Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ξηρασίας

Ἰωάννης ὁ Χρυσόστομος

Η παιδαγωγική διάσταση της τιμωρίας και η θεία μακροθυμία

Θεολογική ερμηνεία της καθολικής δοκιμασίας ως ιαματικού μέσου και ανάδειξη της συγκατάβασης του Θεού, ο οποίος πλήττει την άψυχη κτίση για να οδηγήσει τους ανθρώπους σε μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

οὐ προέλεγον, οὐ παρόψεται Κύριος ὁρῶν οὕτω καταφρονούμενον τὸ ἱερὸν εὐαγγέλιον, καὶ ταῖς πλεονεκτικαῖς χερσὶν ἀναιδῶς καὶ ἀνυποστόλως κρατούμενον; Κόμιζε τοίνυν τοὺς καρποὺς τοῦ ἀγροῦ, τοὺς ἐκ πλεονεξίας κτισθέντας σοι, ὡς οὐδὲ τὰ καταβληθέντα παρέξει σπέρματα· ἀλλ᾽ οὐδὲ τὸν ἀμπελῶνα τρυγήσεις, ὃν πλεονεκτήσας ἀφήρπασας. Ἃ γὰρ τοῖς Ἰουδαίοις πάλαι διὰ Μιχαίου ἠπείλησεν ὁ Θεὸς, ταῦτα νῦν πεπλήρωκεν ἐν ἡμῖν· Σὺ σπείρεις, καὶ μὴ ἀμήσῃς· σὺ πιέσεις ἐλαίαν, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον· καὶ οἶνον οὐ μὴ πίῃς. Τί οὖν, εἴποι τις ἴσως, καὶ μὴν οὐ πάντες πλεονέκται, οὐδὲ πάντες ἐπίορκοι· πῶς οὖν ὀλίγων ἁμαρτανόντων κοινῇ πᾶσι κεκέρασται τῆς ὀργῆς τοῦ Θεοῦ τὸ ἀψίνθιον; ἐχρῆν γὰρ μόνοις τοῖς κακοῖς ἐπενεχθῆναι τὴν κόλασιν. Ἀλλ᾽ ὡς ἐφ᾽ ἑνὸς σώματος, εἴπερ ἐν ἑνὶ μορίῳ ῥεύματος ἐπείσρυσις γίνεται, τὸ πᾶν σῶμα ἐδεῖτο καθάρσεως· οὕτω καὶ ἐφ᾽ ἡμῖν, ἐπειδὴ ἓν σῶμά ἐσμεν, καὶ μέλη πάντες τοῦ Χριστοῦ, ἑνὸς μέρους νενοσηκότος, κοινωνοὶ τῆς ἀλγηδόνος πάντες γινόμεθα. Οὕτω ποτὲ τοῦ παιδὸς Σαοὺλ ἁμαρτήσαντος, ἅπαν τὸ στρατόπεδον ἐμαστίζετο, καὶ τοῦ Δαυῒδ παρὰ τὸ δοκοῦν τῷ Θεῷ τὸν λαὸν ἀριθμήσαντος, κοινῶς ὄλεθρος ἐπεισέφρησε. Τοῦτο δὲ καὶ ἡ ἔξωθεν παιδεία φησὶν, ὅτι πολλάκις καὶ σύμπασα πόλις ἑνὸς ἀνδρὸς κακίας ἀπέλαυσε. Διὰ τοῦτο τῆς ὀργῆς τοῦ Θεοῦ τὸ ποτήριον κεκέρασται ἡμῖν ἄκρατον.

Ποτήριον γὰρ, φησὶν, ἐν χειρὶ Κυρίου πλῆρες κεράσματος οἴνου ἀκράτου. Ὁρᾷς πῶς ἡ τοῦ ποτηρίου τούτου φύσις παρήλλακται. Εἰ γὰρ ἄκρατόν ἐστι, πῶς πλῆρες κεράσματος; τὸ γὰρ κεκερασμένον οὐκ ἄκρατον. Ἐνταῦθα δὲ ἀμφότερα λέγεται· καὶ ἄκρατον μὲν, ὡς ἀμιγὲς θείων οἰκτιρμῶν τοῖς ἀδιόρθωτα πταίουσι, διὰ τὸ τῆς κρίσεως δίκαιον· κεκερασμένον δὲ, ὡς ἐκ διαφόρων μαστίγων καὶ τιμωριῶν, αἷς εἴωθε κολάζειν Θεὸς τοὺς μὴ ἐν ἀπεγνωσμένοις γενομένους κακοῖς. Ὅνπερ γὰρ τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακόπτοντες νόσους, καὶ τοῦ δύνασθαι θεραπεύειν τὴν πεῖραν ἐξησκηκότες, τὰ τῶν τραυμάτων δυσαισθητότερα θερμοῖς ὕδασι καὶ δριμέσι φαρμάκοις ἀποκαθαίρουσι, καὶ τῆς ἐνούσης αὐτῆς ἀκαθαρσίας τὸ πάθος ἀπολεπτύνουσι τοῖς ἐκ τῆς τέχνης ἐπικουρήμασιν· οὕτω καὶ ὁ τὰ πάντα γινώσκων Θεὸς τοὺς ἀναλγήτως ἔχοντας πληγαῖς, ὧν βέλτιον ἂν εἴη παραιτεῖσθαι πρὸ τῆς πείρας τὴν ἔφοδον. Τί οὖν εἴποιμεν πρὸς τὰ ὑπαρχόμενα;

Δικαία ἡ κρίσις τοῦ Θεοῦ, μᾶλλον δὲ καταπολὺ τῆς δικαίας ὀργῆς ὁ φιλάνθρωπος Δεσπότης τὴν τιμωρίαν ἐκούφισεν, οὐχ ὅσον, ὧν ἐσμεν ἄξιοι, πεῖραν λαβεῖν, ἀλλ᾽ ὅσον αἴσθησιν λαβεῖν, ὧν ἡμάρτομεν. Σκόπει γὰρ τοῦ Θεοῦ τὸ μακρόθυμον· ἡμάρτομεν ἡμεῖς, καὶ τὰ στοιχεῖα κολάζεται· πταίομεν, καὶ ἡ γῆ τιμωρεῖται· φαῦλον βίον ζῶμεν ἡμεῖς, καὶ μαστίζεται τὰ ἄψυχα· ὑβρίζομεν τὸν πλάστην διὰ τῶν αἰσχρῶν ἡμῶν πράξεων, καὶ δέχεται τὴν πληγὴν τὰ μηδὲν ἁμαρτήσαντα· ὥσπερ ἂν εἴ τις τοῦ παιδὸς σφαλέντος, κατὰ τοῦ δούλου ἐκφέρει τὴν βάσανον. Τοιοῦτον ἔχομεν ἀγαθὸν Δεσπότην, οὕτως ἡμᾶς νουθετεῖ, ἐπανάγων πρὸς τὴν διόρθωσιν· καὶ τείνει μὲν τὸ τόξον τῆς ἀπειλῆς, ἐπέχει δὲ τὸ βέλος τῆς ὀργῆς. Οὐ γὰρ βούλεται τὸν ψυχικὸν ἡμῶν θάνατον, ἀλλὰ τὴν ἐπιστροφὴν ἀναμένει καὶ τὴν μετάνοιαν.