Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τῶν διαφθειρόντων τὰς παρθένους

Ἰωάννης ὁ Χρυσόστομος

Οδηγίες για την πνευματική ζωή και τη διαφύλαξη της αγνείας

Πρακτικές συμβουλές για την αποφυγή των σαρκικών επιθυμιών, την απόκρουση των πονηρών λογισμών και την προσοχή στις συναναστροφές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Συνέλθητε οὖν, ὅσαι τῷ τοιούτῳ κινδύνῳ τοῦ ναυαγίου περιεπέσετε, γνῶτε, διδάχθητε, παιδεύθητε, ὅτι ὁ μὲν τῆς ἁμαρτίας καρπός ἐστι θάνατος, ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστι ζωὴ καὶ εἰρήνη καὶ ἁγιασμός. Ὅσοι νῦν τε καὶ πάντοτε βούλεσθε ἐκφυγεῖν τὸν θάνατον τοῦτον, τὰ λεγόμενα ἅπαντα ὑπόθεσιν σωτηρίας λάβετε· καὶ τοῦτο ἀεὶ μελετᾶτε πάντες, ἐξαιρέτως δὲ οἱ μονάζοντες, καὶ παρθένοι αἱ τὰ σώματα ὑμῶν ἀφιερώσασαι τῷ Κυρίῳ· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ ἐπιθυμία τῆς σαρκὸς τὸν καρπὸν τῆς ἁμαρτίας θάνατον ἐβλάστησεν· ὁ δὲ καρπὸς ὁ πνευματικὸς ζωὴν αἰώνιον καὶ ἀφθαρσίαν καὶ ἁγιασμὸν καὶ εἰρήνην ψυχικῶς τε καὶ σωματικῶς. Διὸ πᾶσιν ὑμῖν τοῦτο γνωστὸν ἔστω, ὡς οὐδεμία ἀρετὴ τιμιωτέρα παρθενίας πέφυκεν εἰς πᾶν φυτὸν ἀρετῆς, ἀλλ᾽ οὐδὲ ὁμοία ταύτης εὑρίσκεται, ἐὰν ὁ μονάζων ἐκεῖνος, ἢ ἡ παρθένος κατὰ διάνοιαν μὴ ἐκπορνεύσῃ· ἡ γὰρ συγκατάθεσις τῶν λογισμῶν πᾶσαν τὴν πρᾶξιν ἀπετέλεσεν. Ἀψευδὴς γὰρ ὁ εἰπών· Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὐδὲν δὲ κεχωρισμένον ἐκ τοῦ ἄῤῥενος καὶ τῆς θηλείας· πάντες γὰρ τοῦ αὐτοῦ φυράματος τυγχάνομεν, καθὼς τὸ Εὐαγγέλιόν φησι· τὸ μὲν θέλημα ἀνδρὸς λέγει. τὸ δὲ θέλημα σαρκὸς, ἓν καὶ τὸ αὐτὸ πᾶν εἰρηκώς.

Διὸ δεῖ καὶ τὴν τοῦ Χριστοῦ παρθένον ὅλην ἑαυτὴν ἄμωμον τηρεῖν καὶ ἄφθαρτον, καὶ τὴν καρδίαν πρὸς τὸν αὐτῆς νυμφίον καὶ δημιουργὸν Χριστὸν, τοῖς δὲ ὀφθαλμοῖς τῆς διανοίας ὡς βλέπουσαν τὸν ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, πάντα λόγον ἀργὸν καὶ μὴ ὄντα πρὸς οἰκοδομὴν ἀποστρέφεσθαι, παντὶ ἄῤῥενι ἀδεῶς μὴ συνδιάζειν, καὶ μάλιστα τῶν ἀτάκτως περιπατούντων.

Εἰ δὲ πληροφορία τίς ἐστι περὶ ὠφελείας ψυχῆς, οὐ δεῖ παραιτεῖσθαι ἄνδρας εὐσχημόνως περιπατοῦντας. Μὴ παῤῥησιάζεσθαι δεῖ, μηδὲ χρονίζειν, γυναιξὶν ἀσέμνοις μὴ συγγελοιάζειν· ὅρκος δὲ ὅλως ἐκ στόματος μὴ ἐξερχέσθω· Δεσποτικὸν γὰρ τὸ παράγγελμα, ὅτι οὐδὲ κατὰ τῆς ἰδίας σου κεφαλῆς ἀνέχεταί σε ὀμόσαι λέγων, ὅτι Πᾶν τὸ πλεῖον τοῦ Ναί καὶ τοῦ Οὔ, ἐκ τοῦ πονηροῦ ἐστι· τοὺς δὲ ῥυπαροὺς καὶ ἀσέμνους λογισμοὺς, καὶ πάντα τὰ τῆς σαρκὸς πειρατήρια τῷ φόβῳ καὶ τῷ πόθῳ τοῦ Χριστοῦ καὶ τῷ τύπῳ τοῦ σταυροῦ αὐτοῦ ἀπελαύνειν.