Καὶ ἡμεῖς οὖν δεόμεθα, Καταλλάγητε τῷ Θεῷ, καὶ εἰπὲ οὕτως, ὦ παρθένε· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, ὅτι τὴν κειμένην ἤγειρας, τὴν τεθανατωμένην ἐζωοποίησας, τὴν ἐῤῥυπωμένην ἐλάμπρυνας, τὴν βεβυθισμένην τῇ ἁμαρτίᾳ τῷ ἀγκίστρῳ τῆς εὐσεβείας ἀνέσπασας, τὴν πλανηθεῖσαν ᾠκειώσω, τὴν αἰχμάλωτον ἠγόρασας, τὴν ὑβρίσασαν οὐκ ἠμύνου, τὴν δραπετεύσασαν ἀνεκαλέσω, τὴν αἱμαχθεῖσαν ἀπέπλυνας, τὴν ὑπὸ τῆς ἡδονῆς θηρευθεῖσαν ἀπέσπασας, τὴν ταρτάρων ἀξίαν οὐρανοπολίτιδα ἀπειργάσω, τῆς γεέννης ἠλευθέρωσας, τῆς ῥομφαίας ἐλυτρώσω, τῶν δεσμῶν ἔλυσας, τῆς ἀϊδίου ζωῆς ἠξίωσας, τοῦ κινδύνου ἀφήρπασας, τὸν διάβολον ᾔσχυνας, τὸ χειρόγραφον διέῤῥηξας. Ὢ δακρύων ἀγαθῶν γεωργὲ, τί τούτων λαμπρότερον τῶν θαυμάτων;