Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ τοῦ πῶς δεῖ γαμεῖν

Ἰωάννης ὁ Χρυσόστομος

Ο αποστολικός τύπος του γάμου και το μυστήριο της Εκκλησίας

Ανάλυση της διδασκαλίας του αποστόλου Παύλου για τη συζυγική αγάπη, με πρότυπο τη σχέση του Χριστού με την Εκκλησία, και προτροπή για μακροθυμία στα ελαττώματα της συζύγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 6

Οἰκίαν μὲν γὰρ φαύλην οὖσαν ἀποδόσθαι πάλιν ἔξεστι, καὶ οἰκέτην σκαιὸν φανέντα ἀποδοῦναι τῷ πεπρακότι πάλιν ἀφίεται· γυναῖκα δὲ λαμβάνοντα ἀποδοῦναι πάλιν τοῖς ἐκδεδωκόσιν οὐκ ἔνι, ἀλλὰ ἀνάγκη πᾶσα διὰ τέλους ἔνδον ἔχειν, ἢ πονηρὰν οὖσαν ἐκβάλλοντα, μοιχείᾳ ἁλίσκεσθαι κατὰ τοὺς τοῦ Θεοῦ νόμους. Ὅταν οὖν μέλλῃς λαμβάνειν γυναῖκα, μὴ τοὺς ἔξωθεν ἀναγίνωσκε νόμους μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνων, τοὺς παρ᾽ ἡμῖν κειμένους· κατὰ γὰρ τούτους, οὐ κατ᾽ ἐκείνους σοι μέλλει κρίνειν κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Θεός· κἀκεῖνοι μὲν παροφθέντες, εἰς χρήματα τὴν ζημίαν πολλάκις ἤνεγκαν, οὗτοι δὲ τοῦτο παθόντες τῇ ψυχῇ τὰς ἀπαραιτήτους ἐπάγουσι τιμωρίας καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον.

βʹ. Σὺ δὲ ὅταν μέλλῃς ἄγεσθαι γυναῖκα, πρὸς μὲν τοὺς ἔξω νομικοὺς μετὰ πολλῆς τρέχεις τῆς σπουδῆς, καὶ παρακαθήμενος αὐτοῖς, μετὰ πάσης ἀκριβείας ἐξετάζεις, τί μὲν ἔσται, ἐὰν ἄπαις τελευτήσῃ ἡ γυνὴ, τί δὲ ἐὰν ἔχουσα παῖδα, τί δὲ ἐὰν δύο καὶ τρεῖς, καὶ πῶς μὲν ἔχουσα πατέρα, πῶς δὲ οὐκ ἔχουσα τοῖς ἑαυτῆς χρήσεται πράγμασι, καὶ τί μὲν εἰς τοὺς ἀδελφοὺς ἥξει τοῦ κλήρου, τί δὲ εἰς τὸν συνοικοῦντα, καὶ πότε κύριος ἔσται τοῦ παντὸς, μηδένα μηδὲν ἀφεῖναι τῶν ἐκείνης παρασπάσασθαι μέρος, καὶ πότε τοῦ παντὸς ἐκπεσεῖται· καὶ πολλὰ ἕτερα τοιαῦτα πολυπραγμονεῖς παρ᾽ ἐκείνων καὶ ζητεῖς, πάντα περιιὼν καὶ περισκοπῶν, ὅπως ἐκ μηδενὸς γένηται τρόπου τι τῶν γυναικὸς πραγμάτων εἴς τινα τῶν ἐκείνῃ προσηκόντων ἐλθεῖν· καίτοι, ὅπερ ἔφθην εἰπὼν, εἰ καί τι συμβαίη τῶν ἀδοκήτων, ἐν χρήμασιν ἔσται τὰ τῆς ζημίας, ἀλλ᾽ ὅμως οὐκ ἀνέχῃ τούτων οὐδὲν παριδεῖν.

