Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς καὶ συντελείας τοῦ αἰῶνος

Ἰωάννης ὁ Χρυσόστομος

Η προστασία της ψυχής μέσω της μελέτης των Γραφών και της προσευχής

Ανάλυση της πνευματικής ωφέλειας από την ανάγνωση και την ακρόαση του θείου λόγου, σε συνδυασμό με τη νοερά προσευχή και τη συνεχή μνήμη των εντολών ενόψει της μελλοντικής κρίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Περίσφιγξον τὸ κτῆμά σου ἀκάνθαις. Ποίαις; Τῇ νηστείᾳ, τῇ προσευχῇ, τῇ διδασκαλίᾳ. Ἐὰν ἔχῃς τὸν φραγμὸν, οὐκ ἐμβήσεται τὸ θηρίον, τὸν διάβολον λέγω. Ὡς ἄμπελον καλὴν γεώργει σου τὴν ψυχήν. Καὶ ὥσπερ οἱ τοὺς ἀμπελῶνας φυλάσσοντες κροτοῦσι τῇ χειρὶ, βοῶσι τῇ φωνῇ, καὶ διὰ τῶν κτύπων ἱστῶσι τοὺς ἐπιβουλεύοντας· οὕτω καὶ σὺ βόησον τῇ προσευχῇ, ἀλάλαξον τῇ ψαλμῳδίᾳ, καὶ ἀποδιώξεις τὸ δολερὸν θηρίον, τὴν ἀλώπεκα, ἥτις ἐστὶν ὁ διάβολος· περὶ οὗ ἔλεγεν ἡ Γραφή· Πιάσατε ἡμῖν μικροὺς ἀλώπεκας, καὶ τὰ ἑξῆς. Τήρει πάντοτε τὸν Ἐχθρόν· ἐὰν ἔλθῃ κατατοξεῦσαί σου τὴν καρδίαν εἰς ἐπιθυμίαν ἄτοπον, καὶ ἐὰν κατασφενδονᾷν τὴν ψυχήν σου ἔλθῃ, προσβάλλων ῥυπαροὺς λογισμοὺς, ἀντίστησον τὸν θυρεὸν τῆς πίστεως, περιβαλοῦ τὴν περικεφαλαίαν τῆς ἐλπίδος, σπάσαι τὴν μάχαιραν τοῦ Πνεύματος, ἥτις ἐστὶ ῥῆμα Θεοῦ· καὶ οὕτως ὁπλιζόμενος κατὰ τοῦ Ἐχθροῦ, ὑπόμεινον, καὶ μὴ ὀλιγώρει ἐν τῷ πολέμῳ, ἀλλὰ νῆφε ἐν πᾶσιν.

Ἐπιφέρει ὁ Ἐχθρὸς ποτὲ μὲν εὐρυχωρίας, ποτὲ δὲ θλίψεις. Πρὸς ὃ γὰρ δοκιμάζει τὴν διάθεσιν τοῦ ἀνθρώπου ἐγκειμένην, πρὸς αὐτὸ καὶ αὐτὸς στρατεύεται διὰ πανουργίας παρατάσσεσθαι. Διὸ, ἀδελφέ μου, νῆψον ἀσφαλῶς, καὶ σπούδασον ἀεὶ τῇ ἀναγνώσει προσκολλᾶσθαι, ἵνα σε διδάξῃ πῶς δεῖ ἐκφυγεῖν τὰς παγίδας τοῦ Ἐχθροῦ, καὶ καταλαμβάνειν τὴν αἰώνιον ζωήν. Συστέλλει γὰρ ἡ ἀνάγνωσις τῶν θείων Γραφῶν τὸν νοῦν πλανώμενον, καὶ δωρεῖται γνῶσιν εἰς Θεόν· γέγραπται γάρ· Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ἀκούεις, ἀδελφὲ, ὅτι γνῶσιν Θεοῦ λαμβάνει ὁ σχολάζων ταῖς θείαις Γραφαῖς ἐν ἀληθινῇ καρδίᾳ. Διὸ, ἀδελφέ μου, μὴ ἀμελήσῃς τῆς ψυχῆς σου, ἀλλὰ σχόλαζε τῇ ἀναγνώσει καὶ ταῖς προσευχαῖς· ὅπως φωτισθῇ σου ἡ διάνοια, καὶ ὅπως γένῃ τέλειος καὶ ὁλόκληρος, ἐν μηδενὶ λειπόμενος. Ἄλλοι καυχῶνται ἐπὶ συνομιλίᾳ μεγιστάνων, ἀρχόντων τε καὶ βασιλέων· σὺ δὲ καύχησαι ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ, συνομιλῶν τῷ ἁγίῳ Πνεύματι διὰ τῶν θείων Γραφῶν· τὸ γὰρ ἅγιον Πνεῦμά ἐστι τὸ λαλοῦν δι᾽ αὐτῶν. Σπούδαζε οὖν ἐντυγχάνειν ταῖς θείαις Γραφαῖς, καὶ προσκαρτερεῖν ταῖς ἁγίαις εὐχαῖς.

