Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς

Ἰωάννης ὁ Χρυσόστομος

Η καρτερία στις στερήσεις και τους διωγμούς

Επισκόπηση της υπομονής μέσα από τα παραδείγματα του φτωχού Λαζάρου, των Τριών Παίδων στην κάμινο, του Δανιήλ στον λάκκο των λεόντων, καθώς και των προφητών Ηλία και Δαβίδ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἴδε μοι καὶ τὸν πτωχὸν Λάζαρον, μᾶλλον δὲ πλουσίων εὐπορώτερον, πῶς καὶ οὗτος δι᾽ ὑπομονῆς ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἐπαναπαύεται. Οὗτος γὰρ ὁ Λάζαρος παρὰ τὸν πυλῶνα τοῦ πλουσίου καθέζετο τῷ λιμῷ τηκόμενος· κἀκεῖνος μὲν ὁ πλούσιος διαφόροις ἐδέσμασι καθ᾽ ἑκάστην ἡμέραν ἐμπιπλῶν τὴν κοιλίαν· ὁ δὲ Λάζαρος οὔτε ἄρτου τὴν κοιλίαν αὐτοῦ χορτάσαι εἶχεν· οὗτος παρασίτους ἔτρεφε, καὶ οὗτος ὑπὸ κυνῶν ἐλείχετο· οὗτος ἐστεμμένους εἶχε κρατῆρας οἴνου, κἀκεῖνος τὰ τραύματα ἐθώπευεν· οὗτος εἶχεν οἰκίαν χρυσόροφον καὶ μάρμαρα Λακεδαιμόνια καὶ περικεφαλαίας χρυσᾶς, καὶ Λάζαρος καλύβην οὐκ εἶχεν· οὗτος περιεβάλλετο σηρικὰ καὶ λαγῷα, καὶ Λάζαρος οὐκ εἶχε ῥάκος. Ἀλλ᾽ ὅρα μοι τὸ τέλος τῆς ὑπομονῆς. Ἀπέθανεν οὖν ὁ πλούσιος (τοῦ γὰρ πλουσίου ὁ θάνατος, θάνατος· θάνατος γὰρ ἁμαρτωλῶν πονηρός)· ἀπέθανε δὲ καὶ ὁ Λάζαρος, μᾶλλον δὲ μετετέθη. Οὗτος ὑπ᾽ ἀγγέλων εἵλκετο, οὗτος ἐν οὐρανῷ ἐπολιτεύετο, κἀκεῖνος ἐν τῇ γεέννῃ κατεφλέγετο· οὗτος ὑπεραπήλαυε τῶν ὑδάτων, κἀκεῖνος ἐν τῇ γεέννῃ κατεφλέγετο, ῥανίδος ἐπεθύμει· οὗτος ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἐπανεπαύετο, κἀκεῖνος ὑπὸ τοῦ σκώληκος τοῦ ἀκοιμήτου ἐνύγετο. Καὶ ὅρα, εἰ δοκεῖ, τὴν ὑπομονὴν τοῦ μακαρίου Λαζάρου.

Οὐκ εἶπεν ἐν ἑαυτῷ, ὅτι Ἐγὼ ζῶν ἐν ἀρετῇ πένομαι, καὶ οὗτος ἐν ἀδικίᾳ ζῶν πλουτεῖ· παῖδες τούτῳ παρειστήκεισαν ἀπαραίτητον λειτουργίαν προσφέροντες· οὗτος μακαρίζεται ὑπὸ ἀνθρώπων, καὶ οὗτος ἐταλανίζετο· μάγειροι τούτῳ ποικίλῃ τέχνῃ ὑπηρέτουν, σιτοποιοὶ, ἀρχισιτοποιοί· λουτρὰ ἐν πόλει, καὶ λουτρὰ κατὰ χώρας, καὶ κῆποι καὶ παράδεισοι. Οὗτος καθ᾽ ἑκάστην ἡμέραν ὑπεραπήλαυε τιμῆς· ἡ γῆ ἀπαραιτήτως αὐτῷ προσέφερε, καὶ οὗτος οὐ μετεδίδου τοῖς ἐνδεέσι· τὰ δένδρα τὸν καρπὸν βαρούμενα εἰς τὴν γῆν ἔβλεπον, κἀκεῖνος τῷ βάρει τῶν κακῶν εἰς οὐρανὸν οὐκ ἀνέβλεπεν· ὁ δὲ Λάζαρος κατὰ μόνας ἐκάθητο, τῇ ὑπομονῇ ἀπωθούμενος τὴν ζάλην τῆς πενίας. Εἶδες ὑπομονὴν δικαίου; εἶδες ὠμότητα πλουσίου; εἶδες καρτερίαν πένητος; εἶδες ἀπανθρωπίαν τοῦ πλουσίου; εἴδετε οἷον ὀψώνιον ἤνθησεν ἡ ὑπομονή; Ἴδε μοι καὶ τοὺς τρεῖς παῖδας ἐν καμίνῳ διατρίβοντας, καὶ τὴν κάμινον ὡς λεπτὸν ἀέρα καταπατοῦντας τῇ ὑπομονῇ, πῶς οὗτοι οἱ νέοι κατετόλμησαν τῆς τοσαύτης βασάνου, καὶ οὐκ ἐλογίσαντο τὴν ἀπειλὴν τῆς φλογὸς, οὐδ᾽ ὅσα τούτοις πικρὰ βασανιστήρια ἔμελλον ἔρχεσθαι; ἀλλὰ τοσοῦτον ἦσαν ὑψηλοὶ τῷ φρονήματι τῆς ὑπομονῆς, ὥστε λέγειν αὐτούς· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν.

