Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Περὶ ὑπομονῆς

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Η καθολικότητα του θανάτου και η ματαιότητα των εγκοσμίων

Προτροπή προς την αποφυγή του υπερβολικού πένθους. Ανάλυση της αναπόδραστης φύσης του θανάτου, του αδέκαστου κριτηρίου του Θεού και της θεώρησης του θανάτου ως ανάπαυσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

Περὶ ὑπομονῆς, καὶ τοῦ μὴ πικρῶς κλαίειν τοὺς τελευτῶντας. Φέρε σήμερον μάλιστα τῶν προτέρων ἡμερῶν σπουδαιότερον ἐπὶ τὸν λόγον τῆς διδασκαλίας εἰσέλθωμεν· οἶδε γὰρ πολλάκις ὁ λόγος παραμυθήσασθαι τὸν πόνον· δύναται καὶ διδασκαλία σύμμετρος διαλῦσαι τὴν ἀθυμίαν. Καὶ γὰρ πολλοὺς τῶν χθὲς ὄντων μεθ᾽ ὑμῶν νῦν οὐχ ὁρῶ ὄντας μεθ᾽ ὑμῶν, ἀλλ᾽ εἴτε πρὸς τὸν Δεσπότην μετακληθέντας, ἢ καὶ ἐν κλίναις κατακειμένους, καὶ τούτους πάντας ἐκδεχομένους τὸν θάνατον. Διὸ καὶ παρ᾽ ὑμῶν τὸν θρῆνον ὁρῶ, πολὺν ἐν τῇ πόλει τὸν θόρυβον, πολλὴν ἐν τῇ Ἐκκλησίᾳ τὴν ταραχὴν, ἄμετρα τῶν πενθούντων τὰ δάκρυα, ἄτοπα τῶν πολλῶν τὰ ἤθη καὶ τὰ πράγματα. Καὶ γὰρ πολλάκις ὑμᾶς περὶ τούτου παρεκάλεσα καὶ ὑπέμνησα τοῦ πράγματος· λέγω δὴ τοῦ μεθ᾽ ὑπομονῆς καὶ εὐχαριστίας ὑποφέρειν τῶν τέκνων καὶ τῶν ἰδίων καὶ συγγενῶν τὴν κοίμησιν, καὶ μὴ οὕτως ἀσχημονεῖν, μηδὲ ὡς ἀπολωλότας τοὺς πρὸς Θεὸν ἀπιόντας λογίζεσθαι· καὶ μάλιστα, ὅπου δ᾽ ἂν νήπιοί τινες καὶ ἄφθοροι τὸν βίον κατέλιπον. Διὸ μὴ ἐκείνους στενάξωμεν, ἀλλὰ μᾶλλον ἑαυτοὺς τοὺς ἐν ἁμαρτίαις ζῶντας θρηνήσωμεν. Εἰ γὰρ σήμερον μὴ νήψωμεν, πότε λοιπὸν ἐπιστρέψωμεν; εἰ μὴ ὁ θάνατος τοῦ ἀδελφοῦ σου σωφρονίσει σε, τίς λοιπὸν ἐπιστρέψει σε; εἰ μὴ νεκρὸν κείμενον βλέπων διορθώσῃ τὸν βίον, πότε λοιπὸν δυσωπήσεις τὸν Θεόν; Ἰδοὺ τοίνυν ὁρῶμεν, ἰδοὺ αὐτῇ τῇ πείρᾳ μανθάνομεν.

Διὸ φεισώμεθα, παρακαλῶ, μηδὲ εἰκῆ καὶ μάτην ταραττώμεθα, μηδὲ ὡς ἀθάνατοι φανταζώμεθα.

Μία γὰρ ἡ ὁδὸς τοῦ θανάτου, καὶ οὐκ ἄλλη ὁδός· κοινὸν τὸ ποτήριον, καὶ πᾶσι διδόμενον· ἡ μόνη ὥρα, καὶ πονηρὰ ὥρα· ἡ μόνη γέφυρα, καὶ πάροδον οὐκ ἔχουσα· τὸ πάντων χρέος, ἡ μόνη ἀπαρχὴ, καὶ πάντων τέλος· ἡ θεία μάχαιρα, καὶ ὄψιν μὴ λαμβάνουσα. Οὐ γὰρ βασιλέα φρίττει ὁ θάνατος, οὐκ ἀρχιερέα τιμᾷ, οὐ πολιὰν οἰκτείρει, οὐ κάλλος ἐλεεῖ, οὐ νεότητος φείδεται, οὐ μονογενῆ σπλαγχνίζεται, οὐ δάκρυσιν ἐπικάμπτεται, οὐκ ἄρχοντα τρέμει, οὐ τυράννους δέδοικεν, οὐ χρήμασιν ἐξαγοράζεται, οὐ λαμβάνει τινὸς πρόσωπον, οὐδὲ πάλιν ἀντιπρόσωπον, ἀλλὰ πᾶσιν ἴσος ἐπέρχεται ὁ θάνατος. Οἱ σήμερον μεθ᾽ ἡμῶν, αὔριον ἐκεῖ πρὸ ἡμῶν· οἱ σήμερον φιλικῶς ἡμᾶς ἀσπαζόμενοι, αὔριον ἐλεεινῶς ὑφ᾽ ἡμῶν προπεμπόμενοι· οἱ σήμερον ἐν τῷ βίῳ, αὔριον ἐν τῷ μνημείῳ· οἱ σήμερον ἐμφανεῖς ὄντες, αὔριον σκωληκιῶντες· οἱ σήμερον μυριζόμενοι, αὔριον ὀζόμενοι· οἱ σήμερον ὧδε τρυφῶντες, αὔριον ἐκεῖ πενθοῦντες· καὶ, ἁπλῶς εἰπεῖν, οἱ σήμερον παρασιτούμενοι, αὔριον ἐκεῖ καταδικαζόμενοι.