Πῶς οὖν οὐκ ἄτοπον, χρημάτων μὲν ἡμῖν ἀπόλλυσθαι μελλόντων, τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, ὑπὲρ δὲ ψυχῆς ὄντος ἡμῖν τοῦ κινδύνου καὶ τῶν εὐθυνῶν τῶν ἐκεῖ, μηδένα ποιεῖσθαι λόγον, δέον πρὸ τῶν ἄλλων πάντων ταῦτα ζητεῖν καὶ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν;

Διὸ παραινῶ καὶ συμβουλεύω τοὺς μέλλοντας ἄγεσθαι γυναῖκας, πρὸς τὸν μακάριον Παῦλον ἀπαντᾷν, καὶ τοὺς παρ᾽ αὐτῷ κειμένους περὶ γάμων ἀναγινώσκειν νόμους, καὶ μαθόντας πρότερον, τί κελεύει ποιεῖν, ὅταν πονηρὰ καὶ ὕπουλος, καὶ μέθης ἐλάττων, καὶ λοίδορος, καὶ ἀνοίας γέμουσα, καὶ ὁτιοῦν ἄλλο τοιοῦτον ἐλάττωμα ἔχουσα τύχῃ γυνὴ, οὕτω διαλέγεσθαι περὶ γάμου. Ἂν μὲν γὰρ ἴδῃς ὅτι σοι δίδωσιν ἐξουσίαν ἓν τούτων εὑρόντα τῶν ἐλαττωμάτων ἐκβάλλειν μὲν ἐκείνην, εἰσάγειν δὲ ἑτέραν, ὡς παντὸς ἀπηλλαγμένος κινδύνου θάῤῥει· ἂν δὲ τοῦτο μὲν οὐκ ἐπιτρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα ἐλαττώματα ἔχουσαν στέργειν καὶ ἔνδον κατέχειν, οὕτως ἀσφάλισαι ἑαυτὸν, ὡς μέλλων ἅπασαν φέρειν τῆς γυναικὸς τὴν πονηρίαν. Εἰ δὲ βαρὺ τοῦτο καὶ φορτικὸν, πάντα ποίει καὶ πραγματεύου, ὥστε χρηστὴν καὶ ἐπιεικῆ καὶ πειθήνιον γυναῖκα λαβεῖν, εἰδὼς ὅτι δυοῖν ἀνάγκη θάτερον, ἢ πονηρὰν λαβόντα γυναῖκα φέρειν αὐτῆς τὴν ἐπάχθειαν, ἢ τοῦτο μὴ βουλόμενον, ἐκβαλόντα μοιχείᾳ ἁλίσκεσθαι. Ὁ γὰρ ἐκβάλλων γυναῖκα, φησὶ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται.

Ἂν ταῦτα πρὸ τοῦ γάμου καλῶς ὦμεν διεσκεμμένοι καὶ τοὺς νόμους τούτους εἰδότες, πολλὴν ποιησόμεθα σπουδὴν, ὥστε ἐξ ἀρχῆς εὔρυθμόν τινα καὶ συμβαίνουσαν τοῖς ἡμετέροις τρόποις γυναῖκα λαβεῖν· τοιαύτην δὲ λαβόντες οὐ τοῦτο καρπωσόμεθα μόνον, ὅτι οὐδέποτε αὐτὴν ἐκβαλοῦμεν, ἄλλ᾽ ὅτι καὶ μετὰ πολλῆς αὐτὴν ἀγαπήσομεν τῆς σφοδρότητος, καὶ μεθ᾽ ὅσης ὁ Παῦλος ἐκέλευσεν. Εἰπὼν γὰρ, Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ καὶ μέτρον ἡμῖν ἔδωκεν ἀγάπης, Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν.

Καὶ πῶς ἠγάπησεν ὁ Χριστός; εἰπέ μοι. Ὅτι παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς. Ὥστε κἂν ἀποθανεῖν ὑπὲρ τῶν γυναικῶν δέῃ, μὴ παραιτήσῃ. Εἰ γὰρ ὁ Δεσπότης τὴν δούλην οὕτως ἠγάπησεν, ὡς καὶ ἑαυτὸν ἐπιδοῦναι ὑπὲρ αὐτῆς, πολλῷ μᾶλλον σὲ τὴν ὁμόδουλον οὕτως ἀγαπᾷν χρή. Ἀλλ᾽ ἴδωμεν μή ποτε τὸ κάλλος τῆς νύμφης ἐπεσπάσατο τὸν νυμφίον, καὶ ἡ ἀρετὴ τῆς ψυχῆς. Οὐκ ἔστι τοῦτο εἰπεῖν. Ὅτι γὰρ δυσειδὴς ἦν καὶ ἀκάθαρτος, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γὰρ, Παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἐπήγαγεν, Ἵνα ἁγιάσῃ αὐτὴν καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος.

