Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ μὴ κρίνειν τὸν πλησίον

Ἰωάννης ὁ Χρυσόστομος

Αντιπαραβολή του σωτηριώδους έργου του Χριστού με την ιουδαϊκή αποστασία

Σύγκριση της δράσης του Χριστού με την ιστορική πορεία του ιουδαϊκού λαού και τους διωγμούς των προφητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Δεῦρο τοίνυν καὶ ἡμεῖς δίκην ἀστέρος βραχυτάτου ὑπολάμψαντες, τὰς ἀστραπὰς τῶν εὐαγγελικῶν νοημάτων σαφῶς ὑμῖν ὑποδείξωμεν. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, φησὶ, τῷ Κυρίῳ· Δαιμόνιον ἔχεις· ὁ δὲ, Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὦ Ἰουδαῖοι, ἐμὲ λέγετε δαιμόνιον ἔχειν· συγκρίνατε τὰ ἔργα τὰ ἐμὰ τοῖς ὑμετέροις, καὶ ἐν τῷ γνώμονι τῆς συνειδήσεως ὑμῶν διερευνήσαντες, εἴπατε, τίς ἄρα ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς διὰ θαλάσσης Ἐρυθρᾶς, ὡς διὰ χλοηφόρου πεδίου διελθόντες, καὶ ἐν τῇ ἐρήμῳ ἐν ἀφράστῳ γλυκάσματος μεταποιούμενον ἐδέξασθε ὕδωρ ἐκ πέτρας, καὶ ἐκ μέσου ἀέρος ὀρτυγομήτραν προσπίπτουσαν· καὶ μετὰ τὴν τοσούτων καὶ πλειόνων ἄλλων ἀγαθῶν παροχὴν, Μωϋσέως εἰς τὸ ὄρος ἀναδραμόντος, μοσχοποιήσαντες, τῷ λεγεῶνι τῶν δαιμόνων προσεκυνήσατε· ἐγὼ δὲ ἐλθὼν τὸν λεγεῶνα τῶν δαιμόνων ἀπὸ τῆς ἀνθρωπότητος ἀπήλασα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις θύετε, ἐγὼ δὲ τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώγου τεθνεῶτας ἀνέστησα· τὸν μὲν λάρνακι κατακείμενον ἁφῇ χειρὸς, τὴν ἰαματικὴν δύναμιν πρὸς τὸν ἔνδοθεν κείμενον ἐκπέμψας, ὑγίασα· τὴν δὲ ῥήματι ἐκ θανάτου, ὡς ἐξ ὕπνου, ἤγειρα.

Τίς οὖν ἔχει δαιμόνιον; ἐγὼ, ἢ ὑμεῖς; Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς πλαστοῖς ῥήμασι τῆς Ἰεζάβελ τὸν Ναβουθὲ ἀποκτείναντες, τὸν τῆς εὐφροσύνης γεννήτορα τὸν ἀμπελῶνα ἀνασκάψαντες, λαχανηφόρον ἄρουραν ἐποιήσατε, ἀσθενούντων βρώματα, ὥς φησιν ὁ Ἀπόστολος, Ὁ γὰρ ἀσθενῶν λάχανα ἐσθίει· ἐγὼ δὲ τοὺς δίκην λαχάνων χθαμαλῶν, τοὺς ὑπὸ τῆς ἀῤῥωστίας καταπεσόντας, ἐν ῥοπῇ ὀφθαλμοῦ ὑγιάσας καὶ ὑγιοποιήσας, ἄρτου οὐρανίου βρῶσιν μετέδωκα, καὶ πάλιν εἰς τὴν αὐτὴν τάξιν ἐγεώργησα λέγων· Ἐγώ εἰμι ἡ ἄμπελος, καὶ ὑμεῖς τὰ κλήματα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ᾽ ὄψιν ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς τὸν Ἡσαΐαν ξυλίνῳ πρίονι πρίσαντες, διελύσατε· ἐγὼ δὲ τὴν διαλυθεῖσαν τῷ θανάτῳ ἀνθρωπότητα, τῇ μετουσίᾳ τοῦ ξύλου τοῦ σταυροῦ συναρμόσας ἀνέστησα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς Ἱερεμίαν τὸν προφήτην εἰς λάκκον βορβόρῳ βαλόντες ἀπεπνίξατε· ἐγὼ τὸν ἐν τῷ βορβόρῳ τῶν ἡδονῶν ὑμῶν ἀποθανόντα προφητικὸν λόγον ἀπέσπασα, καὶ ἐν ταῖς ψυχαῖς τῶν ὑπηκόων μοι ἐνίδρυσα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.

Ὑμεῖς Ζαχαρίαν τὸν μέγαν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἀπεκτείνατε· Ζαχαρίας δὲ ἑρμηνεύεται, μνῆμα Θεοῦ· ἐγὼ δὲ ἐλθὼν, τοῦτον τὸν Ζαχαρίαν, τὴν μνήμην τοῦ Θεοῦ, τὸν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ὑφ᾽ ὑμῶν ἀποκτανθέντα, τουτέστι, μεταξὺ σώματος καὶ ψυχῆς (ναὸς γὰρ ψυχῆς σῶμα, ὡς καὶ θυσιαστήριον Θεοῦ ψυχὴ, ἐν ᾗ προσφορὰ τῆς λογικῆς λατρείας καὶ θυμιάματα τῶν προσευχῶν ἀναπέμπεται)· ταύτην τὴν μνήμην τοῦ Θεοῦ ζωοποιήσας, ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων ἐνῴκισα, πρὸς τὸ πάντας τοὺς δεξαμένους ἱερατεύειν Θεῷ. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. Μέμνηνται δὲ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου τοῦ ῥήματος τούτου. Ὅτε γὰρ ὑπὸ τῶν γραμματέων καὶ Φαρισαίων ἐνεκαλοῦντο μὴ διδάσκειν ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ; καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· τότε ἀποκρίνονται, ὑπομιμνήσκοντες ἅμα τὸ κρίνειν ἀδίκως, καὶ λέγοντες· Εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν μᾶλλον, ἢ τοῦ Θεοῦ, κρίνατε. Ὅρα καὶ τὸν προφήτην, ἀγαπητὲ, ἐν τῷ ἀρτίως ἡμῖν ὑποψαλέντι ψαλμῷ φανερώτατα λέγοντα περὶ τῆς τοῦ Κυρίου ἐνσάρκου παρουσίας καὶ τοῦ μὴ κρίνειν ἀδίκως· Ὁ Θεὸς ἔστη, φησὶν, ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.