Οὐ γὰρ τὴν ἀκαθαρσίαν αὐτῆς μόνον ἀπέσμηξεν, ἀλλὰ καὶ τὸ γῆρας ἀπέξυσε, τὸν παλαιὸν ἀποδύσας ἄνθρωπον, τὸν ἐκ τῶν ἁμαρτημάτων συγκείμενον. Καὶ τοῦτο αὐτὸς αἰνιττόμενος πάλιν ὁ Παῦλος ἔλεγεν· Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα· οὐ γὰρ καλὴν μόνον ἐποίησεν, ἀλλὰ καὶ νέαν, οὐ κατὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως ἕξιν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ θαυμαστὸν, ὅτι λαβὼν ἄμορφον καὶ δυσειδῆ καὶ αἰσχρὰν καὶ γεγηρακυῖαν, οὔτε ἐβδελύξατο τὴν ἀμορφίαν, ἀλλὰ καὶ εἰς θάνατον ἑαυτὸν παρέδωκε, καὶ μετεῤῥύθμισεν αὐτὴν εἰς κάλλος ἀμήχανον· ἀλλ᾽ ὅτι καὶ μετὰ τοῦτο πολλάκις ῥυπουμένην, κηλιδουμένην ὁρῶν, οὐκ ἐκβάλλει, οὐδ᾽ ἀποῤῥήγνυσιν ἑαυτοῦ, ἀλλὰ καὶ μένει θεραπεύων καὶ διορθούμενος. Πόσοι γὰρ, εἰπέ μοι, μετὰ τὸ πιστεῦσαι ἥμαρτον; ἀλλ᾽ ὅμως αὐτοὺς οὐκ ἐβδελύξατο· οἷον, ὁ παρὰ Κορινθίοις πεπορνευκὼς μέλος τῆς Ἐκκλησίας ἦν· ἀλλ᾽ οὐκ ἐξέκοψε τὸ μέλος, ἀλλὰ διώρθωσεν. Ἡ Γαλατῶν Ἐκκλησία ἅπασα ἀπεσκίρτησε, καὶ πρὸς ἰουδαϊσμὸν κατέπεσεν· ἀλλ᾽ ὅμως οὐδὲ ἐκείνην ἐξέβαλεν, ἀλλὰ διὰ τοῦ Παύλου θεραπεύσας αὐτὴν, ἐπὶ τὴν προτέραν ἐπανήγαγε συγγένειαν. Ὥσπερ οὖν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις, ἐπειδὰν γένηται νόσημα, οὐ τὸ μέλος ἐκκόπτομεν, ἀλλὰ τὸ νόσημα ἀπελαύνομεν· οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ποιῶμεν.