Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Δημήτριον περὶ κατανύξεως

Ἰωάννης ὁ Χρυσόστομος

Οι ευαγγελικές επιταγές για την οργή, την ανοχή και την αγάπη προς τους εχθρούς

Ανάλυση της αυστηρότητας των εντολών για την αποφυγή του αναίτιου θυμού, την ειλικρινή συμφιλίωση, την απαγόρευση των όρκων και την αγάπη προς όσους αδικούν.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 9

γʹ. Ἔστιν οὖν ἡμῖν σωτηρίας ἐλπὶς τοσαύτην ἐνδεικνυμένοις ὀλιγωρίαν καὶ καταφρόνησιν; πόθεν, εἰπέ μοι; Τί τοίνυν φορτικὸν ἀπῄτησε, τί δὲ ἐπαχθὲς παρ᾽ ἡμῶν ὁ Χριστός; Μὴ ὀργίζου, φησὶ, τῷ ἀδελφῷ σου εἰκῆ. Πολὺ δὲ τοῦτο εὐκολώτερον τοῦ φέρειν ἕτερον ὀργιζόμενον εἰκῆ· ἐκεῖ μὲν γὰρ συνῆκται ἤδη τοῦ πυρὸς ἡ ὕλη, ἐνταῦθα δὲ, οὐδενὸς ὑποκειμένου, τὴν φλόγα ἀνάπτεις αὐτός· οὐκ ἔστι δὲ ἴσον, ἑτέρου λαμπάδα προσάγοντος, καρτερεῖν καὶ μὴ πίμπρασθαι, καὶ μηδενὸς παρακινοῦντος ἡσυχάζειν καὶ ἠρεμεῖν Ὁ μὲν γὰρ ἐκείνου κρατήσας, μεγίστης φιλοσοφίας βάσανον ἐπεδείξατο· ὁ δὲ τοῦτο κατορθῶν, οὐδενὸς ἂν εἴη θαύματος ἄξιος. Ὅταν οὖν τὸ μεῖζον διὰ τὸν τῶν ἀνθρώπων φόβον ἀνύοντες, διὰ τὸν τοῦ Θεοῦ μηδὲ τὸ ἔλαττον βουλώμεθα, ἐννόησον ὅσης κολάσεως καὶ τιμωρίας ὑπευθύνους καθιστῶμεν ἑαυτούς. Τὸν τοίνυν ἀδελφὸν μὴ τὸν ὁμότιμον μόνον, μηδὲ ἐλεύθερον νομίσῃς εἶναι, ἀλλὰ καὶ τὸν οἰκέτην· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε δοῦλος, οὔτε ἐλεύθερος, κατὰ τὸν Ἀπόστολον. Ὥστε κἂν πρὸς τοὺς δούλους. ἀγριαίνωμεν εἰκῆ, τὴν αὐτὴν ὑποστησόμεθα δίκην· ἀδελφὸς γὰρ καὶ οὗτός ἐστι, καὶ τῆς ἐλευθερίας ἠξίωται τῆς ἀληθοῦς, ἓν πνεῦμα ἔχων. Τίς οὖν λοιδορίας καθαρὸν τὸν ἑαυτοῦ βίον καὶ ὀργῆς ἀλόγου καὶ ματαίας ἐπιδεῖξαι δύναται;