Εἰπὼν δὲ, Καθαρίσας αὐτὴν, ἔδειξεν ἀκάθαρτον οὖσαν ἔμπροσθεν καὶ ἐναγῆ, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλὰ τὴν ἐσχάτην ἀκαθαρσίαν· κνίσσῃ γὰρ καὶ καπνῷ καὶ λύθρῳ καὶ αἵμασι, καὶ μυρίαις ἑτέραις τοιαύταις κατεῤῥυποῦτο κηλῖσιν. Ἀλλ᾽ ὅμως οὐκ ἐβδελύξατο τὴν ἀμορφίαν, ἀλλὰ μετέβαλε τὴν ἀηδίαν, μετέπλασε, μετεῤῥύθμισεν, ἀφῆκε τὰ ἡμαρτημένα. Τοῦτον καὶ σὺ μίμησαι. Κἂν μυρία ἁμάρτῃ ἡ συνοικοῦσα εἰς σὲ ἁμαρτήματα, πάντα ἄφες καὶ συγχώρησον· κἂν λάβῃς δύστροπον, μεταῤῥύθμισον ἐπιεικείᾳ καὶ πραότητι, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν.

Οὐ γὰρ τὴν ἀκαθαρσίαν αὐτῆς μόνον ἀπέσμηξεν, ἀλλὰ καὶ τὸ γῆρας ἀπέξυσε, τὸν παλαιὸν ἀποδύσας ἄνθρωπον, τὸν ἐκ τῶν ἁμαρτημάτων συγκείμενον. Καὶ τοῦτο αὐτὸς αἰνιττόμενος πάλιν ὁ Παῦλος ἔλεγεν· Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα· οὐ γὰρ καλὴν μόνον ἐποίησεν, ἀλλὰ καὶ νέαν, οὐ κατὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως ἕξιν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ θαυμαστὸν, ὅτι λαβὼν ἄμορφον καὶ δυσειδῆ καὶ αἰσχρὰν καὶ γεγηρακυῖαν, οὔτε ἐβδελύξατο τὴν ἀμορφίαν, ἀλλὰ καὶ εἰς θάνατον ἑαυτὸν παρέδωκε, καὶ μετεῤῥύθμισεν αὐτὴν εἰς κάλλος ἀμήχανον· ἀλλ᾽ ὅτι καὶ μετὰ τοῦτο πολλάκις ῥυπουμένην, κηλιδουμένην ὁρῶν, οὐκ ἐκβάλλει, οὐδ᾽ ἀποῤῥήγνυσιν ἑαυτοῦ, ἀλλὰ καὶ μένει θεραπεύων καὶ διορθούμενος. Πόσοι γὰρ, εἰπέ μοι, μετὰ τὸ πιστεῦσαι ἥμαρτον; ἀλλ᾽ ὅμως αὐτοὺς οὐκ ἐβδελύξατο· οἷον, ὁ παρὰ Κορινθίοις πεπορνευκὼς μέλος τῆς Ἐκκλησίας ἦν· ἀλλ᾽ οὐκ ἐξέκοψε τὸ μέλος, ἀλλὰ διώρθωσεν. Ἡ Γαλατῶν Ἐκκλησία ἅπασα ἀπεσκίρτησε, καὶ πρὸς ἰουδαϊσμὸν κατέπεσεν· ἀλλ᾽ ὅμως οὐδὲ ἐκείνην ἐξέβαλεν, ἀλλὰ διὰ τοῦ Παύλου θεραπεύσας αὐτὴν, ἐπὶ τὴν προτέραν ἐπανήγαγε συγγένειαν. Ὥσπερ οὖν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις, ἐπειδὰν γένηται νόσημα, οὐ τὸ μέλος ἐκκόπτομεν, ἀλλὰ τὸ νόσημα ἀπελαύνομεν· οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ποιῶμεν.

