδα. Ἐν γὰρ ταῖς ἑτέρων εὐπραγίαις τὰς οἰκείας σαφέστερον καθορῶμεν συμφοράς· ὃ δὴ καὶ τούτῳ τότε συνέβαινεν.

Ἀλλ᾽ ὅμως καὶ νοσήματι καὶ πενίᾳ καὶ ἐρημίᾳ ἐπὶ τοσοῦτον χρόνον παλαίων, καὶ ἑτέρους ὁρῶν ἀπαλλαττομένους, καὶ αὐτὸν ἐπιχειρήσαντα μὲν ἀεὶ, ἰσχύοντα δὲ οὐδέποτε, καὶ οὐδὲ μετὰ ταῦτα πάλιν ἐλπίζων ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ, οὐδὲ οὕτως ἀφίστατο, ἀλλὰ κατ᾽ ἐνιαυτὸν ἔτρεχεν. Ἡμεῖς δὲ ἐὰν ἅπαξ πρὸς τὸν Θεὸν εὐξώμεθα περὶ ὁτιοῦν, καὶ μὴ λάβωμεν, εὐθέως ἀλύομεν, καὶ εἰς ἀκηδίαν ἐσχάτην ἐμπίπτομεν· ὡς τῆς αἰτήσεως ἀφιστάμεθα, ἐκλύομεν τὴν σπουδήν.

Ἆρα ἔστι κατ᾽ ἀξίαν ἢ τὸν παραλυτικὸν ἐπαίνεσαι, ἢ τὴν ἡμετέραν κακίσαι ῥᾳθυμίαν; Ποίας γὰρ ἂν εἴημεν ἀπολογίας ἄξιοι, ποίας δὲ συγγνώμης, ὅταν, ἐκείνου τριάκοντα καὶ ὀκτὼ καρτερήσαντος ἔτη, ἡμεῖς οὕτω ταχέως ἀναπίπτωμεν;

γʹ. Τί οὖν ὁ Χριστός; Ὅτε ἔδειξεν, ὅτι θεραπείας ἄξιός ἐστι, καὶ δικαίως πρὸ τῶν ἄλλων ἐπ᾽ αὐτὸν ἦλθε, καὶ λέγει αὐτῷ· Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ὁρᾷς πῶς οὐδὲν ἀπὸ τῶν τριάκοντα καὶ ὀκτὼ ἐτῶν παρεβλάβη, ἐπειδὴ μεθ᾽ ὑπομονῆς ἤνεγκε τὸ συμβάν; Ἥ τε γὰρ ψυχὴ φιλοσοφωτέρα αὐτῷ ἐν τῷ μακρῷ τούτῳ γέγονε χρόνῳ, ὥσπερ ἐν χωνευτηρίῳ τῇ συμφορᾷ δοκιμαζομένη, τήν τε ἰατρείαν μετὰ πλείονος ἀπελάμβανε δόξης. Οὐ γὰρ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ τῶν ἀγγέλων ἐθεράπευεν αὐτὸν Δεσπότης. Τίνος δὲ ἕνεκεν καὶ τὴν κλίνην αὐτῷ ἐκέλευσε λαβεῖν; Ἑνὸς μὲν μάλιστα καὶ πρώτου, ἵνα ἀπαλλάξῃ λοιπὸν τοὺς Ἰουδαίους τῆς τοῦ νόμου παρατηρήσεως.

Τοῦ γὰρ ἡλίου φαίνοντος, οὐκέτι τῷ λύχνῳ προσεδρεύειν ἔδει· τῆς ἀληθείας δειχθείσης, οὐκέτι τὸν τύπον περιέχειν ἐχρῆν. Διὰ τοῦτο, εἴ ποτε τὸ σάββατον ἔλυε, μέγιστον ἐν αὐτῷ σημεῖον εἰργάζετο, ἵνα ἡ τοῦ θαύματος ὑπερβολὴ τοὺς ὁρῶντας ἐκπλήττουσα, τὴν τῆς ἀργίας παρατήρησιν κατὰ μικρὸν ὑποσύρουσα ἐξέλῃ. Δεύτερον δὲ, ἵνα ἐπιστομίσῃ αὐτῶν τὰ ἀναίσχυντα στόματα. Ἐπειδὴ γὰρ περὶ τὴν κρίσιν τῶν θαυμάτων ἐκακούργουν, καὶ τῇ δόξῃ τῶν γιγνομένων ἐπηρεάζειν ἐπεχείρουν, ὥσπερ τι τρόπαιον καὶ ἔλεγχον ἀναμφισβήτητον τῆς ὑγιείας, τὴν φορὰν τῆς κλίνης ἐκέλευεν ἐπιδείκνυσθαι, ἵνα μὴ, ὅπερ ἐπὶ τοῦ τυφλοῦ ἔλεγον, τοῦτο καὶ ἐπὶ τούτου λέγωσι.

