Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ μὴ ἀπογινώσκειν

Ἰωάννης ὁ Χρυσόστομος

Τυπολογία της Παλαιάς Διαθήκης και το ηθικό δίδαγμα της στειρότητας

Ερμηνεία της αναμονής του Ισαάκ και της στειρότητας της Σάρρας ως προτυπώσεων της Αναστάσεως και της Εκκλησίας, με έμφαση στη σωφροσύνη και την πίστη του δικαίου Αβραάμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

γʹ. Μὴ τοίνυν μνησθῇς τῶν κατορθωμάτων, ἵνα μνησθῇ αὐτῶν ὁ Θεός. Λέγε γὰρ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Καὶ πάλιν· Οὐ μὴ μνησθῶ τῶν ἀνομιῶν σου, φησί· σὺ δὲ μνήσθητι. Ἀλλὰ τίνος ἕνεκεν τοῦ τελώνου οὕτω ταχέως ἐπήκουσεν ὁ Θεὸς, τὸν δὲ Ἰσαὰκ ἀφῆκεν εἴκοσιν ἔτη δέεσθαι καὶ παρακαλεῖν αὐτὸν περὶ τῆς γυναικὸς αὐτοῦ, καὶ τότε ἐπένευσε ταῖς εὐχαῖς τοῦ δικαίου; Ἀνάγκη γὰρ τῆς χθὲς διδασκαλίας ἀποδοῦναι ὑμῖν τὰ λείψανα. Τίνος οὖν ἕνεκεν τοῦτο γέγονεν; Ἵνα ἀπὸ μὲν τῶν κατὰ τὸν τελώνην μάθῃς τὴν φιλανθρωπίαν τοῦ Δεσπότου ταχέως ἐπακούσαντος, ἀπὸ δὲ τῶν κατὰ τὸν Ἰσαὰκ μάθῃς τὴν ὑπομονὴν τοῦ δούλου βραδέως λαβόντος, καὶ οὐκ ἀποστάντος τῆς ἱκετηρίας· ἵνα, κἂν ἁμαρτωλὸς ᾖς, μὴ ἀπογνῷς, κἂν δίκαιος ᾖς, μὴ ἐπαρθῇς. Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Κακῶς εἶχεν ὁ τελώνης· διὰ τοῦτο ταχέως αὐτῷ ὤρεξε χεῖρα· ὁ δὲ Ἰσαὰκ ἰσχυρότερος ἦν, καὶ διὰ τοῦτο αὐτὸν εἴασεν, ἵνα αὐτοῦ τὴν ὑπομονὴν ἐπιτείνῃ. Ἀλλ᾽ οὗτος μὲν ἐκ περιουσίας ἡμῖν ὁ λόγος εἰρήσθω. Τίνος δὲ ἕνεκεν ἡ γυνὴ στεῖρα ἦν, ἀναγκαῖον εἰπεῖν, ἵν᾽, ὅταν ἴδῃς Παρθένον μητέρα γινομένην, μὴ ἀπιστήσῃς· ἵν᾽, ὅταν εἴπῃ σοι ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ Μαρία; εἴπῃς αὐτῷ, Πῶς ἔτεκεν ἡ Σάῤῥα, καὶ ἡ Ῥεβέκκα, καὶ ἡ Ῥαχήλ; Ὅταν γὰρ μέλλῃ τι θαυμαστὸν καὶ μέγα γίνεσθαι θαῦμα, πολλοὶ προτρέχουσι τύποι.

