Ἐὰν δὲ μὴ βουληθῇ, φησὶν, ἡ γυνὴ πορευθῆναι μετ᾽ ἐμοῦ, ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες; Εἶτα ὁ Ἀβραάμ· Μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ ὤμοσέ μοι λέγων· Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ κατευοδώσει τὴν ὁδόν σου. Ὁρᾷς πίστιν ἀνδρός; Οὐ παρεκάλεσε φίλους, ἢ συγγενεῖς, οὐκ ἄλλον οὐδένα, ἀλλὰ τὸν Θεὸν ἔδωκεν αὐτῷ μεσίτην καὶ συνοδοιπόρον. Εἶτα βουλόμενος παραθαρσῦναι τὸν οἰκέτην, οὐχ ἁπλῶς εἶπε, Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀλλὰ προστίθησιν, Ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Ἀναμνήσθητι, φησὶ, πῶς τοσαύτην ἤλθομεν ἀποδημίαν, πῶς τὴν οἰκείαν ἀφέντες ἐπὶ τῆς ἀλλοτρίας πλείονος ἀπελαύσαμεν εὐημερίας, πῶς τὰ ἀδύνατα γέγονε δυνατά. Οὐ τοῦτο δὲ μόνον βουλόμενος δηλῶσαι ἔλεγεν, Ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, ἀλλ᾽ ὅτι καὶ ὀφειλέτην ἔχει τὸν Θεόν. Χρεώστης, φησὶν, ἡμῖν ἐστιν· αὐτὸς εἶπε, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου. Ὥστε εἰ καὶ ἡμεῖς ἀνάξιοι, διὰ γοῦν τὴν ὑπόσχεσιν αὐτὸς τὴν ἑαυτοῦ, καὶ ἵνα αὐτὴν εἰς τέλος ἀγάγῃ, συμπαρέσται, καὶ ἐξευμαριεῖ τὰ προκείμενα ἅπαντα, καὶ τέλος ἐπιθήσει τούτου οὗπερ εὐχόμεθα. Ταῦτα εἰπὼν ἔπεμψε τὸν παῖδα.