Τίς γάρ ἐστιν ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον; ἢ Τίς ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; Εὐλογητὸς ὁ Θεὸς, ὅτι ἄνθρωπος, ἀδελφοὶ, ἰδοὺ κεῖται, καὶ οὐδενὶ λοιπὸν τῶν τοῦ βίου πρόσκειται· ἰδοὺ ἡσύχασεν, ἰδοὺ τῶν ματαίων ἐπαύσατο. Μικρὸς πυρετὸς, καὶ πάντα ἤργησαν· μία ὥρα, καὶ ὁ φανεὶς ὡς μὴ φανεὶς γίνεται· μία ῥοπὴ, καὶ Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ, ἐξ ἧς ἐλήφθη. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ ἡμῶν· ἐν ἐκείνῃ τῇ ὥρᾳ καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, φίλους καὶ συγγενεῖς, υἱοὺς καὶ θυγατέρας, καὶ πορεύσεται μόνος. μεμονωμένος, τὴν αἰώνιον ὁδὸν αὐτοῦ. Συνέλθωμεν τοῖς πρὸ ἡμῶν ὁδεύουσι, πρὶν καὶ ἡμεῖς ἀπέλθωμεν· καθίσατε, καὶ τῷ κειμένῳ μὴ ἐνοχλήσητε· ἡσυχάσατε, καὶ τὸν θόρυβον λύσατε· ἠρεμήσατε ἑαυτοὺς, ἐμβλέψατε, καὶ τὸ μέγα μυστήριον ἴδετε· φρίξατε, καὶ τὸ αὐτὸ ἐκδέξασθε· βασιλεῖς, θεάσασθε, καὶ μήκετι μέγα φρονήσητε· ἄρχοντες, ἐμβλέψατε, καὶ μηκέτι μέγα φαντάζησθε· βλέπετε τὸν κείμενον τοῦ βίου χωριζόμενον, καὶ λοιπὸν μὴ βασιλέα ἢ ἄρχοντα ἑαυτὸν γνωρίσῃς.