Τί δὲ ἔλεγον ἐπὶ ἐκείνου; Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστιν. Ἵνα μὴ οὖν καὶ ἐπὶ τούτου λέγωσι τὰ τοιαῦτα, ἡ κλίνη κατήγορος αὐτῶν τῆς ἀναισχυντίας γίνεται, ἐφ᾽ ὕψει φερομένη. Ἔστι τι καὶ τρίτον εἰπεῖν, τῶν εἰρημένων οὐκ ἔλαττον. Ἵνα γὰρ μάθῃς, ὅτι οὐκ ἀνθρωπίνη τέχνη, ἀλλὰ θεία δύναμις τὸ πᾶν εἰργάσατο, ἐκέλευσεν αὐτῷ φέρειν τὴν κλίνην, τῆς ἀληθοῦς καὶ εἰλικρινοῦς ὑγιείας μεγίστην παρέχων ἀπόδειξιν καὶ σαφῆ, ἵνα μή τις τῶν βλασφήμων ἐκείνων λέγῃ, ὅτι συνυποκρινόμενος ὁ παραλυτικὸς καὶ τῷ Χριστῷ χαριζόμενος, ἐσχηματίσατο βάδισιν ψιλήν.

Διὰ τοῦτο καὶ φορτίον ἐπὶ τῶν ὤμων αὐτοῦ κελεύει φέρειν. Εἰ γὰρ μὴ ἦν πεπηγότα αὐτῷ καλῶς τὰ μέλη, καὶ τὰ ἄρθρα σφιγέντα, οὐκ ἂν ἠδυνήθη βαστάσαι τοσοῦτον ὄγκον ἐπὶ τῶν ὤμων. Καὶ πρὸς τούτοις δὲ ἅπασι κἀκεῖνο ἐδείκνυτο, ὅτι ὑφ᾽ ἓν ἅπαντα γίνεται, ὅταν ὁ Χριστὸς προστάττῃ, καὶ ἀπαλλαγὴ νόσου, καὶ ὑγιείας ἐπάνοδος. Οἱ μὲν γὰρ ἰατροὶ κἂν ἀπαλλάξωσι νοσημάτων, ἀλλ᾽ ὑφ᾽ ἓν πρὸς ὑγίειαν ἐπαναγαγεῖν τὸν ἀῤῥωστοῦντα οὐκ ἰσχύουσιν, ἀλλ᾽ ἑτέρου δέονται μακροῦ χρόνου, τοῦ τῆς ἀναλήψεως, ὥστε τὰ λείψανα τῆς ἀῤῥωστίας κατὰ μικρὸν ἀποξύσαι τοῦ σώματος καὶ ἐκβαλεῖν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ᾽ ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῆς ἀῤῥωστίας ἀπήλλαξε, καὶ τὴν ὑγίειαν ἐπανήγαγε, καὶ μέσος οὐδεὶς ἐγένετο χρόνος, ἀλλ᾽ ἅμα τῆς ἁγίας γλώττης ἐξεπήδησεν ἡ ἱερὰ ἐκείνη φωνὴ, καὶ τὸ νόσημα τοῦ σώματος ἐδραπέτευε, καὶ ὁ λόγος ἔργον ἐγένετο, καὶ ἡ ἀῤῥωστία πᾶσα πάντοθεν ἐθεραπεύετο. Καὶ καθάπερ θεράπαινά τις στασιάζουσα, ἐπειδὰν ἴδῃ τὸν ἑαυτῆς δεσπότην, συστέλλεται, καὶ πρὸς εὐταξίαν τὴν προσήκουσαν ἐπανέρχεται· οὕτω καὶ ἡ φύσις τοῦ σώματος καθάπερ θεράπαινά τις τότε στασιάσασα, καὶ τὴν πάρεσιν ἐργασαμένη, ἐπειδὴ τὸν Δεσπότην εἶδε τὸν ἑαυτῆς παραγενόμενον, πρὸς τὴν οἰκείαν ἐπανῆλθεν εὐταξίαν, καὶ τὸν πρέποντα κόσμον ἀνέλαβε.

Καὶ ταῦτα πάντα ἡ φωνὴ εἰργάσατο· οὐ γὰρ ἦν ψιλὰ τὰ ῥήματα, ἀλλὰ ῥήματα Θεοῦ, περὶ ὧν φησιν, ὅτι Ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. Εἰ γὰρ οὐκ ὄντα ἄνθρωπον ἐποίησε, πολλῷ μᾶλλον σαθρωθέντα καὶ διαλυθέντα πάλιν ἐπανώρθωσεν.

Ἐνταῦθα ἡδέως ἂν ἐροίμην τοὺς πολυπραγμονοῦντας τοῦ Θεοῦ τὴν οὐσίαν, πῶς συνῆλθε τὰ μέλη ἐκεῖνα; πῶς ἐσφίγγετο τὰ ὀστᾶ; πῶς ὁ τόνος τῆς γαστρὸς ὁ διαλελυμένος ἐῤῥώννυτο; πῶς τὰ χαλασθέντα νεῦρα πάλιν ἐτείνοντο, καὶ ἡ καταβληθεῖσα δύναμις ἀνίστατο καὶ ἀνωρθοῦτο; Ἀλλ᾽ οὐκ ἂν ἔχοιεν τὸ πῶς εἰπεῖν.