Μήτις με δόξῃ γελοιάζοντα λέγειν· οὐ ψεύδομαι. Ὡς γὰρ ἐν τῷ ἱπποδρομίῳ πάντων οἱ ὀφθαλμοὶ ἐπὶ τὸν μαμπάριον, πεπηγότος τοῦ σημάντρου, ἀτενίζουσιν. ἐκδεχομένων ἐν τῇ βουλῇ ἐκείνου τὸ ἄνοιγμα· οὐδὲν ἧττον καὶ οἱ ἐπὶ τὴν ἐκκλησιαστικὴν θεωρίαν εἰς τὸ αὐτὸ ἀθροιζόμενοι, τοῦ διακόνου ἀνοίγειν μέλλοντος τὸ τοῦ Εὐαγγελίου τετράθυρον, πάντες αὐτῷ ἀτενίζομεν ἡσυχίαν παρέχοντες, καὶ ἡνίκα τοῦ δρόμου τῆς ἀναγνώσεως ἄρξηται, εὐθέως διανιστάμεθα ἡμεῖς, ἐπιφωνοῦντες· Ἀλλὰ δόξα σοι, Κύριε. Ἀνάβηθι ἐπὶ τὸ ἅρμα, θήρευσον, ἀποδρόμησον, κατάστειλον, ἔκβαλε, ἀπόστρεψον, πίασον, καὶ ποίησον ἐκ τοῦ στόματος τὴν καλὴν ὁμολογίαν, ἀποδρόμησον κατὰ τοῦ ἐναντίου· Ὁ γὰρ πορευόμενος ἁπλῶς, πορεύεται πεποιθώς. Κατάστειλον αὐτὸν ὡς ὁ Δαυῒδ τὸν Γολιὰθ, ἔκβαλλε αὐτὸν ὡς ὁ Ἑλισσαῖος τὸν Γιεζὶ, πίασον αὐτὸν ὡς ὁ Ἡλίας τὸν Ἀχαὰβ ἐν τῷ ἀμπελῶνι τοῦ Ναβουθαὶ, ἀπόστρεψον αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· πρόσεχε σεαυτῷ. Προσέχετε γὰρ, φησὶν, ἑαυτοῖς, μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ. Πάντα βάστασον· Ἀλλήλων γὰρ, φησὶ, τὰ βάρη βαστάζετε. Ἄνοδα ἔχων φυλάττου, Μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· μὴ ἀποστρεφόμενος εἰς τὰ ὀπίσω, μνημονεύων τῆς γυναικὸς Λώτ. Μέσον ἔχε ὁδὸν δικαιοσύνης, μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδ᾽ εἰς ἀριστερά.