Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ μὴ ἀπογινώσκειν

Ἰωάννης ὁ Χρυσόστομος

Η δύναμη της επίμονης προσευχής και η αποτροπή της απελπισίας

Αναφορά στην αξία της επίμονης προσευχής μέσα από βιβλικά παραδείγματα, η απόκτηση παρρησίας μέσω της επιγνώσεως των αμαρτιών και τελική προτροπή κατά της απελπισίας, η οποία κατακλείεται με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἂν δὲ καὶ κρείσσω λάβῃς, οὐκ ἀφίησί σοι τὴν ἡδονὴν ἀκέραιον εἶναι τὴν ἐκ τῆς δευτέρας, διὰ τὴν ἄφεσιν τῆς προτέρας, λογιζομένης σοι μοιχείας· μοιχεία γάρ ἐστι τὸ τὴν προτέραν ἀφεῖναι. Ὅταν οὖν ἴδῃς δυσκολίαν τινὰ συμπεσοῦσαν, ἢ ἐν τῷ γάμῳ, ἢ ἐν ἑτέρᾳ πραγμάτων καταστάσει, παρακάλει τὸν Θεόν· αὕτη γὰρ μόνη λύσις ἐστὶν ἀρίστη τῶν συμβαινόντων ἡμῖν δεινῶν. Καὶ γὰρ μέγα τῆς εὐχῆς τὸ ὅπλον ἐστί. Τοῦτο καὶ πολλάκις εἶπον, καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι· κἂν ἁμαρτωλὸς ὑπάρχῃς, βλέπε πρὸς τὸν τελώνην τὸν μὴ ἀποτυχόντα, τὸν τοσαῦτα ἁμαρτήματα ἀπονιψάμενον. Βούλει μαθεῖν ὅσον ἐστὶν εὐχή; Οὐκ ἀνύει τοσοῦτον φιλία πρὸς Θεὸν, ὅσον εὐχή. Καὶ οὐκ ἐμὸς ὁ λόγος· οὐ γὰρ ἂν ἐτόλμησα τοσοῦτον πρᾶγμα ἀπὸ τῆς ἐμαυτοῦ γνώμης ἀποφήνασθαι· ἄκουσον ἐκ τῶν Γραφῶν πῶς. ὅσον οὐκ ἤνυσε φιλία, ἤνυσεν εὐχή. Τίς ἐστιν ἐξ ὑμῶν, φησὶν, ὃς ἕξει φίλον, καὶ ἐλθὼν εἴπῃ αὐτῷ· Ἑταῖρε, χρῆσόν μοι τρεῖς ἄρτους· κἀκεῖνος ἀποκριθεὶς ἐρεῖ αὐτῷ· Ἡ θύρα κέκλεισται, τὰ παιδία ἐπὶ τῆς κλίνης ἐστί· μή μοι κόπους πάρεχε. Λέγω γὰρ ὑμῖν, εἰ καὶ διὰ τὸ εἶναι φίλον αὐτοῦ μὴ δώσει αὐτῷ, διὰ δὲ τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ ὅσων ἂν χρῄζῃ. Ὁρᾷς πῶς, ὅσον οὐκ ἴσχυσεν ἡ φιλία, τοῦτο ἴσχυσεν ἡ προσεδρεία;

Ἐπειδὴ γὰρ φίλος ἦν αἰτῶν, ἵνα μὴ νομίσῃς ὅτι διὰ τοῦτο ἤνυσεν, εἶπεν· Εἰ καὶ διὰ τὸ εἶναι φίλον αὐτοῦ μὴ δώσει αὐτῷ, διὰ δὲ τὴν ἀναίδειαν αὐτοῦ δώσει αὐτῷ.

Εἰ καὶ ἡ φιλία μὴ ἐργάσεται, φησὶ, τοῦτο, ἀλλὰ ἡ προσεδρεία ἐργάσεται, ὅσον ἡ φιλία οὐκ ἴσχυσε. Καὶ ποῦ τοῦτο γέγονεν; Ἐπὶ τοῦ τελώνου. Οὐδὲ γὰρ ἦν τῷ Θεῷ φίλος ὁ τελώνης· ἀλλ᾽ ἐγένετο φίλος· ὥστε κἂν ἐχθρὸς ᾖς, τῇ προσεδρείᾳ γενήσῃ φίλος. Ὅρα καὶ τὴν Συροφοίνισσαν, καὶ ἄκουσον τί φησι πρὸς αὐτήν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Καὶ πῶς ἐποίησεν αὐτὸ, εἰ μή ἐστι καλόν; Τῇ προσεδρείᾳ αὐτὸ ἐποίησεν ἡ γυνὴ καλόν· ἵνα μάθῃς, ὅτι ὧν οὐκ ἐσμὲν ἄξιοι, γινόμεθα ἄξιοι, διὰ τῆς προσεδρείας.