Ἀλλ᾽ ὅμως κατετόλμησαν αὐτοῦ τῶν βασάνων, καὶ περιεπάτουν ἐν τῇ καμίνῳ καὶ ὕμνουν τὸν Θεὸν, ὥσπερ ἐν λειμῶνι καὶ παραδείσῳ ἤ τινι χλοηφόρῳ· καὶ ὥσπερ τις ἐν τρυφῇ διάγων, οὕτω περιεπάτουν, καὶ ἔλεγον· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Καὶ ὅρα βλαστάνουσαν ὑπομονὴν ταπεινοφροσύνην ἐπάγουσαν ἑξῆς· Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν. Καίτοι εἰ καὶ ἁμαρτίας ἦσαν πεποιηκότες, πάσας ἀπέσμηξεν ἡ τῆς φλογὸς δύναμις· ἀλλ᾽ ὅμως τῇ ὑπομονῇ ἔλεγον· Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν. Εἶδες ὑπομονὴν δικαίων; Οὐκ ἐλογίσαντο, ὅτι πυρὶ ἤμελλον προσομιλεῖν τὰ τούτων σώματα, ἀλλὰ καὶ ἀδάμαντος στερεώτεροι ηὑρέθησαν, καὶ τοσοῦτον ἀνδρεῖοι, ὥστε μὴ ἐν ἑνὶ τόπῳ ἑστάναι αὐτοὺς ἐν τῇ καμίνῳ. Καὶ περιπατοῦντες ηὐλόγουν τὸν Θεὸν καὶ ἐδόξαζον. Καὶ οὐ μόνον αὐτοὶ μόνοι, ἀλλὰ καὶ αὐτοὶ τὴν κτίσιν πᾶσαν μεθ᾽ ἑαυτῶν ἐκάλουν, τὸν ἥλιον καὶ τὴν σελήνην, τὰ ἄστρα τοῦ οὐρανοῦ, θάλασσαν καὶ ποταμοὺς, πηγὰς καὶ λίμνας καὶ τὴν γῆν, τὰ ὄρη, τοὺς βουνοὺς, τὰς νάπας, τὰς πεδιάδας, τὰς νύκτας, τὰς ἡμέρας. Καὶ ὅρα μοι τὸ θαυμαστόν· τῇ τάξει ὕμνουν καὶ ἐδόξαζον τὸν Θεόν.

