Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ, Ἔσπευσε, καὶ ἔδραμε, καὶ ὅσα τοιαῦτα, ἀλλ᾽ ἵνα μάθῃς τὴν προθυμίαν, μεθ᾽ ἧς ἐποίει τὸ πρᾶγμα, οὐκ ἄκουσα, οὐδὲ ἀναγκαζομένη, οὐδὲ δυσχεραίνουσα, οὐδὲ ἀγανακτοῦσα. Καὶ ὅτι οὐ μικρὸν τοῦτό ἐστι, πολλάκις παριόντα τινὰ στῆναι μικρὸν ᾐτήσαμεν δᾷδα κατέχοντα, ἵνα ἅψωμεν, ἢ ὕδωρ βαστάζοντα, ὥστε ἀποπιεῖν, καὶ οὐκ ἠνέσχετο, ἀλλ᾽ ἐδυσχέρανεν· ἐκείνη δὲ οὐ μόνον ἀπέκλινεν αὐτῷ τὴν ὑδρίαν, ἀλλὰ καὶ ταῖς καμήλοις πάσαις ὑδρεύσατο, πόνον τοσοῦτον ἀνασχομένη, καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν εἰς τὴν φιλοξενίαν εἰσενεγκοῦσα μετὰ πολλῆς προσηνείας· οὐ γὰρ τὸ ποιῆσαι μόνον, ἀλλὰ καὶ τὸ προθύμως, δείκνυσιν αὐτῆς τὴν ἀρετήν· κύριον καλεῖ ἄνθρωπον ἀγνῶτα καὶ τότε φανέντα πρῶτον. Καὶ καθάπερ ὁ κηδεστὴς αὐτῆς Ἀβραὰμ οὐκ ἠρώτα τοὺς παριόντας, Τίνες τέ ἐστε, καὶ πόθεν; καὶ ποῦ πορεύεσθε; καὶ πόθεν ἥκατε; ἀλλ᾽ ἁπλῶς τὴν φιλοξενίαν ἐκαρποῦτο· οὕτω καὶ αὕτη οὐκ εἶπε, Τίς εἶ, καὶ πόθεν, καὶ τίνος ἕνεκεν παραγέγονας; ἀλλὰ καρπωσαμένη τὴν εὐπορίαν τῆς φιλοξενίας, τὰ περιττὰ πάντα ἀφῆκε. Καὶ γὰρ οἱ μαργαρίτας ὠνούμενοι, καὶ χρυσίον λαμβάνοντες, ἓν τοῦτο ζητοῦσι μόνον, ὅπως κερδαίνοιεν ἀπὸ τῶν ἐχόντων τὰ χρήματα, οὐχ ὅπως αὐτοὺς περιεργάσοιντο· καὶ αὕτη τοῦτο μόνον ζητεῖ, ὅπως δέξηται τὸν τῆς φιλοξενίας καρπὸν, ὅπως λάβοι τὸν μισθὸν ἀπηρτισμένον.