Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ ἱπποδρομίου

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος και δοξολογία

Η είσοδος του νικητή στον παράδεισο, η αναφορά στη στεφάνωση του αγωνιστή και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἆρον εἰς ὕψος ὁσίους χεῖρας πρὸς τὸν βασιλέα, λαβὼν βραβεῖον τῶν φοινίκων κατὰ τοὺς παῖδας, καὶ σείσας προσκύνησον αὐτῷ, ὅτι Ἔπεσε Βὴλ, συνετρίβη Δαγών. Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν τοῦ Ἰησοῦ Χριστοῦ. Ταύτῃ τῇ νίκῃ καὶ τὸν παράδεισον οἷα λοῦτρον πάνδημον ἀνοῖξαι δυνηθήσῃ, ἔνθα ποταμοὶ τέσσαρες, ὕδωρ πολὺ, ὡς ἐν λούτρῳ, ἐν τόπῳ χλόης, ὅπως καὶ σὺ εὐκαίρως λέγῃς· Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐφ᾽ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· καὶ ἐπὶ πᾶσι τούτοις καυχώμενος λέγῃς, Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.