Ἀνάγνωθί μοι τὴν κοσμοποιίαν, εὑρήσεις ἐν αὐτῇ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶτα τῇ ἑξῆς ἐπάγει τὴν κτίσιν. Οὕτω καὶ οἱ παῖδες νόμον ἐπιστάμενοι καὶ Θεὸν γινώσκοντες οὕτως ἔλεγον· Εὐλογεῖτε, οὐρανοὶ, τὸν Κύριον, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν Κύριον, ἥλιος καὶ σελήνη, τὸν Κύριον. Καὶ ὅρα μοι τὸ θαυμαστὸν ὕστερον πάντων· Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Ὥσπερ γὰρ ἐν τῇ κοσμοποιίᾳ ὁ νομοθέτης ἱστοριογραφῶν ἔλεγε μετὰ τὸ τὴν κτίσιν τελεσιουργηθῆναι, Ποιήσωμεν ἄνθρωπον κατ᾽ ἰδίαν εἰκόνα καὶ καθ᾽ ὁμοιότητα ἡμετέραν· οὕτω καὶ οὗτοι τελευταῖον πάντων ποιησάμενοι τῆς ὑμνολογίας τὴν ἀναπλήρωσιν, λέγουσιν ἑξῆς, Εὐλογεῖτε· Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Εἶδες ὑπομονὴν δικαίων; εἶδες στέφανον πλεκόμενον; εἶδες ἀνδρείων ἰσχὺν τῶν νέων; εἶδες ζῆλον πυρὸς σφοδρότερον; εἶδες στόμα ὁμοδίαιτον τῶν ἀγγέλων; εἶδες γλῶτταν συλλειτουργὸν τῶν ἀγγέλων; εἶδες ὑπομονὴν ἀθλητῶν; Οὐκ ἐδειλίασαν πρὸς θάνατον, οὐκ ἠλλοιώθη αὐτῶν τὸ πρόσωπον διὰ τῆς μελλούσης ἔσεσθαι αὐτοῖς τιμωρίας, ἀλλὰ φαιδροὶ καὶ γεγανωμένοι τῷ ἄνθει ἔλεγον· Ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Εἶδες πῶς πανταχοῦ ἡ ὑπομονὴ πρόξενος γίνεται τῆς βασιλείας τῶν οὐρανῶν;

Ἴδε μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον Δανιὴλ τὸν εἰς λάκκον λεόντων βληθέντα, καὶ τοὺς λέοντας διδάξαντα νηστεύειν.

Οὐ γὰρ ἐτόλμων οἱ θῆρες τῶν προφητικῶν ἀπογεύεσθαι κρεῶν, διὰ τὸ ὑπομονῇ αὐτὸν ἐκτραφῆναι. Οὗτος οὖν ὁ μακάριος Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων εἰσελθὼν οὐκ ἐδειλίασεν, ἀλλὰ προσηύξατο τῷ Θεῷ· τῇ ὑπομονῇ καὶ αὐτὸς τὴν θηριωδίαν εἰς ἡμερότητα μετέβαλε, καὶ ἡ φύσις τῆς ἀγριότητος εἰς ἡμερότητα προβάτου μετεβάλλετο, καὶ ἦν ἑστηκὼς Δανιὴλ ὡς ποιμὴν μετὰ ἀρνῶν. Εἶδες φύσιν μεταβαλλομένην; Καὶ ὁ τύραννος κατῃσχύνετο, καὶ ἦν ἰδεῖν ξένον καὶ παράδοξον πρᾶγμα· οἱ λέοντες ἡμερώτεροι τοῦ βασιλέως ἐγίνοντο.

Ἐκεῖνοι μὲν γὰρ παραδεξάμενοι τὴν τροφὴν, καὶ τοσούτῳ λιμῷ περιπεσόντες, οὐκ ἐτόλμησαν προφητικῶν κρεῶν ἀπογεύεσθαι, καὶ τῆς τραπέζης αὐτοῖς παρακειμένης, καὶ τοῦ ὀψωνίου, ἠρνήσαντο αὐτῶν τὴν φύσιν διὰ τὴν ὑπομονὴν τοῦ προφήτου, καὶ οὐδὲν αὐτὸν ἠδίκησεν ἡ τῶν θηρίων ἔφοδος, διὰ τὸ ἐλπίζειν αὐτὸν ἐπὶ Κύριον· οἶδε γὰρ καὶ ἡ φύσις τῶν ἀγρίων αἰδεῖσθαι τὴν εἰκόνα τοῦ Θεοῦ. Διὰ τοῦτο σαφῶς ἐπιστάμενος Δαυῒδ, ὅτι ὁ ἐλπίζων ἐπὶ Κύριον, οὐδὲν αὐτῷ φρικτὸν ἐπ᾽ ὄψεσι, λέγει· Καὶ καταπατήσεις λέοντα καὶ δράκοντα· καὶ πάλιν ὁ Κύριος· Ἰδοὺ, δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ· καὶ πάλιν ὁ Δαυῒδ, Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ. Ἴδε μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον Ἠλίαν, τῷ λόγῳ τὸν οὐρανὸν κλείσαντα ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, πῶς καὶ οὗτος τῇ ὑπομονῇ ἔμεινεν, ἄρτον μὴ φαγὼν, μηδὲ ὕδατος ἐμφορηθείς· ἀλλὰ περιεπάτει τὴν ἔρημον καὶ τὰς νάπας περιερχόμενος διὰ τὸν φόβον τῆς Ἰεζάβελ, καὶ ὁ τοσοῦτος ἀνὴρ τῇ ὑπομονῇ διὰ κόρακος ἐτρέφετο. Παρὰ τὸν ποταμὸν τὸν Χοραζεὶν ἐκάθητο τῇ ὑπομονῇ προσκαρτερῶν, καὶ ὑπὸ κόρακος τρεφόμενος· καίτοι ὁ κόραξ νομικὸν ἀκάθαρτον. Παρέστω ὁ Ἰουδαῖος. Πῶς ὁ προφήτης σου ὑπὸ ἀκαθάρτου ἐτρέφετο; πῶς τοῦτο, εἰπέ μοι;

