Ἀνάγνωθί μοι τὴν κοσμοποιίαν, εὑρήσεις ἐν αὐτῇ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶτα τῇ ἑξῆς ἐπάγει τὴν κτίσιν. Οὕτω καὶ οἱ παῖδες νόμον ἐπιστάμενοι καὶ Θεὸν γινώσκοντες οὕτως ἔλεγον· Εὐλογεῖτε, οὐρανοὶ, τὸν Κύριον, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν Κύριον, ἥλιος καὶ σελήνη, τὸν Κύριον. Καὶ ὅρα μοι τὸ θαυμαστὸν ὕστερον πάντων· Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Ὥσπερ γὰρ ἐν τῇ κοσμοποιίᾳ ὁ νομοθέτης ἱστοριογραφῶν ἔλεγε μετὰ τὸ τὴν κτίσιν τελεσιουργηθῆναι, Ποιήσωμεν ἄνθρωπον κατ᾽ ἰδίαν εἰκόνα καὶ καθ᾽ ὁμοιότητα ἡμετέραν· οὕτω καὶ οὗτοι τελευταῖον πάντων ποιησάμενοι τῆς ὑμνολογίας τὴν ἀναπλήρωσιν, λέγουσιν ἑξῆς, Εὐλογεῖτε· Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Εἶδες ὑπομονὴν δικαίων; εἶδες στέφανον πλεκόμενον; εἶδες ἀνδρείων ἰσχὺν τῶν νέων; εἶδες ζῆλον πυρὸς σφοδρότερον; εἶδες στόμα ὁμοδίαιτον τῶν ἀγγέλων; εἶδες γλῶτταν συλλειτουργὸν τῶν ἀγγέλων; εἶδες ὑπομονὴν ἀθλητῶν; Οὐκ ἐδειλίασαν πρὸς θάνατον, οὐκ ἠλλοιώθη αὐτῶν τὸ πρόσωπον διὰ τῆς μελλούσης ἔσεσθαι αὐτοῖς τιμωρίας, ἀλλὰ φαιδροὶ καὶ γεγανωμένοι τῷ ἄνθει ἔλεγον· Ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Εἶδες πῶς πανταχοῦ ἡ ὑπομονὴ πρόξενος γίνεται τῆς βασιλείας τῶν οὐρανῶν;