Μὴ γάρ μοι τὸν ὀλιγάκις τοῦτο πάσχοντα εἴπῃς, ἀλλὰ τὸν μηδὲ ὅλως ἁλόντα ποτέ· ἕως δ᾽ ἂν μὴ τοῦτο δείξῃς ἡμῖν, οὐδὲ τὴν ἀπειλὴν λῦσαι δυνήσῃ, διὰ τὸ μὴ συνεχῶς τοῦτο παθεῖν. Καὶ γὰρ ὁ κλέπτων καὶ ὁ πορνεύων, κἂν ἅπαξ μόνον τὴν ἁμαρτίαν ἐκείνην ἐργάσωνται, οὐκ ἐπειδὴ μὴ πολλάκις τοῦτο τετολμήκασιν, ἀφίενται τῆς τιμωρίας, ἀλλὰ ἐπειδὴ τετολμήκασιν ὅλως, κολάζονται. Τὸ δὲ ἐφεξῆς τούτῳ κείμενον, τίς οὐκ ἂν τῶν ἀπίστων καὶ μῦθον εἶναι νομίσειε, μετὰ τοσαύτης. σφοδρότητος ἀνατετραμμένον ὁρῶν ὑφ᾽ ἡμῶν; Τοῦ γὰρ Θεοῦ εἰπόντος· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν, πρόσφερε τὸ δῶρόν σου· ἡμεῖς δὲ ἐκπεπολεμωμένοι πρὸς ἀλλήλους καὶ ὑπούλως διακείμενοι τοῖς θυσιαστηρίοις πρόσιμεν. Καὶ ὁ μὲν Θεὸς τοσαύτην τῆς ἡμετέρας καταλλαγῆς πεποίηται σπουδὴν, ὡς ἀνέχεσθαι τὴν αὐτοῦ θυσίαν μένειν ἀτέλεστον, καὶ τὴν ὑπηρεσίαν ἐγκόπτεσθαι ὑπὲρ τοῦ τὴν πρὸς ἀλλήλους ἀπέχθειαν καταλῦσαι καὶ τὴν ὀργήν· ἡμεῖς δὲ οὕτω τοῦ πράγματος ἀλογοῦμεν, ὡς καὶ ἡμέρας πολλὰς τὴν ἔχθραν διατηρεῖν κατὰ τῆς ἑαυτῶν κεφαλῆς.

Οὐδὲ γὰρ τοὺς μνησικακοῦντας κολάζει μόνον ὁ Χριστὸς, ἀλλὰ καὶ τοὺς τούτου μὲν ἀπηλλαγμένους τοῦ πάθους, πεπληγμένων δὲ καταφρονοῦντας τῶν ἀδελφῶν.

Ἐπειδὴ γὰρ τῶν ἠδικημένων ἐστὶ τὸ μνησικακεῖν, ὁ δὲ ἀδικῶν οὐκ ἂν ῥᾳδίως ληφθείη τούτῳ τῷ πάθει, τούτου χάριν τοῦτον ἤγαγε πρὸς ἐκεῖνον, δεικνὺς ὅτι τῆς τιμωρίας τῆς ἐκείνου μᾶλλον ὑπεύθυνός ἐστιν ὁ καὶ τὴν ῥίζαν τῷ ἁμαρτήματι παρασχών. Ἀλλ᾽ ἡμεῖς οὐδὲ οὕτω παιδευόμεθα, ἀλλὰ λυποῦμεν καὶ ὑπὲρ τῶν τυχόντων τοὺς ἀδελφούς· εἶτα ὥσπερ οὐδενὸς γενομένου δεινοῦ, οὕτως ἀμελοῦμεν καὶ ἐπιλανθανόμεθα τῶν λυπηθέντων παρ᾽ ἡμῶν, καὶ τὴν ἔχθραν εἰς μακρὸν ἐκτεινομένην χρόνου μῆκος περιορῶμεν, οὐκ εἰδότες ὅτι τοσούτῳ μείζονα τίσομεν κόλασιν, ὅσῳ πλείονας ἂν ἀφῶμεν ἐπεισελθεῖν ἡμέρας τῇ λύπῃ, τούτῳ τε αὐτῷ, καὶ τῷ δυσκολωτέραν ἡμῖν γενέσθαι λοιπὸν τὴν καταλλαγήν. Ὥσπερ γὰρ, φιλίας συνεχούσης ἡμᾶς, οὐδὲν εὐκόλως τῶν διαιρούντων ἰσχῦσαι καὶ πιστευθῆναι δυνήσεται· οὕτως, ἔχθρας προκαταλαβούσης ἡμῶν τὰς ψυχὰς, πάντα εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις ἡμῖν συγκρούειν ἐπιπλεῖόν ἐστι, τῶν μὲν χρηστῶν ἀπιστουμένων, πιστευομένων δὲ μόνων τῶν πονηρῶν. Διὰ ταῦτα κελεύει τὸ δῶρον ἀφέντας ἐπὶ τοῦ θυσιαστηρίου, πρῶτον διαλλαγῆναι τῷ ἀδελφῷ, ἵνα μάθωμεν, ὅτι εἰ ἐν ἐκείνῳ τῷ καιρῷ ἀναβάλλεσθαι τὴν καταλλαγὴν ταύτην οὐ χρὴ, πολλῷ μᾶλλον ἐν ἑτέροις.

