Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς

Ἰωάννης ὁ Χρυσόστομος

Η χριστιανική θεώρηση της κοιμήσεως και του πένθους

Επεξήγηση των χριστιανικών εθίμων ταφής ως συμβόλων της αναστάσεως. Προτροπή για δοξολογία προς τον Θεό και αποφυγή των απρεπών ειδωλολατρικών θρήνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Τὸ ἐκ παραβάσεως ἐπιτίμιον γέγονε σωτήριον. Εἰ μὲν γὰρ δίκαιος ὁ θανὼν, χαῖρε, διότι θαῤῥῶν πρὸς τὸν Δεσπότην ἐν ἀνέσει πορεύεται· εἰ δὲ καὶ ἁμαρτωλὸς, μὴ λυποῦ· ἐκέρδησε γὰρ ἑαυτῷ, ἃ προσθεῖναι ἔμελλε κακά. Εἰ μὲν οὖν ἡμεῖς ἐνταῦθα ἐμένομεν, δικαίως ἂν τοὺς τεθνεῶτας ἐκλαίομεν· εἰ δὲ πάντες πάντως ἐκεῖ πορευόμεθα, μὴ οὕτω τοὺς μικρὸν προλαβόντας ὀδυρώμεθα· μὴ τὰ, ἅπερ καλῶς ἐπὶ τοὺς τεθνεῶτας ἐπιτελοῦμεν, ταῦτα δι᾽ ὧν κακῶς ἐπιτηδεύομεν, καταργῶμεν. Οὐχ ὁρᾷς τί ἐπὶ τοῖς προλαβοῦσι πράττομεν; Ψαλμοῖς καὶ ὕμνοις αὐτοὺς προπέμπομεν, [διὰ τοῦτο] τὴν πρὸς τὸν Δεσπότην εὐχαριστίαν σημαίνοντες· καὶ καινοῖς ἱματίοις αὐτοὺς ἀμφιέζομεν, τὸ καινὸν ἔνδυμα τῆς ἀφθαρσίας ἡμῶν προμηνύοντες.

Μύρον καὶ ἔλαιον ἐπιχέομεν, καὶ χρίσμα τοῦ βαπτίσματος συμπορευόμενον αὐτοῖς εἰς ἐφόδιον πιστεύοντες· θυμιάμασι καὶ κηρίοις αὐτοὺς συνοδεύομεν, δεικνύντες ὅτι τοῦ σκοτεινοῦ βίου λυθέντες, πρὸς τὸ φῶς τὸ ἀληθινὸν ἐπορεύθησαν· πρὸς ἀνατολὰς τὴν σορὸν κειμένην σχηματίζομεν, τὴν ἀνάστασιν αὐτῷ διὰ τοῦ σχήματος προσημαίνοντες. Μὴ τοίνυν οἱ τὴν ἀνάστασιν πιστεύοντες, οὕτω λυπώμεθα, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὁ γὰρ τὴν ἀνάστασιν μὴ ἐλπίζων, δικαίως ὡς ἀπολωλότα τὸν τεθνεῶτα λογίζεται. Ἀλλὰ ταῦτα μὲν παιζέτωσαν Ἑλλήνων παῖδες, ταῦτα ποιησάτωσαν Σαμαρειτῶν δῆμοι· ἡμεῖς δὲ Χριστοῦ ἀκούωμεν, καὶ πιστεύωμεν, Ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται, καὶ ἀναστήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ ἀνακαινισθήσεται ἡ γῆ.

