Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ μὴ ἀπογινώσκειν

Ἰωάννης ὁ Χρυσόστομος

Η προσευχή, η ταπείνωση και το παράδειγμα του Τελώνου

Εισαγωγικές σκέψεις περί της σωστικής προσευχής και της ταπεινώσεως έναντι της κενοδοξίας του Φαρισαίου, με προτροπές για την ορθή στάση των πιστών και την αποφυγή της κατάρας των εχθρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Περὶ τοῦ μὴ ἀπογινώσκειν τινὰς ἑαυτῶν, μηδὲ κατεύχεσθαι τῶν ἐχθρῶν, μηδὲ ἀπαγορεύειν ἐν τῷ μὴ λαμβάνειν αἰτοῦντας· καὶ πρὸς ἄνδρας περὶ τῆς πρὸς τὰς γυναῖκας εἰρήνης. αʹ. Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι μετὰ προθυμίας τοὺς περὶ τῆς εὐχῆς ἐδέξασθε λόγους, ὅτι με μακάριον ἐποιήσατε. Μακάριος γὰρ ὁ λέγων εἰς ὦτα ἀκουόντων. Οὐκ ἀπὸ τῶν κρότων καὶ τῶν ἐπαίνων μόνον, ἀλλὰ καὶ ἀφ᾽ ὧν ποιοῦντας εἶδον, ἐπείσθην.

Ὅτε γὰρ ὑμῖν παρῄνουν μὴ κατεύχεσθαι τῶν ἐχθρῶν, καὶ ἔλεγον ὅτι τὸν Θεὸν παροξύνομεν τοῦτο ποιοῦντες, καὶ ἀντινομοθετοῦμεν αὐτῷ (αὐτὸς γὰρ εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν, ἡμεῖς δὲ κατευχόμενοι τῶν ἐχθρῶν, ἀξιοῦμεν αὐτὸν τὸν ἑαυτοῦ λῦσαι νόμον), ὅτε οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἔλεγον, πολλοὺς ἐν ὑμῖν εἶδον πρόσωπα τύπτοντας καὶ στήθη, στενάζοντας πικρῶς, εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἀνατείνοντας, συγγνώμην αἰτοῦντας περὶ τῶν τοιούτων εὐχῶν. Τότε δὲ καὶ ἐγὼ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἀνατείνας, ηὐχαρίστησα τῷ Θεῷ, ὅτι οὕτω ταχέως ὁ λόγος τῆς διδασκαλίας τὸν καρπὸν ἡμῖν ἤνεγκε.

Τοιοῦτον γὰρ ὁ σπόρος ὁ πνευματικός· οὐ δεῖται ἐνιαυτῶν, οὐδὲ χρόνων, οὐδὲ ἡμερῶν, ἀλλὰ ἂν ἐπιλάβηται ψυχῆς γενναίας, εὐθέως τὸν στάχυν ἀκμάζοντα καὶ ἀπηρτισμένον δείκνυσιν· ὃ δὲ καὶ χθὲς γέγονεν ὑφ᾽ ὑμῶν. Κατέβαλον λόγον κατανύξεως, καὶ ἐβλάστησε στεναγμὸς ἐξομολογήσεως, στεναγμὸς πολὺν ἔχων τὸν πλοῦτον τῶν ἀγαθῶν. Εἰ γὰρ ὁ τελώνης ἐκεῖνος, ἵνα τὸ στῆθος τύπτων εἴπῃ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ἀπῆλθε δεδικαιωμένος ὑπὲρ τὸν Φαρισαῖον, πόσην εἰκὸς ἡμᾶς κτήσασθαι παῤῥησίαν, ἐν βραχεῖ χρόνῳ τοσαύτην κατάνυξιν ἐπιδειξαμένους;