Ἡμεῖς δὲ τὰ μὲν σύμβολα τῶν πραγμάτων κατέχομεν, τῆς δὲ ἀληθείας αὐτῆς ἐκπεπτώκαμεν, ἀσπαζόμενοι μὲν ἀλλήλους μέλλοντος τοῦ δώρου προσφέρεσθαι, χείλεσι δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ στόματι τοῦτο ποιοῦντες μόνον. Ὁ δὲ Κύριος οὐ τοῦτο βούλεται, ἀλλὰ τὸ ἀπὸ τῆς ψυχῆς φίλημα, καὶ τὸν ἀπὸ τῆς καρδίας ἀσπασμὸν διδόναι τῷ πλησίον ἡμᾶς. Τοῦτο γάρ ἐστιν ἀσπάσασθαι ἀληθῶς, ἐκεῖνο δὲ σκηνή τις καὶ ὑπόκρισις, καὶ παροξύνειε μᾶλλον ἂν τὸν Θεὸν ἢ καταλλάξειεν ὁ οὕτω φιλῶν. Τὴν γὰρ εἰλικρινῆ καὶ ἐῤῥιζωμένην φιλίαν ἐπιζητεῖ παρ᾽ ἡμῶν, οὐ ταύτην, ἧς τὸ μὲν σχῆμα πολὺ καὶ τὴν μόρφωσιν περιφέρομεν, τὴν δὲ δύναμιν πᾶσαν ἐσβέσαμεν, ὅπερ καὶ αὐτὸ τεκμήριον τῶν κατεχουσῶν ἡμᾶς ἀνομιῶν ἐστι. Διὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, φησὶ, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.

Καὶ ταῦτα πράττομεν ἄνθρωποι, μήτε ὀργίζεσθαι, μήτε ἐχθροὺς ἔχειν κελευσθέντες τινὰς, εἰ δέ ποτε καὶ σχοίημεν, ἐφ᾽ ἡμέρας μόνον· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν Καὶ οὐδὲ μέχρι τούτου ἱστάμεθα, ἀλλὰ καὶ ἐπιβουλὰς κατ᾽ ἀλλήλων ῥάπτομεν, καὶ δι᾽ ὧν λέγομεν καὶ δι᾽ ὧν πράττομεν δάκνοντες τὰ οἰκεῖα μέλη καὶ κατεσθίοντες· ὅπερ λαμπρᾶς μανίας ἐστί. Καὶ γὰρ τοὺς ἀνιάτως δαιμονῶντας καὶ μαινομένους ἀπὸ τούτου μάλιστα δοκιμάζομεν.

Τί δὲ ὁ περὶ τοῦ ἀντιδίκου νόμος, καὶ ὁ περὶ τῆς ἐπιθυμίας τῆς ἀτόπου, καὶ τῶν ἀκολάστων ὀφθαλμῶν, καὶ τῆς ἀλόγου φιλίας καὶ ἐπιβλαβοῦς; Ὁ γὰρ δεξιὸς ὀφθαλμὸς, καὶ ἡ δεξιὰ χεὶρ, οὐδὲν ἡμῖν ἕτερον αἰνίττεται, ἢ τοὺς ἐπὶ βλάβῃ φιλοῦντας ἡμᾶς· καὶ ὁ περὶ τῶν ἀπολελυμένων δὲ γυναικῶν ὑπὸ τίνος οὐ κατελύθη καὶ κατεπατήθη πολλάκις;

δʹ. Τοὺς γὰρ περὶ τοῦ μὴ δεῖν ὀμνύναι κειμένους καὶ αἰσχύνομαι λέγειν, οὐ διὰ τὰς ὁρκωμοσίας μόνον, ἀλλὰ καὶ διὰ τὰς ἐπιορκίας τὰς συνεχεῖς. Εἰ γὰρ καὶ τὸ ὀμνύναι, κἂν εὐορκῇ τις, ἔγκλημα καὶ ἐντολῆς παράβασις, ποῦ τὴν ἐπιορκίαν θήσομεν; Εἰ γὰρ τὸ περισσὸν τοῦ ναὶ καὶ τοῦ οὒ ἐκ τοῦ Πονηροῦ, τὸ καὶ τούτου περισσότερον τίνος ἔσται λοιπόν; Εἶτα πάλιν φησίν· Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· καὶ ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ᾽ αὐτοῦ δύο· καὶ τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς.

