Ὅτε γὰρ πρώην ἐγὼ ἐγνώκειν, τὴν πόλιν ἀφεὶς, ἐπὶ τὰς σκηνὰς τῶν μοναχῶν ἐλθεῖν, πολὺς ἤμην τοῦτο ἐρευνῶν καὶ πολυπραγμονῶν, πόθεν ἡ τῶν ἀναγκαίων ἔσται χορηγία, καὶ εἰ δυνατὸν ἄρτον ἐσθίειν ἐφήμερόν τε καὶ νεαρὸν, καὶ εἰ μή τις ὁ καταναγκάζων ἐλαίῳ χρῆσθαι τῷ αὐτῷ πρὸς λύχνον τε καὶ τροφὴν, εἰ μή τις ὁ πρὸς τὴν τῶν ὀσπρίων ταλαιπωρίαν ὠθῶν καὶ εἰς ἔργον ἐμβάλλων χαλεπὸν, οἷον σκάπτειν ἢ ξυλοφορεῖν κελεύων ἢ ὑδροφορεῖν, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ὑπηρετεῖν· καὶ ὅλως ὁ περὶ τῆς ἀναπαύσεως λόγος ἦν πολὺς ἡμῖν. Καὶ οἱ μὲν τὰς τῶν ἀρχόντων ὑπηρεσίας καὶ τὰς τῶν δημοσίων διοικήσεις ἀναδεχόμενοι, τούτων πολυπραγμονοῦσιν οὐδὲν, ἀλλ᾽ εἰ μόνον κέρδος ἔχοι τὸ πρᾶγμα, κέρδος ἐπίκαιρον, κἂν ὑπὲρ τούτου θαῤῥῆσαι δυνηθῶσί ποτε, οὐ πόνους, οὐ κινδύνους, οὐκ ἀτιμίας, οὐ διακονίας δουλοπρεπεῖς, οὐκ ἀποδημίας μακρὰς, οὐ τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν, οὐχ ὕβρεις, οὐ βασάνους, οὐ καιρῶν μεταβολὴν, οὐ τὸ πρὸς τῷ τέλει σφαλῆναι τῆς ἐλπίδος πολλάκις, οὐ θανάτους ἀώρους, οὐ τὸν τῶν οἰκείων χωρισμὸν, οὐ γυναικὸς ἐρημίαν καὶ παίδων, οὐκ ἄλλο οὐδὲν δυσχερῶν ἐννοοῦσι λοιπόν· ἀλλ᾽ ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας ἐκβακχευθέντες, πάντα ὑπομένουσι, δι᾽ ὧν ταύτης ἐπιτεύξεσθαι προσδοκῶσιν.