Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς καὶ συντελείας τοῦ αἰῶνος
Η αρετή της υπομονής στον πνευματικό αγώνα
Προτροπή στην απόκτηση της υπομονής ως θεμελιώδους προϋπόθεσης για την πνευματική καρποφορία και την τελική ανταμοιβή των δικαίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αρετή της υπομονής στον πνευματικό αγώνα
Προτροπή στην απόκτηση της υπομονής ως θεμελιώδους προϋπόθεσης για την πνευματική καρποφορία και την τελική ανταμοιβή των δικαίων.
Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου, καὶ δευτέρας παρουσίας, ἀδιαδόχου τε τῶν δικαίων βασιλείας, καὶ ἀτελευτήτου τῶν ἁμαρτωλῶν κολάσεως· ὑπόθεσίς τε ἐξομολογήσεως, καὶ πρὸς τὴν τῶν θείων Γραφῶν μελέτην προτροπὴ, τίνες τε αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ, καὶ τί τὸ τῆς ἡσυχίας ὠφέλιμον. Λαμπρὸς ὁ βίος τῶν δικαίων· πῶς δὲ λαμπρύνεται, ἀλλ᾽ ἢ διὰ τῆς ὑπομονῆς; Ταύτην κτησάμενος ἀγάπησον, ὦ ἀδελφὲ, ὡς τῆς ἀνδρείας μητέρα· ὁ μὲν γὰρ ψαλμὸς παραινεῖ λέγων· Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ. Ὁ δὲ Παῦλος ὅπως κτήσῃ τὴν ἀρετὴν, λέγει· Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται.
Ταύτην μετερχόμενος, εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται. Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτῷ, καὶ εὑρήσεις ἐκ τούτου τὸ, Καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου. Τί τούτου μακαριώτερον, τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ; τίς οὐ θελήσει ἀνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν; Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ· ἐμισθώσατό σε Χριστὸς εἰς τὸν ἀμπελῶνα αὐτοῦ· ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν. Ἄκουσον τοῦ Παύλου λέγοντος· Ὃ δ᾽ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.
Σπεῖρον εἰς τὸ πνεῦμα, ἵνα θερίσῃς ζωὴν αἰώνιον· Ὁ γὰρ σπείρων εἰς τὸ σῶμα, φησὶν, ἐκ τοῦ σώματος θερίσει φθοράν. Ἄκουε τοῦ καλοῦ παραινέτου λέγοντος· Σπείρατε ἑαυτοῖς δικαιοσύνην, τρυγήσατε καρπὸν ζωῆς· μὴ ὀλιγώρει ἐν τῷ κάμνειν, ἔμπροσθεν ὁρῶν τὴν ἐλπίδα. Ὅπου γὰρ ἀγῶνες, ἐκεῖ καὶ βραβεῖα· ὅπου πόλεμοι, ἐκεῖ καὶ τιμαί· ὅπου ἡ πάλη, ἐκεῖ καὶ ὁ στέφανος.
Εἰς ταῦτα ἀφορῶν, ἐπάλειφε σεαυτὸν δι᾽ ὑπομονῆς· ὑποφώνει σεαυτῷ πάντοτε μετὰ τῶν ἁγίων βοῶν· Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν· ἀγρὸς γάρ ἐστιν οὗτος ὁ βίος. Λάβε τὴν Παλαιὰν Διαθήκην.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.