Τί ἄν τις εἴποι πρὸς ταῦτα; Ἐφ᾽ ἑκάστου γὰρ τῶν εἰρημένων δακρύειν μόνον καὶ ἐγκαλύπτεσθαι λείπεται· οὕτως ἐκ διαμέτρου πρὸς τὴν ἐναντίαν ἀντεταξάμεθα, εἰς κρίσεις καὶ μάχας καὶ δίκας καὶ ἀμφισβητήσεις τὸν ἅπαντα χρόνον ἀναλίσκοντες, καὶ μηδὲ βραχεῖαν ἐπήρειαν φέροντες, μὴ τὴν ἀπὸ τῶν πραγμάτων, μὴ τὴν ἀπὸ τῶν ῥημάτων, ἀλλὰ καὶ πρὸς τὸ τυχὸν ἐκθηριούμενοι.

Εἰ δὲ ἔχοις τινὰς λέγειν τῶν πολλὰ μὲν ἀνηλωκότων εἰς πένητας, καταφρονουμένων δὲ διὰ τὴν πενίαν ὕστερον, καὶ μυρία πασχόντων κακὰ, ὀλίγους μὲν τούτους καὶ εὐαριθμήτους ἐρεῖς· πλὴν ἀλλ᾽ οὐδὲ οὕτω τὸν ἐνταῦθα ἀναγεγραμμένον ἡμῖν φιλόσοφον ἔδειξας· πολὺ γὰρ οὗτος ἐκείνου τοῦ βίου πνευματικώτερος. Οὐδὲ γάρ ἐστιν ἴσον ἑκόντα δοῦναι, καὶ ἀποστερούμενον πάντων ἐνεγκεῖν. Τί δὲ λέγω ἐνεγκεῖν; ὃ γὰρ ὁ Χριστὸς εἶπε, πολλῷ τούτου πάλιν μεῖζόν ἐστι. Τοσοῦτον δὲ ἀπέστησεν ὁ λόγος τῶν ἀδικουμένων τὰς ψυχὰς τῆς πρὸς τοὺς ἀδικοῦντας ὀργῆς, ὡς μὴ μόνον ὑπὲρ τῶν ἤδη ληφθέντων μὴ δυσχεραίνειν, ἀλλὰ καὶ τῶν ὑπολειφθέντων ἑκόντας παραχωρεῖν, καὶ τῆς ἐκείνων μανίας περὶ τὸ κακῶς ποιεῖν μείζονα περὶ τὸ κακῶς πάσχειν ἐπιδείκνυσθαι τὴν προθυμίαν ἡμᾶς.