Οὓς καὶ πολλάκις ἐπιζητοῦντες, καὶ τὴν ἐκείνων κοίμησιν ἀγνοοῦντες πρὸς ἀλλήλους λέγομεν· Ποῦ ὁ δεῖνα ὁ ἄρχων; καὶ ἀκούομεν· Παρῆλθε λοιπόν· καὶ, Ποῦ ὁ δυναστὴς ἐκεῖνος; ἀλλήλους ἐρωτῶμεν, καὶ μανθάνομεν· Ἀπέθανε· καὶ, Ποῦ ὁ ὑπερήφανος βασιλεύς;

Ἐκεῖ, φησὶ, προέλαβε· καὶ, Ποῦ ὁ ἑταῖρος ὁ δεῖνα; Ἐκεῖ ἐπέρασεν. Ἐκεῖ, ποῦ; Ὅπου ὁ Δικαστὴς τῶν δικαστῶν· ἐκεῖ, ὅπου ὁ φοβερὸς τῶν φοβερῶν ἰσχυρότερος· ἐκεῖ, ὅπου Βασιλεὺς αἰώνιος καὶ Κριτὴς ἀπαραίτητος.

Ἐκεῖ; Ποῦ ἄρα, ἢ πῶς, ἢ ἐν ποίῳ τόπῳ, ἢ ἐν ποίῳ τρόπῳ οἱ παραλαβόντες τυγχάνουσιν; Οὐδεὶς εἰπεῖν ἐδυνήθη· ἀλλ᾽ ἢ μόνον τοῦτο οἴδαμεν, ὅτι ἐκεῖ, ὅπου ὁ μόνος αἰώνιος καὶ μόνος ἀθάνατος, ὅπου ὁ μόνος ἀγαθὸς καὶ μόνος φιλάνθρωπος, ὁ ποιητὴς τῶν ψυχῶν καὶ τῶν σωμάτων. Εἰς ἐκεῖνο τὸ μέγα καὶ φοβερὸν δικαστήριον, ὅπου οὐκ ἕνι γέλως, ἀλλὰ θρῆνος· ὅπου οὐκ ἔνι καλλωπισμὸς, ἀλλὰ σκοτισμός· ὅπου οὐκ ἔνι περισπασμὸς, ἀλλ᾽ ἐξετασμός· ὅπου οὐκ ἔνι λοιδορία, ἀλλὰ ἀπολογία· ὅπου οὐκ ἔνι πλουτῆσαι, ἀλλὰ φρῖξαι· ὅπου οὐκ ἔνι προσωποληψία. ἀλλὰ δικαιοκρισία· ὅπου πάντες γυμνοὶ παριστάμεθα, δοῦλοι καὶ ἐλεύθεροι, εὐγενεῖς καὶ ἄδοξοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες· οἱ μὲν αἰσχυνόμενοι, οἱ δὲ στεφανούμενοι. Ποῦ ἐκεῖ τῶν βασιλέων ἡ φαντασία; Ποῦ τῶν ἀρχόντων ἡ ὑπερηφανία;