Ἐὰν γένηταί τις ἐν αὐτῇ πονηρία, μὴ τὴν γυναῖκα ἐκβάλῃς, ἀλλὰ τὴν κακίαν ἀπέλασον. Καίτοι γυναῖκα μὲν διορθώσασθαι δυνατὸν, μέλος δὲ πολλάκις πεπηρωμένον θεραπεῦσαι οὐκ ἔνι· ἀλλ᾽ ὅμως εἰδότες αὐτοῦ τὴν πήρωσιν οὖσαν ἀνίατον, οὐδὲ οὕτως ἐκκόπτομεν· ἀλλὰ καὶ πόδα διεστραμμένον ἔχοντες πολλοὶ πολλάκις, καὶ σκέλος χωλὸν, καὶ χεῖρα ξηρὰν καὶ νενεκρωμένην, καὶ ὀφθαλμὸν ἐσβεσμένον, οὔτε τὸν ὀφθαλμὸν ἐξορύττουσιν, οὔτε τὸ σκέλος ἐκκόπτουσιν, οὔτε τὴν χεῖρα ἀποτέμνουσιν, ἀλλ᾽ ὁρῶντες οὔτε κέρδος ἐγγινόμενον ἐξ αὐτῶν τι τῷ σώματι, καὶ πολλὴν τοῖς λοιποῖς μέλεσιν αἰσχύνην, μένουσιν αὐτὰ ἔχοντες διὰ τὴν πρὸς τὰ λοιπὰ συμπάθειαν. Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ἀνίατος ἡ διόρθωσις, καὶ κέρδος οὐδὲν, τοσαύτην ποιεῖσθαι πρόνοιαν· ἔνθα δὲ χρησταὶ ἐλπίδες, καὶ πολλὴ ἡ μεταβολὴ, ἀπαγορεύειν τὴν θεραπείαν;

Τὰ μὲν γὰρ τῇ φύσει πηρωθέντα ἀδύνατον ἀνακτήσασθαι πάλιν, τὴν δὲ προαίρεσιν διεστραμμένην δυνατὸν μεταῤῥυθμίσαι. γʹ. Εἰ δὲ καὶ αὐτὴν λέγοις ἀνίατα νοσεῖν, καὶ πολλῆς ἐπιμελείας τυχοῦσαν τῷ οἰκείῳ κεχρῆσθαι τρόπῳ, οὐδὲ οὕτως αὐτὴν ἐκβλητέον· οὔτε γὰρ τὸ μέλος ἀνίατα νοσοῦν ἐκκόπτεται. Μέλος δὲ καὶ αὕτη σόν· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Καὶ ἐπὶ μὲν τοῦ μέλους, οὐδὲν ἔσται κέρδος ἡμῖν τῆς θεραπείας, ἐπειδὰν ὑπὸ τῆς ἀῤῥωστίας ἀδιόρθωτον φθάσῃ γενέσθαι· ἐπὶ δὲ τῆς γυναικὸς, κἂν ἀνίατα μένῃ νοσοῦσα, πολὺς ἡμῖν ὁ μισθὸς ἀποκείσεται διδάσκουσι, παιδαγωγοῦσι.

Κἂν μηδὲν ἐκείνη παρὰ τῆς ἡμετέρας διδασκαλίας κερδαίνῃ, τῆς γοῦν ὑπομονῆς πολὺν παρὰ τοῦ Θεοῦ ληψόμεθα τὸν μισθὸν, ὅτι διὰ τὸν ἐκείνου φόβον τοσαύτην ὑπομονὴν ἐπεδειξάμεθα, καὶ τὴν κακίαν αὐτῆς πράως ἠνέγκαμεν, καὶ τὸ μέλος ἡμῶν ἐκρατήσαμεν.

Μέλος γὰρ ἡμῶν ἀναγκαῖον ἡ γυνή· καὶ διὰ τοῦτο αὐτὴν μάλιστα δεῖ φιλεῖν. Ὅπερ οὖν καὶ αὐτὸ τοῦτο διδάσκων πάλιν ὁ Παῦλος ἔλεγεν· Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾽ ἐκτρέφει καὶ θάλπει αὐτὴν, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Καθάπερ γὰρ ἡ Εὔα, φησὶν, ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ γέγονεν, οὕτω καὶ ἡμεῖς ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Τοῦτο γάρ ἐστιν, Ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Ἀλλ᾽ ὅτι μὲν ἡ Εὔα ἐκ τῆς πλευρᾶς αὐτοῦ τοῦ Ἀδὰμ γέγονεν, ἅπαντες ἴσμεν, καὶ σαφῶς ἡ Γραφὴ τοῦτο εἴρηκεν, ὅτι ἐπέβαλεν ἔκστασιν ἐπ᾽ αὐτὸν, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ᾠκοδόμησε τὴν γυναῖκα· ὅτι δὲ καὶ ἡ Ἐκκλησία ἀπὸ τῆς πλευρᾶς τοῦ Χριστοῦ συνέστη, πόθεν ἔχοι τις ἂν ἀποδεῖξαι; Καὶ τοῦτο ἡ Γραφὴ δείκνυσιν. Ἐπειδὴ γὰρ ὁ Χριστὸς εἰς τὸν σταυρὸν ἀνηνέχθη, καὶ προσηλώθη, καὶ ἀπέθανε, Προσελθὼν εἷς τῶν στρατιωτῶν ἔνυξεν αὐτοῦ τὴν πλευρὰν, καὶ ἐξῆλθεν αἷμα καὶ ὕδωρ· καὶ ἐξ ἐκείνου τοῦ αἵματος καὶ τοῦ ὕδατος ἡ Ἐκκλησία ἅπασα συνέστηκε. Καὶ μαρτυρεῖ αὐτὸς λέγων, ὅτι Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τὸ δὲ αἷμα, πνεῦμα λέγει.

