Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Δημήτριον περὶ κατανύξεως
Η προτεραιότητα του ενάρετου βίου και η συνέργεια με τη θεία χάρη
Επισήμανση ότι η σωτηρία προϋποθέτει την ορθή πολιτεία και την ανθρώπινη προαίρεση, ανεξαρτήτως της επιτέλεσης θαυμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η προτεραιότητα του ενάρετου βίου και η συνέργεια με τη θεία χάρη
Επισήμανση ότι η σωτηρία προϋποθέτει την ορθή πολιτεία και την ανθρώπινη προαίρεση, ανεξαρτήτως της επιτέλεσης θαυμάτων.
Καὶ γὰρ καὶ σὺ θείας ἀπήλαυσας χάριτος βαπτιζόμενος, καὶ Πνεύματος μετέσχες, εἰ καὶ μὴ πρὸς τὸ τὰ σημεῖα ποιεῖν, ἀλλ᾽ ὅσον ἀρκεῖ πρὸς τὸ πολιτείαν ὀρθὴν καὶ ἠκριβωμένην λαβεῖν· ὥστε ῥᾳθυμίας μόνον τῆς ἡμετέρας ἐστὶν ἡ διαστροφή. Καὶ ὁ Χριστὸς δὲ κατὰ τὴν ἡμέραν ἐκείνην οὐ τοῖς τὰ σημεῖα ἐργασαμένοις ἁπλῶς τὰ ἔπαθλα δίδωσιν, ἀλλὰ τοῖς τὰ προστάγματα πεποιηκόσι τὰ αὐτοῦ. Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, οὐχ ὅτι ἐθαυματουργήσατε, ἀλλ᾽ ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἠσθένησα, καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς μέ. Καὶ ἐν τοῖς μακαρισμοῖς δὲ οὐδαμοῦ τοὺς τὰ θαύματα ποιοῦντας τίθησιν, ἀλλὰ τοὺς βίον ἔχοντας ὀρθόν.
θʹ. Ὥστε εἰ καὶ ἐκείνη συνέσταλται νῦν ἡ χάρις, οὐδὲν ἡμᾶς παραβλάψαι τοῦτο δυνήσεται, ἀλλ᾽ οὐδὲ ἀπολογήσασθαι ὑπὲρ ἡμῶν, ὅταν τὰς εὐθύνας ὑπέχωμεν τῶν πεπραγμένων. Καὶ γὰρ τοὺς μακαρίους ἐκείνους οὐ διὰ τὰ σημεῖα θαυμάζομεν· τοῦτο γὰρ ὅλον τῆς τοῦ Θεοῦ δυνάμεως ἦν· ἀλλ᾽ ὅτι πολιτείαν ἐπεδείξαντο ἀγγελικήν· τοῦτο δὲ μετὰ τῆς ἄνωθεν ῥοπῆς καὶ τῆς αὐτῶν σπουδῆς ἔργον ἐστί. Καὶ οὐκ ἐγὼ τοῦτο λέγω νῦν, ἀλλὰ καὶ αὐτὸς ἐκεῖνος ὁ τοῦ Χριστοῦ μιμητής. Ὅτε γὰρ πρὸς τοὺς ψευδαποστόλους διετείνετο γράφων τοῖς μαθηταῖς, καὶ τὸ μέσον τῆς δοκίμου τε καὶ κιβδήλου διακονίας παραστῆσαι ἐβούλετο, οὐκ ἀπὸ τῶν σημείων, ἀλλ᾽ ἀπὸ τῶν κατορθωμάτων αὐτοῦ τοῦτο ἐποίησεν, οὑτωσὶ λέγων· Διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ; ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν φυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν κόπῳ, ἐν μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι.
Χωρὶς τῶν παρεκτὸς, ἡ ἐπισύστασίς μου ἡ καθ᾽ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν.
Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Διὰ ταῦτα θαυμάζω τοὺς ἀποστόλους ἐγώ· ὡς οἵ γε τούτων χωρὶς ἐπιδείξασθαι σημεῖα διά τινος οἰκονομίας συγχωρηθέντες οὐ μόνον οὐκ ἐγένοντο θαυμαστοὶ, ἀλλὰ καὶ ἀδόκιμοι, καθὼς καὶ ὁ Χριστὸς δείκνυσι λέγων· Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι πολλὰς δυνάμεις ἐποιήσαμεν;
Καὶ ἐρῶ αὑτοῖς· Ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· οὐδέποτε ἔγνων ὑμᾶς. Διὰ τοῦτο καὶ τοῖς μαθηταῖς παρῄνει λέγων· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ᾽ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Πολιτεία μὲν γὰρ ὀρθὴ καὶ τούτων χωρὶς ἀπολήψεται τοὺς στεφάνους, καὶ οὐδὲν ἔλαττον ἕξει παρὰ τοῦτο τότε· βίος δὲ παράνομος οὐδὲ μετὰ σημείων δυνήσεται τὴν κόλασιν ἐκφυγεῖν. Ὥστε περιττὸς ἡμῖν ὁ λόγος οὗτός ἐστιν, οὗ περιττὸς δὲ μόνον, ἀλλὰ καὶ ἐπικίνδυνος, καὶ πολλοῖς τῶν αἱρετικῶν παρέχων λαβάς. Εἰ γὰρ μὴ διὰ τὴν οἰκείαν ἐκεῖνοι προαίρεσιν οὕτως ἐγένοντο θαυμαστοