Βλέπε οὖν, ἀδελφὲ, μὴ ἀμελήσῃς τοῦ ἐν σοὶ χαρίσματος τοῦ δοθέντος σοι τῇ δωρεᾷ τοῦ Χριστοῦ· ἀλλὰ φρόντισον καὶ ἐκζήτησον τὸ πῶς εὐαρεστῆσαι τῷ Θεῷ δυνήσῃ, ἵνα τύχῃς τοῦ μακαρισμοῦ· γέγραπται γάρ· Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσι αὐτόν. Βλέπε μή σε ἀνακόψῃ ὁ Ἐχθρὸς, ὅταν βούλῃ ἀναγνῶναι, προσφέρων σοι τὴν ἀδικίαν, καὶ βάλλων σε εἰς πειρασμοὺς, καὶ λέγων· Ποίησον πρῶτον τόδε τὸ πρᾶγμα, ἐφ᾽ ὅσον ὀλίγον ἐστὶ, καὶ οὕτως ἀμερίμνως ἀναγινώσκῃς. Ἡνίκα γὰρ ὑποβάλλῃ ταῦτα, καὶ προθυμίαν παρέχῃ εἰς τὸ ἐργόχειρον, ταῦτα πάντα ἐμβάλλει, ἵνα σε ἀπασχολήσῃ τοῦ ἀναγνῶναι καὶ ὠφεληθῆναι. Ὅταν γὰρ ἴδῃ ἄνθρωπον ὁ διάβολος ἐμπόνως ἀναγινώσκοντα καὶ ὠφελούμενον, ταύταις ταῖς ἀφορμαῖς καὶ ἄλλαις πολλαῖς παρατάσσεται αὐτῷ, ἐμποδίζειν αὐτὸν ζητῶν. Σὺ οὖν μὴ πεισθῇς αὐτῷ, ἀλλὰ γενοῦ ὡσεὶ ἔλαφος διψῶσα, καὶ ἐπιποθῶν ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτέστιν ἐπὶ τὰς θείας Γραφὰς, ὅπως πίῃ ἐξ αὐτῶν, καὶ καταψύξωσί σου τὴν δίψαν τὴν συμφλέγουσάν σε διὰ τῶν παθῶν. Σύμπινε δὲ καὶ τὴν ἐξ αὐτῶν ὠφέλειάν σοι γινομένην· οἷόν τι λέγω, ἵνα, ὅταν ὁ Κύριος δωρῆταί σοι τοῦ ἐπιγνῶναι ἐξ αὐτῶν λόγον, μὴ παρέλθῃς, ἀλλὰ μελετήσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου, καὶ ἐγγράψῃς αὐτὸν ἐν τῇ καρδίᾳ σου, καὶ τῇ μνήμῃ διαφυλάξῃς αὐτὸν ἀνεξάλειπτον.