Ὅταν γὰρ ὁ βουλόμενος ἀδικεῖν εὕρῃ τὸν ἀδικούμενον πλέον παρεσκευασμένον πρὸς τὸ παθεῖν ἤπερ ἐκεῖνος ἐβούλετο, καὶ τὴν ἐπιθυμίαν ἐμπλήσας τὴν ἑαυτοῦ, τὸν ἐπηρεασθέντα ἐκ περιουσίας ἴδῃ φιλοτιμούμενον, ἄπεισιν ἡττημένος, τὴν ὑπερβολὴν τῆς ἀνεξικακίας ἐρυθριάσας· κἂν γοῦν θηρίον ᾖ, κἂν ἕτερόν τι τούτου χαλεπώτερον, μετριώτερος ἔσται τοῦ λοιποῦ, τήν τε αὑτοῦ κακίαν καὶ τὴν ἀρετὴν ἐκείνου καλῶς ἀπὸ τῆς συγκρίσεως ταύτης ἰδών. Τοῦτον ἐγὼ τὸν βίον ἐπιζητῶ νῦν, ὃν μόνον ἐν ταῖς Γραφαῖς κείμενον ὁρῶ, ἀλλαχοῦ δὲ καὶ ἐπὶ τῶν ἔργων οὐδαμοῦ. Μὴ γάρ μοι τὸν ἠδικημένον εἴπῃς καὶ στέγοντα· συμβαίνει γὰρ καὶ παρὰ ἀδυναμίαν τοῦτο παθεῖν. Εἰ δὲ καὶ πρὸς τοὺς ὁμοτίμους καὶ οἷς δυνατὸν ἐπεξελθεῖν ἐπεδείξατο τοῦτο, ἀλλὰ οὐ μέχρι τοσούτου, ὡς καὶ τὴν ἐπιθυμίαν ὑπερακοντίσαι τὴν ἐκείνου, καὶ πλέον ὧν ἐβούλετο δοῦναι, καὶ τοῖς ἑκοντὶ προστεθεῖσι, τὴν ἐπὶ τοῖς βίᾳ ἀποσπασθεῖσι δεῖξαι μακροθυμίαν. Τὸ δὲ τούτων πάλιν ἀνώτερον καὶ αὐτῆς ἁπτόμενον τῆς κορυφῆς, τοὺς τὰ τοιαῦτα ἐργαζομένους εἰς ἡμᾶς, καὶ ἐπηρεάζοντας καὶ χρήμασι καὶ σώμασι καὶ τοῖς ἄλλοις ἅπασιν, ἐν φίλων τάξει, καὶ φίλων τῶν γνησίων κατατάττειν ἐκέλευσεν ὁ Χριστός. Μὴ γὰρ προσδίδου μόνον τῷ ἁρπάζοντι καὶ πλεονεκτοῦντι, φησὶν, ἀλλὰ καὶ φίλει τοῦτον φιλίᾳ τῇ σφοδροτάτῃ καὶ εἰλικρινεῖ.

Τοῦτο δὴ, τοῦτο καὶ παραστῆσαι βουλόμενος εἶπεν· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· ὅπερ ἐπὶ τῶν σφόδρα ἀγαπωμένων ποιεῖν εἰώθαμεν μόνον. Καὶ ἵνα μὴ πάλιν ὑπερβολῆς νομίσῃς εἶναι τὰ ῥήματα, καὶ τὴν διαβολικὴν ἐπεισαγάγῃς ἀπάτην, προστίθησι τῷ πράγματι λογισμὸν, καὶ αἰτίαν δικαίαν λέγων· Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ τοῦτο ποιοῦσι; Καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀσπαζομένους ὑμᾶς, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ ἐθνικοὶ τοῦτο ποιοῦσιν;

Ὅταν οὖν τῶν τελωνῶν καὶ τῶν ἐθνικῶν μηδὲν κατὰ τοῦτο διαφέρωμεν, πῶς οὐ πενθεῖν ἄξιον καὶ κατακόπτεσθαι; Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινόν· νῦν δὲ τοσούτου ἀποδέομεν τοὺς ἐχθροὺς ἀγαπᾷν, ὡς καὶ τοὺς ἀγαπῶντας ἀποστρέφεσθαι καὶ μισεῖν. Τὸ γὰρ βασκαίνειν καὶ φθονεῖν, καὶ δι᾽ ὧν πράττομεν καὶ δι᾽ ὧν λέγομεν τὴν δόξαν αὐτῶν καθαιρεῖν καὶ τὴν εὐδοκίμησιν, τῶν σφόδρα μισούντων καὶ ἀποστρεφομένων ἐστίν. Οὕτως οὐ μόνον τῶν ἐθνικῶν οὐδὲν διαφέρομεν, ἀλλὰ καὶ πολλῷ χεῖρον αὐτῶν ἐν τούτῳ διακείμεθα. Καὶ ὁ μὲν Χριστὸς εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ἐκέλευσεν, ἡμεῖς δὲ δόλους ῥάπτομεν, καὶ τοὺς καταρωμένους εὐλογεῖν κελευσθέντες, μυρίαις ἀραῖς περιβάλλομεν.