Καὶ καθάπερ βασιλέως εἰσιόντος, προτρέχουσι στρατιῶται, ὥστε μὴ ἀθρόον ἀπαρασκευάστως δέξασθαι τὸν βασιλέα· οὕτω καὶ θαύματος μέλλοντος γίνεσθαι παραδόξου, προτρέχουσι τύποι, ὥστε ἡμᾶς προμελετήσαντας μὴ καταπλαγῆναι ἀθρόον, μηδὲ ἐκστῆναι τῷ παραδόξῳ τοῦ γινομένου. Τοῦτο καὶ ἐπὶ τοῦ θανάτου. Προέδραμεν Ἰωνᾶς, καὶ ἐγύμνασεν ἡμῶν τὴν διάνοιαν. Καθάπερ γὰρ ἐκεῖνον μετὰ τρεῖς ἡμέρας τὸ κῆτος ἤμεσεν, οὐχ εὑρὸν ἐν αὐτῷ τὴν οἰκείαν τροφὴν καὶ κατάλληλον· οἰκεία γὰρ τροφὴ καὶ κατάλληλος θανάτου τῆς ἁμαρτίας ἡ φύσις· ἐντεῦθεν ἐτέχθη, ἐντεῦθεν ἐῤῥιζώθη, ἐντεῦθεν καὶ τρέφεται. Καθάπερ οὖν ἐφ᾽ ἡμῶν, ἐπειδὰν λίθον καταπίωμεν οὐκ εἰδότες, τότε μὲν πρῶτον ἐπιχειρεῖ πέψαι τοῦτον ἡ τοῦ στομάχου δύναμις· ἐπειδὰν δὲ εὕρῃ ἀλλοτρίαν αὐτῷ οὖσαν τροφὴν, ὁμιλήσασα ἐπὶ πλέον αὐτῷ τῇ πεπτικῇ δυνάμει, ἐκεῖνον μὲν οὐ διαφθείρει, τὴν δὲ ἑαυτῆς ἀπόλλυσιν ἰσχὺν, ὅθεν οὐδὲ τὴν προτέραν δύναται κατέχειν τροφὴν, ἀλλὰ ἀτονήσασα κἀκείνην αὐτῷ συνεξεμεῖ μετὰ πολλῆς τῆς ὀδύνης· οὕτω καὶ ἐπὶ τοῦ θανάτου γέγονε. Κατέπιε τὸν λίθον τὸν ἀκρογωνιαῖον, καὶ οὐκ ἴσχυσεν αὐτὸν πέψαι· ἠσθένησεν αὐτοῦ πᾶσα ἡ δύναμις· διὰ τοῦτο μετ᾽ αὐτοῦ καὶ τὴν λοιπὴν, ἣν εἶχε, συνεξέβαλε τροφὴν, τῶν ἀνθρώπων συνεξεμέσας τὴν φύσιν. Οὐδὲ γὰρ ταύτην κατασχεῖν δυνήσεται λοιπὸν εἰς τέλος.

Διὰ τοῦτο καὶ αἱ στεῖραι προέδραμον, ἵνα ὁ τόκος πιστωθῇ· μᾶλλον δὲ οὐχ ἵνα ὁ τόκος πιστωθῇ μόνον, ἀλλ᾽ ἐὰν ἀκριβῶς ἐξετάσωμεν, καὶ αὐτοῦ τοῦ θανάτου τὴν στείρωσιν τύπον οὖσαν εὑρήσομεν. δʹ. Ἀλλὰ προσέχετε· λεπτὸν γὰρ τὸ ῥηθησόμενον· μέλλομεν γὰρ ἐρεῖν, πῶς πρὸς τὴν πίστιν τῆς ἀναστάσεως ἡμᾶς ἡ μήτρα τῆς Σάῤῥας στειρωθεῖσα χειραγωγεῖ. Πῶς οὖν ἡμᾶς χειραγωγεῖ; Καθάπερ αὕτη νεκρὰ οὖσα ἐκ τῆς τοῦ Θεοῦ χάριτος ἀνέστη, καὶ σῶμα ἐβλάστησε ζῶν τὸ τοῦ Ἰσαάκ· οὕτω καὶ ὁ Χριστὸς νεκρωθεὶς ἠγέρθη τῇ οἰκείᾳ δυνάμει. Καὶ ὅτι οὐ βεβίασται τὸ εἰρημένον, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος. Εἰπὼν γὰρ περὶ τοῦ Ἀβραὰμ, ὅτι Οὐκ ἐνενόησε τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας, ἀλλ᾽ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι, τοῦτ᾽ ἔστιν, ἀπὸ τῶν νεκρῶν σωμάτων ζῶντα ποιῆσαι γεννηθῆναι υἱόν· εἶτα ἀπ᾽ ἐκείνης εἰς ταύτην ἡμᾶς τὴν πίστιν χειραγωγῶν ἐπήγαγεν· Οὐκ ἐγράφη δι᾽ ἐκεῖνον μόνον, ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι᾽ ἡμᾶς. Διὰ τί; Οἷς μέλλει, φησὶ, λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν.

Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὸν Ἰσαὰκ ἀπὸ νεκρῶν σωμάτων ἤγειρεν· οὕτω καὶ τὸν Υἱὸν ἀνέστησε, νεκρὸν γενόμενον. Βούλει καὶ ἑτέρου πράγματος μαθεῖν σύμβολον οὖσαν τὴν στείρωσιν; Ἤμελλεν ἡ Ἐκκλησία τὸ πλῆθος ἀποκυῆσαι τῶν πιστῶν· ἵν᾽ οὖν μὴ ἀπιστῇς, πῶς ἡ ἄγονος, ἡ ἄκαρπος, ἡ στεῖρα ἔτεκε, προέλαβεν ἡ φύσει στεῖρα, προοδοποιοῦσα τῇ προαιρέσει στείρᾳ, καὶ ἡ Σάῤῥα τῆς Ἐκκλησίας ἐγένετο τύπος. Ὥσπερ γὰρ ἐκείνη στεῖρα οὖσα ἔτεκεν ἐν γήρᾳ, οὕτω καὶ αὕτη στεῖρα οὖσα ἔτεκεν ἐπ᾽ ἐσχάτων τῶν καιρῶν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον Παύλου λέγοντος· Ἡμεῖς δὲ τῆς ἐλευθέρας τέκνα ἐσμέν. Ἐπειδὴ γὰρ ἡ Σάῤῥα τύπος ἐστὶ τῆς Ἐκκλησίας, ἡ ἐλευθέρα, διὰ τοῦτο ἐπήγαγεν, ὅτι Τῆς ἐλευθέρας τέκνα ἐσμέν. Καὶ πάλιν· Ἄρα, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Τί ἐστιν, Ἐπαγγελίας; Ὥσπερ ἐκεῖνον οὐκ ἔτεκε φύσις, οὐδὲ ἡμᾶς φύσις ἔτεκεν, ἀλλ᾽ ἡ χάρις τοῦ Θεοῦ. Καὶ πάλιν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· αὕτη δέ ἐστιν ἡ Ἐκκλησία. Προσεληλύθατε γὰρ Σιὼν ὄρει, φησὶ, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ Ἐκκλησίᾳ πρωτοτόκων.

Εἰ τοίνυν ἄνω Ἱερουσαλὴμ ἡ Ἐκκλησία ἐστὶ, τῆς δὲ ἄνω Ἱερουσαλὴμ τύπος ἐστὶν ἡ Σάῤῥα, καθὼς εἶπεν, ὅτι Δύο εἰσὶ, μία μὲν εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, εὔδηλον ὅτι τῆς ἄνω Ἱερουσαλὴμ τύπος ἐστὶν ἡ Σάῤῥα κατὰ τὸν τόκον καὶ τὴν στείρωσιν.

εʹ. Οἶδα ὅτι λεπτότερα τὰ εἰρημένα· ἀλλ᾽ ἐὰν λάβωμεν, οὐδὲν ἡμᾶς παραδραμεῖται τῶν λεγομένων. Οὗτοι μὲν οὖν μυστικώτεροι καὶ δογματικώτεροι οἱ λόγοι· εἰ δὲ βούλεσθε, καὶ ἠθικώτερον μετὰ τούτων ἐρῶ. Στεῖρα ἦν ἡ γυνὴ, ἵνα μάθῃς τοῦ ἀνδρὸς τὴν σωφροσύνην· ὅτι οὔτε ἐκείνην ἐξέβαλε, καίτοι οὐδενὸς τότε κωλύοντος νόμου, οὔτε ἑτέραν λαβὼν, τῇ ἐλευθέρᾳ ἐπεισήγαγεν· ὃ δὴ πολλοὶ ποιοῦσι προφάσει παιδοποιίας, τὴν ἀσέλγειαν τὴν ἑαυτῶν πληροῦντες, καὶ τὰς μὲν ἐκβάλλοντες, τὰς δὲ εἰσάγοντες· οἱ δὲ καὶ παλλακίδας ἐφοπλίζοντες, καὶ μυρίων τὰς οἰκίας πληροῦντες πολέμων. Ἀλλ᾽ οὐκ ἐκεῖνος ὁ δίκαιος οὕτως, ἀλλ᾽ ἔμενε στέργων τὴν κληρωθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ γυναῖκα, καὶ παρεκάλει τὸν τῆς φύσεως Δεσπότην διορθῶσαι τῆς φύσεως τὰ δεσμὰ, καὶ οὐκ ὠνείδισε τῇ γυναικί. Καὶ πόθεν, ὅτι οὐκ ὠνείδισεν;