Οὐκοῦν εἰ ἀναστήσονται οἱ νεκροὶ, ὥσπερ πάντως καὶ ἀναστήσονται, μὴ οὕτως ἀσχημονῶμεν ἐπὶ τοῖς κεκοιμημένοις, παρακαλῶ· μὴ οἱ πιστοὶ τοὺς ἀπίστους ζηλώσωμεν· μὴ τοὺς χιτῶνας ἡμῶν διαῤῥήξωμεν, ἀλλὰ μᾶλλον τὴν ψυχὴν κατανύξωμεν, ὅτι καὶ ἡμᾶς τὸ αὐτὸ ἀναμένει ποτήριον. Μὴ τοὺς βραχίονας τύψωμεν, ἵνα μὴ τοὺς Ἕλληνας ζηλώσωμεν· μὴ τὰς θρηνούσας συγκαλέσωμεν, ἵνα μὴ πλέον τὸν θυμὸν τοῦ Θεοῦ κινήσωμεν· μὴ τὰς τρίχας τῆς κεφαλῆς γυμνώσωμεν, ἵνα μὴ τὴν κεφαλὴν ἡμῶν Χριστὸν καταισχύνωμεν· μὴ μακρὰς ἡμέρας θρηνήσωμεν, ἵνα μὴ τὴν ἀνάστασιν ἀπιστήσωμεν· μὴ τῇ γλώττῃ βλάσφημόν τι λαλήσωμεν, ἵνα μὴ καὶ τὸν κοιμηθέντα καὶ ἑαυτοὺς βλάψωμεν. Δέδωκας παῖδα; Εὐχαρίστησον, ὕμνησον, προσκύνησον τὸν λαβόντα, ὅ σοι παρέθετο· δόξασον τὸν ἐκλεξάμενον ὃν ἔπλασε, καὶ προσδεξάμενον τὸν καρπὸν τῆς κοιλίας σου ἄφθορον· δόξασον τὸν σώζοντα τῶν σῶν σπλάγχνων τὸ ἔγγονον· προσκύνησον κατὰ τὸν Ἰὼβ τὸν μεγαλόψυχον· εὐχαρίστησον, ὅτι ὅλως προσήγαγες τῷ Δεσπότῃ ἄμωμον θυσίαν, ἁγνὸν θῦμα, καθαρὰν προσφορὰν, νέον Ἰσαὰκ, ὥς ποτε Ἀβραάμ. Χριστὸς ἔλαβε, προσκυνήσωμεν· ὁ πλάσας ἀνέπλασε, μὴ γογγύζωμεν· ὁ κτίστης τὸ κτίσμα ἐζήτησε, μὴ μαχησώμεθα· οὐδὲ γὰρ δυνάμεθα. Δέδωκας ἀδελφόν; Προσκύνησον τὸν λαβόντα Χριστὸν, ὅτι διὰ σὲ θνητὸς γέγονέ ποτε. Νήπιον παρέσχες; Εὐχαρίστησον αὐτῷ, ὅτι ποτὲ διὰ σὲ νήπιος γέγονεν ἐν φάτνῃ.

Δοῦλον ἀπὸ σοῦ ἔλαβεν; Ὕμνησον αὐτὸν, ὅτι διὰ σὲ μορφὴν δούλου ἀνέλαβεν ὁ ποιητὴς τῶν ἁπάντων. Μονογενῆ υἱὸν ἔθαψας; Δόξασον, πρόσπεσον, αἰδέσθητι, μνήσθητι, ὅτι διὰ σὲ ὁ Θεὸς τὸν μονογενῆ αὐτοῦ Υἱὸν παρέδωκε [σαρκὶ] εἰς θάνατον. Θαλαμευομένην κόρην δέδωκας; Εὐχαρίστησον, μή πως ἀγανακτῶν καὶ ἑτέραν δώσῃς. Γαμετὴν προέπεμψας παίδων μητέρα; Ὕμνησον, ἀσφαλίσθητι, μὴ τῷ Δεσπότῃ προσκρούσῃς, μή πως καὶ σὺ ἀπέλθῃς.

Τί ποιεῖς, ἄνθρωπε; πάλιν γὰρ τὸ αὐτὸ ἀναλαμβάνομεν. Νεκρὸν κείμενον ὁρᾷς, καὶ βλασφημῆσαι τολμᾷς; μυστηρίῳ τοιούτῳ παρίστασαι, καὶ τῷ χωρίσαντι τὴν ψυχὴν μάχεσαι; Ἀνάπαυσον, τῷ Θεῷ λέγεις, καὶ σὺ τὸν Θεὸν ὑβρίζεις; Τί δικάζῃ τῷ δικαστῇ; τί προσκρούεις τῷ ἀνικήτῳ; τί ταράττῃ τῷ θυμῷ; τί μεθύεις τῇ λύπῃ; οὐχ ὁρᾷς οἷον τοῦτο τὸ μέγα μυστήριον; οὐχ ὁρᾷς οἷον καὶ ἡμᾶς ἀναμένει πέραμα χαλεπόν; Κἂν δὲ χαλεπὸν, δι᾽ αὐτοῦ παρερχόμεθα. Οὐχ ὁρᾷς ὅτι βαρεῖα ἡ ὁδός;