Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Δημήτριον περὶ κατανύξεως

Ἰωάννης ὁ Χρυσόστομος

Τα πάθη που ακυρώνουν τον πνευματικό αγώνα

Η καταστροφική επίδραση της κενοδοξίας, της μνησικακίας, της φιλαργυρίας και της κατάκρισης στην πνευματική ζωή του χριστιανού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 9

Τί ταύτης σφοδρότερον τῆς ἐναντιώσεως γένοιτ᾽ ἂν καὶ τῆς μάχης, ἣν μαχόμεθα τῷ ταῦτα νομοθετήσαντι, πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν ἐξ ἐναντίας ἱστάμενοι; Τὴν γὰρ τῆς κενοδοξίας τυραννίδα, ἣν αὐτὸς μὲν διὰ τῶν ἑξῆς ῥημάτων κατέλυσεν, ἡμεῖς δὲ ηὐξήσαμεν, οὐκ ἐπὶ τὰς εὐχὰς μόνον καὶ νηστείας καὶ τὰς ἐλεημοσύνας, ἀλλὰ καὶ ἐπὶ τὰ ἄλλα πάντα ἑλκύσαντες αὐτῆς τὴν ἀρχὴν, καὶ παντὸς μᾶλλον ἀργυρωνήτου τῇ μανίᾳ ταύτης ὑποθέντες ἑαυτοὺς διὰ τὸ πᾶσιν εἶναι δῆλον, παρίημι, τοσοῦτον εἰπὼν, ὅτι τῶν ἀνθρώπων οἱ μὲν εἰς ἐσχάτην καταφρόνησιν ἐκδόντες ἑαυτοὺς, οὐδενὶ τῶν προστεταγμένων προσέχουσιν, οἱ δὲ ἐκ βραχείας μοίρας ὑπακούειν θελήσαντες, καί τινας τῶν ἐντολῶν φυλάξαι σπουδάσαντες, καὶ οὗτοι πάλιν εἰς τὴν αὐτὴν ἐκείνοις ζημίαν κατέστρεψαν, διὰ τὸ μὴ θελῆσαι τῆς κενοδοξίας ἀποδύσασθαι τοὺς δεσμούς.

Καὶ ὁ μὲν οὐδὲ ὅλως δίδωσιν ἐλεημοσύνην, ὁ δὲ παρέχων μὲν τοῖς δεομένοις τινὰ τῶν ἑαυτοῦ, μετὰ κενοδοξίας δὲ τοῦτο ποιῶν, οὐδὲν ἄμεινον τοῦ μὴ δεδωκότος διάκειται. Οὕτως ἅπαντας πανταχόθεν εἰς τὰς ἑαυτοῦ παγίδας ἐνέβαλεν ὁ Πονηρός. Εἰ δέ τις καὶ ταύτην δυνηθείη διεκδῦναι τὴν βλάβην, ὑπὸ τῆς ἀπονοίας κατασχεθεὶς, πάλιν τὸ αὐτὸ πτῶμα κατέπεσε, μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτερον· οὐ γὰρ τοῦτο ζημιωθεὶς μόνον, ὅπερ ἐποίησεν, ἄπεισιν, ἀλλὰ καὶ κακόν τι προσλαβών. Πολλοὺς δὲ ἔγωγε οἶδα, οὐ ταύταις μόνον ἁλισκομένους ταῖς αἰτίαις, ἀλλὰ καὶ διὰ τὸ φιλεῖν καὶ διὰ τὸ δυσωπεῖσθαι, καὶ δι᾽ ἑτέρας πολλὰς τοιαύτας ἐπαρκοῦντας προφάσεις τοῖς δεομένοις, οὐ διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν ἐντολῆν.