Ἐξ αὐτῆς τῆς Γραφῆς. Εἰ ὠνείδισεν, εἶπεν ἂν ἡ Γραφὴ καὶ τοῦτο, καὶ οὐκ ἐσιώπησε· καὶ γὰρ τὰ κατορθώματα λέγει τῶν δικαίων, καὶ τὰ ἐλαττώματα, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν. Ὅτε γοῦν πρὸς τὸν υἱὸν αὐτοῦ ἡ νύμφη ἡ Ῥαχὴλ ἀπωδύρετο, κἀκεῖνος ἐπέπληξεν, ἀμφότερα τέθεικε, καὶ οὐκ ἀπέκρυψεν ἡ Γραφή. Ἐπειδὴ γὰρ εἶπε, Δός μοι τέκνα, εἰ δὲ μὴ, ἀποθανοῦμαι, τί φησιν ἐκεῖνος; Μὴ Θεὸς ἐγὼ, ὃς ἐστέρησέ σε καρποῦ κοιλίας; Δός μοι τέκνα. Γυναικώδης ἡ αἴτησις καὶ ἀλόγιστος. Τῷ ἀνδρὶ λέγεις, Δός μοι τέκνα, παραδραμοῦσα τὸν τῆς φύσεως Δεσπότην; Διὰ τοῦτο καὶ ἐκεῖνος πληκτικώτερον ἀποκρινάμενος κατέστειλεν αὐτῆς τὴν ἄλογον αἴτησιν, καὶ ἐδίδαξε παρὰ τίνος δεῖ αἰτεῖν.

Ἀλλ᾽ οὐχ οὕτως, οὔτε αὐτὸς οὐδὲν τοιοῦτον εἶπεν, οὔτε ἐκείνη πρὸς τοῦτον ἀπωδύρατο καὶ ἐθρήνησεν. Ἐντεῦθεν σωφροσύνην παιδευόμεθα καὶ πίστιν. Τὸ μὲν γὰρ δεηθῆναι τοῦ Θεοῦ, τὴν πίστιν αὐτοῦ δείκνυσι· τὸ δὲ μὴ ἐκβαλεῖν τὴν γυναῖκα, τὴν σωφροσύνην ἡμῖν καθίστησι φανεράν· τὸ δὲ μήτε ὀνειδίσαι, μήτε ἀπογνῶναι, καὶ τὴν ὑπομονὴν καὶ τὴν φιλοσοφίαν καὶ τὴν πολλὴν ἐπιείκειαν καὶ τὴν φιλοστοργίαν τὴν πρὸς τὴν γυναῖκα δήλην ποιεῖ. Οὐδὲ γὰρ, καθάπερ πολλοὶ ποιοῦσι νῦν ἐν ταῖς τοιαύταις περιστάσεσιν εἰς μαγγανείας καὶ γοητείας καταφεύγοντες, τὰ περιττὰ ταῦτα καὶ ἀνόνητα καὶ βλαβερὰ, καὶ ψυχὴν ἀπολλύντα, ἐκεῖνος ἐποίησεν, ἀλλὰ ἅπαντα ταῦτα ἀφεὶς, καὶ πάντων τῶν ἀνθρωπίνων καταγελάσας, πρὸς τὸν τῆς φύσεως Δεσπότην τὸν δυνάμενον ταῦτα διορθοῦν μόνον ἀνέδραμεν.