Καὶ γεννώμεθα μὲν διὰ τοῦ ὕδατος τοῦ βαπτίσματος, τρεφόμεθα δὲ διὰ τοῦ αἵματος. Ὁρᾷς πῶς ἐκ τῆς σαρκὸς αὐτοῦ ἐσμεν, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ, ἀπὸ τοῦ αἵματος ἐκείνου καὶ τοῦ ὕδατος τικτόμενοι καὶ τρεφόμενοι;

Καὶ καθάπερ, τοῦ Ἀδὰμ καθεύδοντος, ἡ γυνὴ κατεσκευάζετο, οὕτω, τοῦ Χριστοῦ ἀποθανόντος, ἡ Ἐκκλησία διεπλάττετο ἐκ τῆς πλευρᾶς αὐτοῦ. Οὐ διὰ τοῦτο δὲ μόνον χρὴ φιλεῖν τὴν γυναῖκα, ὅτι μέλος ἡμῶν ἐστι, καὶ ἐξ ἡμῶν ἔσχε τὴν τῆς δημιουργίας ἀρχήν· ἀλλ᾽ ὅτι καὶ νόμον ὑπὲρ αὐτοῦ τούτου τέθεικεν ὁ Θεὸς, οὕτω λέγων· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Διὰ γὰρ τοῦτο καὶ τοῦτον ἡμῖν ὁ Παῦλος ἀνέγνω τὸν νόμον, ἵνα πανταχόθεν ἡμᾶς πρὸς τὸν ἔρωτα συνελάσῃ τοῦτον.

Καὶ σκόπει σοφίαν ἀποστολικήν· οὔτε γὰρ ἀπὸ τῶν θείων νόμων, οὔτε ἀπὸ τῶν ἀνθρωπίνων μόνον, εἰς τὴν ἀγάπην ἡμᾶς ἐνάγει τῶν γυναικῶν, ἀλλὰ καὶ ἀπὸ τούτων καὶ ἀπ᾽ ἐκείνων ἐναλλάξας ἀμφότερα ταῦτα τίθησιν· ἵνα ὁ μὲν ὑψηλότερος καὶ φιλοσοφώτερος ἀπὸ τῶν ἄνωθεν, ὁ δὲ ἀσθενὴς ἀπὸ τῶν κάτωθεν καὶ τῶν τῆς φύσεως εἰς φίλτρον ἐνάγηται. Διὰ τοῦτο ἀρχόμενος μὲν ἀπὸ τῶν τοῦ Χριστοῦ κατορθωμάτων, τὴν παραίνεσιν εἰσάγει οὕτω λέγων· Ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν· εἶτα πάλιν ἀπὸ τῶν ἀνθρωπίνων· Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· εἶτα πάλιν ἀπὸ τοῦ Χριστοῦ· ὅτι μέλη ἐσμὲν ἐκ τοῦ σώματος αὐτοῦ, καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· εἶτα πάλιν ἀπὸ τῶν ἀνθρωπίνων· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ τὸν νόμον ἀναγνοὺς τοῦτόν φησι· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Πῶς μέγα ἐστίν; εἰπέ μοι. Ὅτι τὸν ἅπαντα θαλαμευομένη ἡ κόρη χρόνον, μηδέποτε τὸν νυμφίον ἑωρακυῖα, ἀπὸ τῆς πρώτης ἡμέρας οὕτω ποθεῖ καὶ στέργει ὡς σῶμα οἰκεῖον· πάλιν ὁ ἀνὴρ, ἣν οὐδέποτε εἶδεν, ἧς οὐδέποτε τῆς ἐν λόγῳ ἐκοινώνησε συνουσίας, ταύτην κἀκεῖνος ἀπὸ τῆς πρώτης ἡμέρας ἁπάντων προτίθησι, καὶ τῶν φίλων, καὶ τῶν οἰκείων, καὶ τῶν γεννησαμένων αὐτῶν.