Τοσούτων οὖν ὄντων τῶν λυμαινομένων ταῖς πράξεσι ταῖς ἀγαθαῖς, τίς ταχέως σωθῆναι δυνήσεται τῶν τούτοις περιπεπτωκότων τοῖς κακοῖς; εʹ. Τὸ δὲ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, τίς ἄρα ὁ μετὰ παῤῥησίας ἐρῶν; Κἂν γὰρ μηδὲν ἀδικήσωμεν τοὺς ἐχθροὺς, ἀλλ᾽ ὅμως τὴν πληγὴν ἀνίατον ἔχομεν. Ὁ δὲ Χριστὸς οὐχ οὕτως ἀφιέναι βούλεται μόνον, ἀλλὰ καὶ εἰς τοὺς πρώτους τῶν φίλων αὐτοὺς ἀριθμεῖν. Διὰ τοῦτο γοῦν, καθὼς ἔφθην εἰπὼν, καὶ ὑπερεύχεσθαι τούτων προσέταξεν. Ἐὰν δὲ ἀδικῇς μὲν μηδὲν, ἀποστρέφῃ δὲ, καὶ οὐχ ἡδέως ὁρᾷς, καὶ τὸ τραῦμα ἔχῃς ἐνακμάζον σου τῇ ψυχῇ, οὔπω τὴν ἐντολὴν ἐποίησας, ἣν προσέταξέ σοι ὁ Χριστός. Πῶς οὖν αὐτὸς ἵλεων γενέσθαι τὸν Θεὸν παρακαλεῖς. τοῖς εἰς σὲ πεπλημμεληκόσιν οὔπω γεγονὼς ἵλεως αὐτός; Τὸ τοιοῦτον καί τις σοφὸς διασύρων φησίν· Ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργὴν, καὶ παρὰ Κυρίου ζητεῖ ἴασιν; ἐπ᾽ ἄνθρωπον τὸν ὁμότιμον αὐτοῦ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται; αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, καὶ τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ; Ἐβουλόμην σιγῆσαι λοιπὸν, καὶ μέχρι τῶν εἰρημένων στῆσαι τὸν λόγον· οὕτως αἰσχύνομαι καὶ ἐρυθριῶ περαιτέρω προελθεῖν· τὸν γὰρ πόλεμον τοῦτον, ὃν ἠράμεθα πρὸς τὰς ἐντολὰς τοῦ Χριστοῦ, καὶ τὴν ἔχθραν τὴν ἀκήρυκτον, προϊὼν ὁ λόγος τρανότερον δείκνυσιν.

Ἀλλὰ τί τὸ κέρδος ἀπὸ τῆς ἡμετέρας σιγῆς, τῶν πραγμάτων οὕτω βοώντων τὴν μάχην, καὶ πρὸ τῶν πραγμάτων δὲ αὐτῶν τοῦ μέλλοντος κρίνειν ἡμᾶς πάντα εἰδότος σαφῶς; Τὸ μὲν οὖν μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς, ἀλλ᾽ ἐν οὐρανῷ, εἰ καὶ ὀλίγους, ὅμως εὕροι τις ἂν κατωρθωκότας καλῶς· οἱ γὰρ λοιποὶ πάντες ὥσπερ τοὐναντίον ἀκούσαντες, καὶ παραγγελθέντες ἐπὶ τῆς γῆς θησαυρίζειν, οὕτως ἀφιέντες τὸν οὐρανὸν, προστετήκασιν ἅπασι τοῖς ἐν τῇ γῇ, καὶ περὶ τὴν τῶν χρημάτων μαίνονται συλλογὴν, καὶ τὸν Θεὸν μισήσαντες, ἀγαπῶσι τὸν μαμωνᾶν· τὸ δὲ, Μὴ μεριμνήσητε περὶ τὴν αὔριον, οὐδένα οὔτε ἀκούσαντα, οὔτε πεισθέντα οἶδα ἐγὼ διὰ τὴν ὀλιγοπιστίαν ἡμῶν. Διὰ τοῦτο ταύτην ἐγκαλυψάμενος παρελεύσομαι τὴν ἐντολήν. Ἔδει μὲν γὰρ καὶ ἁπλῶς ἀποφαινόμενον πιστεύεσθαι τὸν Χριστόν· νῦν δὲ οὐδὲ λογισμοὺς ἀναντιῤῥήτους εἰπὼν, καὶ ὑποδείγματα παραγαγὼν, τό τε τῶν ὀρνίθων καὶ τοῦ χόρτου, πιστεύεται παρ᾽ ἡμῶν, ἀλλ᾽ ὁμοίως τοῖς ἔθνεσι, τάχα δὲ καὶ μικροψυχότερον ὑπὲρ τῆς τούτων φροντίδος δακνόμεθα, καὶ μηδὲ εὔχεσθαι ὑπὲρ αὐτῶν κελευσθέντες, ἅπασαν περὶ ταῦτα τὴν σπουδὴν ἀναλίσκομεν. Ταύτην οὖν, ὅπερ ἔφην, ἐρυθριάσας παρελεύσομαι τὴν ἐντολήν· ἐπὶ δὲ τοῖς μετὰ ταῦτα ἥξω, εἴ πώς τινα τῆς αἰσχύνης ταύτης εὕρω παραμυθίαν μικράν. Τί τοίνυν μετὰ ταῦτα λέγει; Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.