Ὁσάκις γὰρ ἂν ἐντυγχάνῃς τῷ Θεῷ δι᾽ αὐτῶν, τοσαυτάκις ἁγιάζεταί σου τὸ σῶμα, καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα. Τοῦτο οὖν γινώσκων, ἀδελφέ μου, ὅτι, ἡνίκα ἂν ἐντυγχάνῃς αὐταῖς, ἁγιάζῃ, σπούδασον πυκνοτέρως ἐντυγχάνειν αὐταῖς· κἂν μὴ σχολάζωσιν αἱ χεῖρες, εὔχου τῇ διανοίᾳ. Καὶ γὰρ ἡ μακαρία Ἄννα, ἡ μήτηρ τοῦ προφήτου Σαμουὴλ, ηὔχετο, καὶ τὰ χείλη αὐτῆς ἐσάλευεν· ἡ δὲ προσευχὴ αὐτῆς εἰς τὰ ὦτα Κυρίου σαββαὼθ εἰσεληλύθει.

Καὶ γὰρ ἐδόθη αὐτῇ ἡ αἴτησις αὐτῆς. Διὸ, ἀδελφέ μου, εἰ καὶ σχολάζουσιν αἱ χεῖρες, ἀλλὰ τῇ διανοίᾳ εὔχου· καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει. Ἐὰν δὲ οὐκ ἐπίστασαι τὸ ἀναγινώσκειν, προσκολλῶ ὅπου ἔστιν ἀκοῦσαι καὶ ὠφεληθῆναι· γέγραπται γάρ· Ἐὰν ἴδῃς ἄνδρα συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου. Τοῦτο γὰρ συμβάλλεται, ἀδελφέ μου, οὐ μόνον τοῖς μὴ ἐπισταμένοις τὸ ἀναγνῶναι, ἀλλὰ καὶ τοῖς ἐπισταμένοις. Πολλοὶ γάρ εἰσιν ἀναγινώσκοντες, καὶ οὐκ ἐπιγινώσκουσιν ἃ ἀναγινώσκουσι.

Βλέπε οὖν, ἀδελφὲ, μὴ ἀμελήσῃς τοῦ ἐν σοὶ χαρίσματος τοῦ δοθέντος σοι τῇ δωρεᾷ τοῦ Χριστοῦ· ἀλλὰ φρόντισον καὶ ἐκζήτησον τὸ πῶς εὐαρεστῆσαι τῷ Θεῷ δυνήσῃ, ἵνα τύχῃς τοῦ μακαρισμοῦ· γέγραπται γάρ· Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσι αὐτόν. Βλέπε μή σε ἀνακόψῃ ὁ Ἐχθρὸς, ὅταν βούλῃ ἀναγνῶναι, προσφέρων σοι τὴν ἀδικίαν, καὶ βάλλων σε εἰς πειρασμοὺς, καὶ λέγων· Ποίησον πρῶτον τόδε τὸ πρᾶγμα, ἐφ᾽ ὅσον ὀλίγον ἐστὶ, καὶ οὕτως ἀμερίμνως ἀναγινώσκῃς. Ἡνίκα γὰρ ὑποβάλλῃ ταῦτα, καὶ προθυμίαν παρέχῃ εἰς τὸ ἐργόχειρον, ταῦτα πάντα ἐμβάλλει, ἵνα σε ἀπασχολήσῃ τοῦ ἀναγνῶναι καὶ ὠφεληθῆναι. Ὅταν γὰρ ἴδῃ ἄνθρωπον ὁ διάβολος ἐμπόνως ἀναγινώσκοντα καὶ ὠφελούμενον, ταύταις ταῖς ἀφορμαῖς καὶ ἄλλαις πολλαῖς παρατάσσεται αὐτῷ, ἐμποδίζειν αὐτὸν ζητῶν. Σὺ οὖν μὴ πεισθῇς αὐτῷ, ἀλλὰ γενοῦ ὡσεὶ ἔλαφος διψῶσα, καὶ ἐπιποθῶν ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτέστιν ἐπὶ τὰς θείας Γραφὰς, ὅπως πίῃ ἐξ αὐτῶν, καὶ καταψύξωσί σου τὴν δίψαν τὴν συμφλέγουσάν σε διὰ τῶν παθῶν. Σύμπινε δὲ καὶ τὴν ἐξ αὐτῶν ὠφέλειάν σοι γινομένην· οἷόν τι λέγω, ἵνα, ὅταν ὁ Κύριος δωρῆταί σοι τοῦ ἐπιγνῶναι ἐξ αὐτῶν λόγον, μὴ παρέλθῃς, ἀλλὰ μελετήσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου, καὶ ἐγγράψῃς αὐτὸν ἐν τῇ καρδίᾳ σου, καὶ τῇ μνήμῃ διαφυλάξῃς αὐτὸν ἀνεξάλειπτον.