Καίτοι τελώνου χεῖρον οὐδέν· οὗτος γὰρ ἔσχατος ὅρος κακίας ἐστίν· ὅπερ οὖν καὶ ὁ Χριστὸς παραδηλῶν, εἰς παράδειγμα τῶν ἐσχάτων κακῶν τὰς πόρνας καὶ τοὺς τελώνας ἄγει συνεχῶς. Πεπαῤῥησιασμένη γάρ ἐστι βία, ἀνεπιτίμητος ἁρπαγὴ, ἀναίσχυντος πλεονεξίας τρόπος, πραγματεία λόγον οὐκ ἔχουσα, ἀναιδὴς ἐμπορία· ἀλλ᾽ ὅμως ὁ τοσούτοις συζῶν κακοῖς, ἴσχυσεν ἀπὸ ψιλῶν ῥημάτων ἀποῤῥίψασθαι τὰ ὀνείδη, καὶ πλέον ὧν ᾔτησε λαβεῖν. Αὐτὸς μὲν γὰρ ἠξίου λέγων, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· ὁ δὲ Θεὸς οὐχ ἵλεως μόνον, ἀλλὰ καὶ ἐδικαίωσεν αὐτὸν ὑπὲρ τὸν Φαρισαῖον. Διὰ τοῦτό φησιν ὁ Παῦλος· Τῷ δὲ δυναμένῳ πάντα ποιῆσαι ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Καίτοι ὁ Φαρισαῖος ηὔξατο, καὶ ἐν τῷ ἱερῷ ἔστη, καὶ τὸν αὐτὸν ἐκάλεσε Θεὸν, καὶ πλείονα εἶπε ῥήματα, καὶ ἀπὸ εὐχαριστίας τὸ προοίμιον ἐποιήσατο τῆς εὐχῆς. Πόθεν οὖν ἐκεῖνος μὲν καὶ ἃ εἶχεν ἀπώλεσε καλὰ, οὗτος δὲ καὶ ἣν οὐκ εἶχε προσέλαβε παῤῥησίαν; Ὅτι οὐ τῆς εὐχῆς ὁ αὐτὸς τρόπος ἦν.

Ὁ μὲν γὰρ ἀλαζονείας ἔγεμε καὶ τύφου καὶ ἀπονοίας, οὗτος δὲ εὐγνωμοσύνης πολλῆς· διὰ τοῦτο οὗτος μὲν μυρία ἁμαρτημάτων φορτία ἔχων, πάντα ἀπέθετο, καὶ δικαιοσύνην ἔλαβεν· ἐκεῖνος δὲ πλήρη τὴν ναῦν κατορθωμάτων ἀναγαγὼν, καὶ ἐλεημοσύνης, καὶ νηστείας, καθάπερ τινὶ σκοπέλῳ προσαράξας τῷ τῆς κενοδοξίας καὶ ἀπονοίας φρονήματι, ἐν αὐτῷ τῷ λιμένι τὸ ναυάγιον ὑπέμεινε· τὸ γὰρ ἐν εὐχῇ ζημιωθῆναι, ἐν λιμένι ναυάγιόν ἐστιν ὑπομεῖναι. Ἀλλ᾽ οὐ παρὰ τὴν φύσιν τῆς εὐχῆς τοῦτο γέγονεν, ἀλλὰ παρὰ τὴν προαίρεσιν τὴν αὐτοῦ.