Ἐγὼ μὲν οὖν παραμυθίαν ᾤμην εὑρήσειν τῆς ἡμετέρας αἰσχύνης, ὁρῶ δὲ προσθήκην οὐκ ἐλάττονα τῶν προτέρων. Εἰ γὰρ καὶ μηδὲν ἕτερον ἡμῖν πεπλημμέλητο, τοῦτο γοῦν ἱκανὸν εἰς ἐσχάτην γέενναν ἀπαγαγεῖν· οὕτω τῶν μὲν ἑτέροις ἁμαρτανομένων πικροὶ καθήμεθα δικασταὶ, τὰς δὲ ἑαυτῶν δοκοὺς παρορῶμεν, καὶ εἰς τὸ τὰ τῶν ἄλλων πολυπραγμονεῖν καὶ καταδικάζειν δαπανᾶται ἡμῖν ἅπας ὁ βίος. Καὶ οὐδένα ἂν εὕροις ταχέως οὐ βιωτικὸν ἄνδρα, οὐ μοναχὸν, οὐ τοῦ κλήρου, ταύτης ἐλεύθερον τῆς ἁμαρτίας· καίτοι γε τοσαύτης ἀπειλῆς κειμένης αὐτῇ· Ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε, φησί· καὶ, Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἀλλ᾽ ὅμως κόλασιν μὲν τοσαύτην, ἡδονὴν δὲ τῆς ἁμαρτίας οὐδεμίαν ταύτης ἐχούσης, ἅπαντες ἐπιτρέχομεν τῷ κακῷ, καθάπερ σπουδάζοντες καὶ φιλονεικοῦντες, μὴ μόνον διὰ μιᾶς, ἀλλὰ καὶ διὰ πολλῶν ὁδῶν εἰς τὴν τῆς γεέννης κάμινον εἰσελθεῖν.

Καὶ οὐ πρὸς τὰ δοκοῦντα ἐπίπονα εἶναι μόνον, ἀλλὰ καὶ πρὸς τὰ κουφότερα τούτων ὁμοίως ἀναπεπτώκαμεν, ἐπ᾽ ἴσης καὶ ταῦτα κἀκεῖνα παραβαίνοντες, καὶ δεικνύντες διὰ τῶν ῥᾴστων, ὅτι καὶ τὰ ἐπιπονώτερα διὰ τὴν οἰκείαν καταφρόνησιν, οὐ διὰ τὸ βαρὺ τῶν προσταγμάτων οὐκ ἐξανύομεν. Ποῖον γὰρ, εἰπέ μοι, πόνον ἔχει, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια, μηδὲ καταδικάζειν τὰ τῶν πλησίον πλημμελήματα;