Ποῦ τῶν πλουτούντων ἡ ἀσπλαγχνία; ποῦ τῶν δικαζόντων ἡ προσωποληψία; ποῦ τὸ κάλλος τῆς νεότητος τὸ πολυφάνταστον; νεότης, ἡ ἀναίσθητος, ἡ μακρὰς ἐλπίδας ζωῆς ἔχουσα· νεότης, ἡ στασιώδης καρδία, ἡ πολυμέριμνος ἡδονή· νεότης, ἡ πολλὰ καὶ πολλάκις συμπίπτουσα, ἡ κακῶς τὴν σάρκα κολακεύουσα· νεότης, ἡ πρὸς ἀπάτην κολακευομένη, ἡ πηλὸς, ἡ ταλαίπωρος, ὁ χόρτος ὁ εὐμάραντος, ὁ στάχυς ὁ ἑτοιμόφθορος· νεότης, τὸ ἐνύπνιον τὸ εὐληθάργητον, ἡ σκιὰ ἡ ἀνυπόστατος· νεότης, ἡ ἄθεος κεῖρα, ἡ ἄπονος καρδία, ὁ ἀνατεταμένος ὀφθαλμὸς, ὁ λύχνος ὁ ἑτοιμόσβεστος· νεότης, ὁ βρασμὸς τῶν αἱμάτων καὶ συνήθεια τῶν σπιλωμάτων· νεότης, ὁ δυσήνιος ἵππος καὶ πρὸς πᾶσαν ἐξολόθρευσιν ἐπιτήδειος. Ὅμως ὁ ἐνταῦθα σοβαρὸς, ἐκεῖ ἐλεεινός· ὁ ἐνταῦθα μεθυσκόμενος, ἐκεῖ σταγόνος ὕδατος δεόμενος· ὁ ὧδε πρὸς λοιδορίαν ἕτοιμος, ἐκεῖ τὴν γλῶσσαν φλεγόμενος· ὁ ὧδε σηρικοῖς ἱματίοις ἀμφιεζόμενος, ἐκεῖ γυμνὸς παριστάμενος. Μή μοι λέγε· Δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον· οὐ γὰρ ὧδέ σε σκοπῶ, τίς εἶ, ἀλλ᾽ ἐκεῖ σε προσδοκῶ, ποῦ εἶ. Μή μοι λέγε· Φιλάνθρωπος ὁ Θεὸς, κἂν ἁμαρτήσω, συμπάσχει μοι· ἀλλὰ κἀκεῖνο βλέπε, ὅτι ὧδε ἐλεεῖ, ἐκεῖ ἐτάζει· ὧδε παρορᾷ, ἐκεῖ ἐρευνᾷ· ὧδε ἐκδέχεται τὴν ἐπιστροφὴν, ἐκεῖ παραδίδωσι τῷ πυρί. Ποῦ σοφὸς ἐκεῖ, ἀδελφοί; ποῦ δυνάστης· ποῦ ἡ ταραχή; ποῦ τὰ ἄριστα τὰ πολυτελῆ; ποῦ τὰ δεῖπνα;

ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες; ποῦ ἡ παρασιτία καὶ τὰ θέατρα, καὶ ταῦτα τῶν ἀδελφῶν ἡμῶν πεινώντων καὶ διψώντων, δυστυχούντων καὶ κακοπαθούντων, γυμνητευόντων, δακρυόντων, τὸν θάνατον ἐπιποθούντων, καὶ τοῦτον ἐξ ἀθυμίας ἐπιζητούντων; Βαβαί! τὸ ποτήριον τὸ πᾶσι φρικτὸν γίνεται τοῖς ἐν ἀνάγκῃ ἐπιθυμητὸν, καὶ ὁ βίος ὁ παρὰ πᾶσι ποθούμενος γέγονε παρ᾽ ἐκείνοις μισούμενος, καὶ τὸ φῶς τοῦτο τὸ παρ᾽ ἡμῖν ποθητὸν γέγονε παρ᾽ ἐκείνοις βδελυκτόν! Εὐλογητὸς ὁ Θεὸς ὁ πάντα πρὸς τὸ συμφέρον ἐργαζόμενος. Οὐ πονηρὸς, ὦ ἀδελφοὶ, ἀλλὰ καὶ ὠφέλιμος ὁ θάνατος. Οὐκ ἐμὸς ὁ λόγος· Θάνατος ἀνδρὶ ἀνάπαυσις, ὁ θεῖος Ἰὼβ διηγόρευσεν· ὅτι ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, καὶ πέπαυται τῆς τοῦ βίου πλεονεξίας, καὶ ἔπαυσε τοῦ προσθεῖναι κακὸν τῷ κακῷ, καὶ ἐνέδωκε τοῦ ἐπαύξειν τὸ φορτίον αὐτοῦ, καὶ ἠρέμησε τοῦ [μὴ] παροργίζειν τὸν Θεὸν αὐτοῦ. Ἄκουε συνετῶς· θάνατος νηπίοις παράκλησις, θάνατος δούλοις ἄνεσις, κοπιώντων ἀνάψυξις, χρεωστούντων πλήρωσις· θάνατος μεριμνώντων λύσις, καταπονουμένων ἐπίσκεψις· θάνατος ἁμαρτίας ἐμπόδιον. Εἰ μὴ ὁ θάνατος προέκειτο, ἑαυτοὺς ἂν κατησθίομεν· εἰ μὴ κριτὴν ἐρχόμενον εἴχομεν, ζωῆς ἐλπίδα οὐκ ἂν εἴχομεν· εἰ μὴ κόλασιν ἐξεδεχόμεθα, οὐδαμῶς τῶν κακῶν ἐπαυόμεθα, οὐδὲ τὴν ἐκ παραβάσεως φθορὰν ἀπετιθέμεθα. Εἶδες Δεσπότου φιλανθρωπίαν;