βʹ. Ὁρᾷς πῶς οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν ἡ εὐχὴ, ἐὰν μὴ προσῇ τὸ κατ᾽ ἐκείνους εὔξασθαι τοὺς νόμους, οὓς τέθεικεν ὁ Χριστός; Τίνας δὲ τέθεικε νόμους; Ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι. καὶ τῶν πολλὰ λυπούντων. Κἂν μὴ τοῦτο ποιῶμεν, ἀπολλύμεθα πάντως· καὶ δῆλον ἐκ τοῦ παραδείγματος τοῦ κατὰ τὸν Φαρισαῖον. Εἰ γὰρ οὗτος, οὐχὶ τῶν ἐχθρῶν κατευξάμενος, ἀλλὰ κενοδοξήσας μόνον, τοσαύτην ἔδωκε δίκην, τίς μένει τιμωρία τοὺς μακροὺς καὶ πολλοὺς κατὰ τῶν ἐχθρῶν ἀποτείνοντας λόγους; Τί ποιεῖς, ἄνθρωπε; ἕστηκας συγγνώμην αἰτῶν ἁμαρτημάτων, καὶ θυμοῦ πληροῖς τὴν διάνοιαν; Ὅτε πάντων ἡμερωτέρους εἶναι χρὴ, Δεσπότῃ διαλεγομένους, ὑπὲρ οἰκείων πλημμελημάτων παρακαλοῦντας, ἔλεον καὶ φιλανθρωπίαν καὶ συγγνώμην αἰτοῦντας, τότε ἀγριούμεθα, καὶ πρὸς θηριωδίαν ἐκπίπτομεν, καὶ πικρίας τὸ στόμα πληροῦμεν; Καὶ πῶς δυνησόμεθα, εἰπέ μοι, τῆς σωτηρίας ἐπιτυχεῖν, σχῆμα μὲν ἱκετῶν προβαλλόμενοι, ῥήματα δὲ ἀπονοίας φέροντες, καὶ καθ᾽ ἑαυτῶν παροξύνοντες τὸν Δεσπότην; Εἰσῆλθες τὰ οἰκεῖα θεραπεῦσαι τραύματα, οὐχὶ τὰ τοῦ πλησίον χαλεπώτερα ἐργάσασθαι· ἱλασμοῦ καιρός ἐστιν, εὐχῆς καιρὸς καὶ στεναγμοῦ, οὐχὶ ὀργῆς· δακρύων, οὐχὶ θυμοῦ, κατανύξεως, οὐχὶ ἀγανακτήσεως.

Τί συγχέεις τὴν τάξιν; τί σαυτῷ πολεμεῖς; τί καταλύεις σου τὴν οἰκοδομήν; Τὸν εὐχόμενον πρὸ τῶν ἄλλων ἁπάντων ἥμερον ἔχειν χρὴ διάνοιαν, κατεσταλμένον νοῦν, συντετριμμένην καρδίαν· ὁ δὲ τῶν ἐχθρῶν καταβοῶν οὐκ ἂν δυνηθείη τοῦτο κατορθῶσαί ποτε· θυμοῦ γάρ ἐστι πεπληρωμένος, καὶ οὐχ οἷός τέ ἐστιν ἔχειν κατεσταλμένην διάνοιαν.

Μὴ τοίνυν κατευχώμεθα τῶν ἐχθρῶν, ἀλλὰ μηδὲ τῶν κατορθωμάτων τῶν ἡμετέρων μνημονεύωμεν, ἵνα μὴ πάθωμεν ὅπερ ὁ Φαρισαῖος. Ὥσπερ γὰρ ἁμαρτημάτων μεμνῆσθαι, καλὸν, οὕτω κατορθωμάτων ἐπιλελῆσθαι, καλόν. Τίνος ἕνεκεν; Ὅτι ἡ μὲν τῶν κατορθωμάτων μνήμη πρὸς ἀλαζονείαν ἡμᾶς ἐπαίρει, ἡ δὲ τῶν ἁμαρτημάτων μνήμη καταστέλλει τὴν διάνοιαν καὶ ταπεινοῖ· καὶ ἐκείνη μὲν ῥᾳθυμοτέρους ποιεῖ, αὕτη δὲ σπουδαιοτέρους ἐργάζεται. Καὶ γὰρ ὅσοι μηδὲν νομίζουσιν ἔχειν καλὸν, προθυμότεροι γίνονται πρὸς τὸ κτήσασθαι τὰ καλά· οἱ δὲ πολλὴν ἑαυτοῖς ἀποτεθεῖσθαι τὴν ἐμπορίαν ἡγούμενοι, θαῤῥοῦντες τῇ ταύτης περιουσίᾳ, οὐκ ἂν πολλὴν ἐπιδείξαιντο σπουδὴν πρὸς τὸ πλείονα περιλαβέσθαι πάλιν.