Οἱ γονεῖς πάλιν, ἂν μὲν ἐξ ἑτέρας ὑποθέσεως ἀφαιρεθῶσι χρήματα, δάκνονται, ἀλγοῦσιν, εἰς δικαστήριον τοὺς ἀφελομένους ἕλκουσιν· ἀνθρώπῳ δὲ πολλάκις μηδέποτε ὀφθέντι, μηδὲ γνωρισθέντι, καὶ τὴν θυγατέρα τὴν ἑαυτῶν καὶ προῖκα χρημάτων πολλῶν ἐγχειρίζουσι.

Καὶ χαίρουσι τοῦτο ποιοῦντες, καὶ οὐχ ἡγοῦνται ζημίαν εἶναι τὸ γινόμενον· ἀλλ᾽ ὁρῶντες τὴν θυγατέρα ἀπαγομένην, οὐ συνηθείας μέμνηνται, οὐκ ἀλγοῦσιν, οὐ δάκνονται, ἀλλὰ καὶ εὐχαριστοῦσι, καὶ εὐχῆς ἔργον εἶναι νομίζουσι τὸ καὶ τὴν θυγατέρα ἰδεῖν τῆς οἰκίας ἐξαγομένην, καὶ πολλὰ μετ᾽ ἐκείνης χρήματα. Ταῦτα οὖν ἅπαντα ἐννοήσας ὁ Παῦλος, ὅτι τοὺς γονεῖς ἀφέντες ἀμφότεροι ἀλλήλοις συνδεσμοῦνται, καὶ χρόνου τοσούτου συνηθείας ἡ τότε συντυχία τυραννικωτέρα γίνεται, καὶ συνιδὼν, ὅτι οὐκ ἔστι τοῦτο ἀνθρώπινον, ἀλλ᾽ ὁ Θεὸς τοὺς ἔρωτας τούτους ἐγκατέσπειρε, καὶ τοὺς ἐκδιδόντας καὶ τοὺς ἐκδιδομένους μετὰ χαρᾶς τοῦτο ποιεῖν παρεσκεύασε, φησίν· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Καὶ καθάπερ ἐπὶ τῶν παίδων, τὸ παιδίον τεχθὲν ἀπὸ τῆς ὄψεως εὐθέως ἐπίσταται τοὺς γονεῖς οὐ φθεγγόμενον· οὕτω δὴ καὶ νυμφίος καὶ νύμφη, οὐδενὸς συνάγοντος, οὐδενὸς παραινοῦντος καὶ συμβουλεύοντος, ἀπὸ τῆς ὄψεως ἀλλήλοις συμπλέκονται. Εἶτα ἰδὼν ὅτι καὶ ἐπὶ τοῦ Χριστοῦ τοῦτο ἐγένετο, καὶ ἐπὶ τῆς Ἐκκλησίας μάλιστα, ἐξεπλάγη καὶ ἐθαύμασε. Πῶς οὖν ἐπὶ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας τοῦτο ἐγένετο; Καθάπερ ὁ νυμφίος τὸν πατέρα ἀφεὶς πρὸς τὴν νύμφην ἔρχεται, οὕτω καὶ ὁ Χριστὸς τὸν πατρικὸν θρόνον ἀφεὶς πρὸς τὴν νύμφην ἦλθεν· οὐχ ἡμᾶς ἄνω ἐκάλεσεν, ἀλλ᾽ αὐτὸς πρὸς ἡμᾶς παρεγένετο.

Ὅταν δὲ ἀκούσῃς ὅτι ἀφῆκε, μὴ μετάστασιν νοήσῃς, ἀλλὰ συγκατάβασιν· καὶ γὰρ καὶ μεθ᾽ ἡμῶν ὢν, μετὰ τοῦ Πατρὸς ἦν. Διὰ τοῦτό φησι· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Μέγα μέν ἐστι καὶ ἐπὶ ἀνθρώπων γινόμενον· ὅταν δὲ ἴδω εἰς τὸν Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν αὐτὸ συμβαῖνον, τότε ἐκπλήττομαι, τότε θαυμάζω. Διὰ τοῦτο εἰπὼν, Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐπήγαγεν· Ἐγὼ δὲ λέγω, εἰς τὸν Χριστὸν, καὶ εἰς τὴν Ἐκκλησίαν.