Γέγραπται γάρ· Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου· καὶ πάλιν, Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι· καὶ πάλιν, Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Βλέπεις, ἀδελφὲ, ὅτι ἐν τῷ μνημονεύειν τῶν λόγων τοῦ Θεοῦ κατορθοῖ ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ. Τίς γάρ ἐστιν ὁ μνημονεύων τῶν λόγων τοῦ Θεοῦ καὶ μὴ κατορθῶν, εἰ μὴ ἄρα ἐκεῖνος ὑπάρχει ἀδόκιμος καὶ ταλαίπωρος, ὁ οὐδὲν ὅλως μνημονεύων, ἀλλὰ καὶ ὧν δοκεῖ μνημονεύειν ἐπιλανθανόμενος; Τῷ γὰρ τοιούτῳ ἀνθρώπῳ λέγει ὁ Θεός· Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Κελεύει οὖν ἀπαρθῆναι ἀπ᾽ αὐτοῦ καὶ ὃ δοκεῖ ἔχειν· ὅτι οὗτος δοκεῖ ἔχειν πίστιν (καὶ γὰρ Χριστιανὸν ἑαυτὸν ἀποκαλεῖ), τοῖς δὲ ἔργοις ἀρνεῖται, καὶ ἔστιν ἀπίστου χείρων. Διὸ κελεύει ἀπαρθῆναι ἀπ᾽ αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔλαβεν ἐν ἡμέρᾳ ἀπολυτρώσεως, ὃ δοκεῖ ἔχειν. Καὶ γίνεται ὁ τοιοῦτος ἄνθρωπος ὥσπερ κεράμιον οἴνου ῥῆγμα πεποιηκὸς, καὶ δι᾽ αὐτοῦ ἀπολωλεκὸς τὸν οἶνον· ὅπερ πάντες μὲν οἱ ὁρῶντες, μὴ ἰδόντες τὸ γεγονὸς, δοκοῦσι μεστὸν εἶναι· ὅταν δὲ ἐρευνηθῇ, τότε φανεροῦται πᾶσιν, ὅτι κενόν ἐστι κείμενον. Οὕτως οὖν καὶ ὁ τοιοῦτος ἄνθρωπος κατὰ τὴν ἡμέραν ἐκείνην τῆς κρίσεως ἐρευνώμενος, εὑρίσκεται· καὶ τότε φανερὰ πᾶσι τὰ κατ᾽ αὐτὸν γίνεται.

Τοιοῦτοί εἰσι καὶ εἰ ἐροῦντες τῷ βασιλεῖ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, οὐ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Βλέπεις, ἀδελφὲ, ὅτι οὐδὲν ἔλεος ἔχει ὁ τοιοῦτος. Σὺ οὖν μνημόνευε τῶν λόγων ὧν ἀκούεις, καὶ κατόρθωσον τὴν ὁδόν σου. Βλέπε μὴ ἐάσῃς τὴν λήθην κατελθεῖν, καὶ ἁρπάσαι αὐτὸν ἐκ τῆς καρδίας σου· βλέπε μὴ ἐάσῃς τὰ πετεινὰ κατελθεῖν, καὶ καταφαγεῖν τὸ σπέρμα τοῦ Θεοῦ· αὐτὸς γὰρ εἶπεν, ὅτι τὸ σπέρμα ἐστὶν ὁ λόγος, ὃν ἠκούσατε.