Ποῦ τῶν πλουτούντων ἡ ἀσπλαγχνία; ποῦ τῶν δικαζόντων ἡ προσωποληψία; ποῦ τὸ κάλλος τῆς νεότητος τὸ πολυφάνταστον; νεότης, ἡ ἀναίσθητος, ἡ μακρὰς ἐλπίδας ζωῆς ἔχουσα· νεότης, ἡ στασιώδης καρδία, ἡ πολυμέριμνος ἡδονή· νεότης, ἡ πολλὰ καὶ πολλάκις συμπίπτουσα, ἡ κακῶς τὴν σάρκα κολακεύουσα· νεότης, ἡ πρὸς ἀπάτην κολακευομένη, ἡ πηλὸς, ἡ ταλαίπωρος, ὁ χόρτος ὁ εὐμάραντος, ὁ στάχυς ὁ ἑτοιμόφθορος· νεότης, τὸ ἐνύπνιον τὸ εὐληθάργητον, ἡ σκιὰ ἡ ἀνυπόστατος· νεότης, ἡ ἄθεος κεῖρα, ἡ ἄπονος καρδία, ὁ ἀνατεταμένος ὀφθαλμὸς, ὁ λύχνος ὁ ἑτοιμόσβεστος· νεότης, ὁ βρασμὸς τῶν αἱμάτων καὶ συνήθεια τῶν σπιλωμάτων· νεότης, ὁ δυσήνιος ἵππος καὶ πρὸς πᾶσαν ἐξολόθρευσιν ἐπιτήδειος. Ὅμως ὁ ἐνταῦθα σοβαρὸς, ἐκεῖ ἐλεεινός· ὁ ἐνταῦθα μεθυσκόμενος, ἐκεῖ σταγόνος ὕδατος δεόμενος· ὁ ὧδε πρὸς λοιδορίαν ἕτοιμος, ἐκεῖ τὴν γλῶσσαν φλεγόμενος· ὁ ὧδε σηρικοῖς ἱματίοις ἀμφιεζόμενος, ἐκεῖ γυμνὸς παριστάμενος. Μή μοι λέγε· Δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον· οὐ γὰρ ὧδέ σε σκοπῶ, τίς εἶ, ἀλλ᾽ ἐκεῖ σε προσδοκῶ, ποῦ εἶ. Μή μοι λέγε· Φιλάνθρωπος ὁ Θεὸς, κἂν ἁμαρτήσω, συμπάσχει μοι· ἀλλὰ κἀκεῖνο βλέπε, ὅτι ὧδε ἐλεεῖ, ἐκεῖ ἐτάζει· ὧδε παρορᾷ, ἐκεῖ ἐρευνᾷ· ὧδε ἐκδέχεται τὴν ἐπιστροφὴν, ἐκεῖ παραδίδωσι τῷ πυρί. Ποῦ σοφὸς ἐκεῖ, ἀδελφοί; ποῦ δυνάστης· ποῦ ἡ ταραχή; ποῦ τὰ ἄριστα τὰ πολυτελῆ; ποῦ τὰ δεῖπνα;