Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ ἱπποδρομίου

Ἰωάννης ὁ Χρυσόστομος

Η αλληγορία του αγώνα: Ευαγγέλιο και αρετές έναντι πλάνης και παθών

Αλληγορική περιγραφή του άρματος του Ευαγγελίου σε αντίθεση με εκείνο του διαβόλου και αντιστοίχιση των χριστιανικών αρετών έναντι των δαιμόνων και των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Διὸ καὶ δέδωκέ σοι τὸ τῶν Εὐαγγελίων τετράθηρον ἅρμα, ἐν ᾧ ἅρματι ἵπποι λευκοὶ κατὰ τὸν Ζαχαρίαν· ζυγαῖοι μὲν φῶς καὶ ἀθανασία, ἀκροτῆρες δικαιοσύνη καὶ ἀλήθεια, οἱ πορευόμενοι κατόπισθεν τοῦ ἅρματος τοῦ πορευομένου εἰς γῆν βοῤῥᾶ· περὶ οὗ λέγει ἡ Σοφία, Σκληρός τις ἄνεμος βοῤῥᾶς· σκληρὸν γὰρ ἀληθῶς πνεῦμα καὶ πονηρὸν ὁ διάβολος. Ἐν ἅρματι αὐτοῦ ἵπποι μέλανες· ὑποζύγιοι μὲν ὁ ᾅδης καὶ θάνατος, ἀκροτῆρες δὲ σκότος καὶ ἀπώλεια, οὓς δεῖ καθηνιοχεῖν τῷ ἅρματι τοῦ Χριστοῦ, ὅτι Τὸ ἅρμα, φησὶ, τοῦ Θεοῦ, μυριοπλάσιον, χιλιάδες εὐθυνόντων, οὓς δεῖ καθηνιοχεῖν ἐν ταῖς τρικυμίαις τοῦ βίου, ὡς ἐν θαλάσσῃ. Ἐπεβίβασεν γὰρ εἰς θάλασσαν τοὺς ἵππους αὐτοῦ ταράττοντας ὕδατα πολλὰ, καὶ καταστρέφοντας τὰ ἅρματα τοῦ νοητοῦ Φαραὼ, καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθράν. Ἔχει δὲ καὶ πάριππον ἄγγελον τὸν καταδιώκοντα καὶ παρασκοτοῦντα τοὺς ἵππους τοῦ ἐχθροῦ σου. Γενηθήτω γὰρ, φησὶν, ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς. Ἔχεις ἐξ ἐναντίας τοὺς τὰς δόσεις αὐτοῦ καταγγέλλοντας Χαναναίους, Φαρισαίους, Σαδουκαίους· ἔχεις καὶ σὺ Μωϋσέα, Σαμουὴλ καὶ Δαυῒδ, οἳ προκατήγγειλαν περὶ τῆς ἐλεύσεως τοῦ δικαίου.

Ἔχει ἐκεῖνος μεσαφέτας δαίμονας, Βὴλ καὶ Δαγὼν καὶ Βαὰλ καὶ Χαμὼς, οἳ τὸν Ἰσραὴλ ἔβαλλον ἀπὸ σκελῶν, καὶ τὰ κῶλα αὐτῶν ἔῤῥιψαν ἐν τῇ ἐρήμῳ· ἔχεις καὶ σὺ θυρανοίκτας Παῦλον, καὶ Σιλουανὸν, καὶ Τιμόθεον, καθὼς αὐτοί φασιν, ὅτι Θύρα ἡμῖν ἀνέῳγε μεγάλη καὶ ἐναργὴς, καὶ ἀντικείμενοι πολλοὶ, οἳ καὶ ἐζήτησαν ἵνα δοθῇ αὐτοῖς λόγος ἐν ἀνοίξει τοῦ στόματος αὐτῶν. Ἔχει ἐκεῖνος Φίλητον, Ἰούδαν, Δήμαν καὶ Ἑρμογένην, Ὑμεναῖον καὶ Ἀλέξανδρον τὸν χαλκέα ὑποκρίσεως γέμοντας· ἔχεις καὶ σὺ θεωρητὰς τὸν τῶν ἀγγέλων δῆμον, τὰ τῶν δικαίων τάγματα ἄνωθεν καθορῶντα· πῶς μὲν πάντες τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον. Εἷς ὁ κατὰ τὴν ἀλήθειαν λαὸς τοῦ Χριστοῦ, εἷς ἐν Χριστῷ βαπτισθεὶς, καὶ Χριστὸν ἐνδυσάμενος· καὶ μηκέτι Ἰουδαῖος μήθ᾽ Ἕλλην, ἄρσεν καὶ θῆλυ, δοῦλος ἢ ἐλεύθερος, Σκύθης, Ἄρειος, Εὐνόμιος, Μαραθώνιος, ἀλλ᾽ εἷς ἐν Χριστῷ.

Ἀξίως τοῦ Θεοῦ τρέχε, καὶ πολιτεύου, λαὲ τοῦ Θεοῦ, ἐν τῷ θεωρίῳ τοῦ παναγίου Πνεύματος. Μὴ τερπέτω σε τὰ προϊππικὰ κομβινεύματα, ἵνα μὴ καταλάβῃ σε τὰ πρὸ κρίσεως κινδυνεύματα. Εἰ βούλει κομβινεύειν καὶ διατάσσεσθαι, δύνασαι τοῦτο ποιεῖν μᾶλλον ἐν τῷ θεωρήματι πνευματικῷ. Ζεῦξον κατὰ τῶν θηλυμανῶν ἵππων τοῦ διαβόλου τοὺς εὐσεβεῖς σου λογισμούς· ἀντιδιάταξαι κατ᾽ ἰσχυρῶν μακροθυμίαν. Κρεῖττον γὰρ, φησὶ, μακρόθυμος ἰσχυροῦ· κατὰ ἰουδαϊσμοῦ χριστιανισμὸν, καθ᾽ ἑλληνισμοῦ θεοσέβειαν, κατὰ πορνείας σωφροσύνην, κατὰ πλεονεξίας ἐλεημοσύνην, κατὰ ψεύδους ἀλήθειαν, κατ᾽ ὀργῆς πραότητα καὶ ἐπιείκειαν.

Πάλιν κατ᾽ ὀξέων ζεῦξον καθυποτακτὰς, τουτέστι, κατὰ θυμοῦ καὶ λύπης πραϋθυμίαν (Πραΰθυμος γὰρ, φησὶν, ἀνὴρ, καρδίας ἰατρός)· κατ᾽ ὀξέων πραϋθυμίαν, κατ᾽ ἔχθρας φιλίαν, κατὰ μίσους ἀγάπην, κατὰ θλίψεως εὐχαριστίαν, καθ᾽ ὑπερηφανίας ταπεινοφροσύνην, κατὰ πονηρίας ἀγαθωσύνην, καὶ κατὰ παντὸς ἅπαξ ἐναντίου πράγματος τὴν ὀρθόδοξον καὶ σωτήριον πίστιν ἔχε.