ηʹ. Ταῦτα εἶπον ἵνα μὴ λέγῃς ὅτι Ἁμαρτωλός εἰμι, ἀπαῤῥησίαστός εἰμι, οὐκ ἔχω εὐχήν. Ἐκεῖνος ἔχει παῤῥησίαν ὁ μὴ νομίζων ἔχειν παῤῥησίαν· ὡς ὁ νομίζων παῤῥησίαν ἔχειν, ἀπώλεσε τὴν παῤῥησίαν, καθάπερ ὁ Φαρισαῖος· ὁ δὲ νομίζων ἑαυτὸν ἀπεῤῥιμμένον καὶ ἀπαῤῥησίαστον, οὗτος μάλιστα εἰσακουσθήσεται, καθάπερ ὁ τελώνης. Ὅρα πόσα ἔχεις παραδείγματα, τὴν Συροφοίνισσαν, τὸν τελώνην, τὸν λῃστὴν τὸν ἐπὶ σταυροῦ, τὸν ἐν τῇ παραβολῇ φίλον τὸν τοὺς τρεῖς ἄρτους αἰτοῦντα, καὶ οὐχ οὕτω διὰ τὴν φιλίαν, ὡς διὰ τὴν προσεδρείαν ἐπιτυχόντα.

Τούτων ἕκαστος εἰ εἶπεν, ὅτι Ἁμαρτωλός εἰμι, ὅτι Κατῃσχυμμένος εἰμὶ, καὶ διὰ τοῦτο οὐκ ὀφείλω προσελθεῖν, οὐκ ἂν ἤνυσέ τι πλέον. Ἀλλ᾽ ἐπειδὴ ἕκαστος τούτων οὐ πρὸς τὸ μέγεθος εἶδε τῶν ἁμαρτημάτων, ἀλλὰ πρὸς τὸν πλοῦτον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐθάῤῥει, καὶ κατετόλμησε, καὶ ἁμαρτωλὸς ὢν ᾐτεῖτο ὑπὲρ τὴν ἀξίαν τὴν ἑαυτοῦ, καὶ ἤνυσεν ἕκαστος ἅπερ ἠθέλησε. Ταῦτ᾽ οὖν μνημονεύωμεν ἅπαντα καὶ φυλάττωμεν, καὶ εὐχώμεθα διηνεκῶς, μετὰ νήψεως, μετὰ τοῦ θαῤῥεῖν, μετὰ χρηστῶν ἐλπίδων, μετὰ σπουδῆς πολλῆς. Μεθ᾽ ὅσης ἕτεροι σπουδῆς κατεύχονται τῶν ἐχθρῶν, μετὰ τοσαύτης ἡμεῖς σπουδῆς καὶ ὑπὲρ τῶν ἐχθρῶν, καὶ ὑπὲρ τῶν ἑαυτῶν ἀδελφῶν εὐξώμεθα, καὶ πάντως ἐπιτευξόμεθα τῶν συμφερόντων ἁπάντων. Φιλάνθρωπος γὰρ ὁ διδοὺς, καὶ οὐχ οὕτως ἡμεῖς ἐπιποθοῦμεν λαβεῖν, ὡς ἐκεῖνος ἐπιποθεῖ δοῦναι. Ταῦτ᾽ οὖν ἅπαντα εἰδότες, κἂν εἰς ἔσχατον κακίας πυθμένα κατενεχθῶμεν, μηδὲ οὕτως ἀπογνῶμεν τῆς ἑαυτῶν σωτηρίας, ἀλλὰ μετὰ ἀγαθῆς ἐλπίδος προσίωμεν, πείσαντες ἑαυτοὺς ὅτι πάντως ληψόμεθα ἅπερ αἰτοῦμεν, ἂν κατὰ τοὺς ὑπ᾽ αὐτοῦ κειμένους νόμους αἰτῶμεν. Τῷ δυναμένῳ πάντα ποιῆσαι ὑπὲρ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, Χριστῷ τῷ παμβασιλεῖ Θεῷ ἡμῶν πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.