Ὁ μὲν Μωϋσῆς ἀκάθαρτον ἔλεγεν εἶναι τὸν κόρακα· ὁ δὲ προφήτης σου ὑπὸ ἀκαθάρτου τὴν τροφὴν ἐδέχετο. Οὐχ ὑπῆρχε γὰρ ἕτερον πετεινόν; οὐκ ἦν ἐν τῇ χώρᾳ οὐ τρυγὼν, οὐ περιστερὰ, διότι ὑπὸ κόρακος ἐτρέφετο;

Ἑρμήνευσόν μοι, ὦ Ἰουδαῖε, τὴν τοῦ πετεινοῦ ζήτησιν. Οὐ Μωϋσῆς ἐνομοθέτει περὶ τοῦ κόρακος, καὶ ἐν τοῖς ἀκαθάρτοις αὐτὸν τέθεικε; πῶς οὖν ὁ προφήτης, ὃν προσδοκᾷς ἔρχεσθαι, ὁ ἐπιβεβηκὼς ἐπὶ ἅρματος πυρίνου, καὶ τὸν οὐρανὸν κλείσας ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, πῶς οὗτος ὁ δι᾽ εὐχῆς ἐγείρας νεκροὺς, ὑπὸ κόρακος ἐτρέφετο; οὐκ ἠδύνατο γὰρ ὁ τὸν οὐρανὸν κλείσας ἄρτους ἑαυτῷ κατενεγκεῖν; Ἀλλ᾽ ἵνα σοι δείξῃ, ὅτι ἡ Παλαιὰ τὰ τοῦ νόμου ἀνέτρεπε. Καὶ οὗτος διὰ μακροθυμίας καὶ ὑπομονῆς ἀθλήσας διῆγε, καὶ ἅπαντας τοὺς ἁγίους εὕρομεν δι᾽ ὑπομονῆς ἀθλήσαντας. Θέασαι δέ μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον Δαυῒδ τὸν ἔσχατον τῶν ἀνθρώπων γενόμενον καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὕστερον δὲ βασιλεύσαντα τῶν ἀδελφῶν αὐτοῦ· καὶ τὸν τηλικοῦτον πολέμιον λίθῳ κατέβαλε, καὶ τὴν φάλαγγα αὐτοῦ καταστρέψας, καὶ τὴν δύναμιν αὐτοῦ ὡς ἀράχνην διασπάσας· καὶ τούτου τοῦ οὕτως ἀθλήσαντος, οὕτως ἐπολεμεῖτο ὑπὸ τοῦ Σαούλ. Καίτοι εὐεργετῶν ἦν αὐτὸν Δαυῒδ, καὶ ψάλλοντος αὐτοῦ τὸ δαιμόνιον ἐδραπέτευε, καὶ πολλάκις εὑρόντος αὐτὸν τοῦ Δαυῒδ εἰς σφαγὴν ἕτοιμον, ἀλλ᾽ ὅμως πάλιν τῇ ἀνεξικακίᾳ ὑπερορᾷ· καὶ πολλάκις αὐτῷ ἐπελθόντος τοῦ Σαοὺλ ὥστε αὐτὸν θανατῶσαι, πάλιν Δαυῒδ πρὸς τὸν Θεὸν τὸ πᾶν ἐδίδου.