Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ ἱπποδρομίου

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Το πνευματικό στάδιο και ο ιππόδρομος της Εκκλησίας

Πρόλογος του λόγου και αντιπαραβολή του κοσμικού ιπποδρόμου με το πνευματικό θέαμα της σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸ ἱπποδρόμιον λόγος. Στάδιον ἡμῖν σήμερον πνευματικὸν καὶ δρόμος οὐράνιος ἀνέῳγε τοῖς ἑτοίμως πρὸς τὴν θεωρίαν τοῦ πνεύματος ἔχουσιν, οὐ κατὰ τὸν ἐκ γῆς χοϊκὸν, ἀλλὰ κατὰ τὸν τοῦ πνεύματος ἐπουράνιον ἄνθρωπον· ἐφ᾽ ᾧ δεῖ τρέχειν μὲν κατὰ τὴν γῆν, σκοπεῖν δὲ κατὰ τοῦ οὐρανοῦ.

Τοῦτο προήχθην ἱστορῆσαι πρὸς ἔλεγχον τῶν φιλοθεαμόνων, τῶν τὸ πνευματικὸν τῆς σωτηρίας θεώρημα παρορώντων, καὶ τὸ σωματικὸν τῆς πονηρίας ἱπποδρόμιον, μᾶλλον δὲ σατανοδρόμιον προτιμούντων. Θεώρει δὲ σπουδαίως, ἀγαπητὲ, μᾶλλον τὸ τῆς Ἐκκλησίας ἀπερίεργον ἱπποδρόμιον, ἔνθα Παῦλος ἀγωνίζεται, οὐκ εὐρίπου καὶ κάμπων κύκλους τρέχων, ἀλλ᾽ ἀπὸ Ἱερουσαλὴμ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ ἐκπληρῶν τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· ἔνθα ὁ Ἡλίας ἡνιοχεῖ, περὶ οὗ εἴρηται· Ἅρμα, ἅρμα, ἡνίοχε τοῦ Ἰσραὴλ, καὶ ἱππεὺς αὐτοῦ· οὐκ ἀπὸ λευκῆς ἐπὶ σφενδόνα μιλιοδρομῶν, ἀλλ᾽ ἀπὸ γῆς εἰς οὐρανὸν πυρίνου ἅρματος κατατολμῶν, ἔνθα λαὸς οὐρανοπολιτῶν ἐπὶ τὴν θεωρίαν πάρεστι, καὶ κριτὴς πνευματικὸς καθέζεται, καὶ βασιλεὺς θεωρεῖ, καὶ ἐπινίκιον οὐράνιον δῶρον τίθεται, καὶ μάστιγες φοβερᾶς κρίσεως πρόκεινται. Βούλεταί σε ὁ Θεὸς δι᾽ ἑαυτοῦ ἀγωνίζεσθαι.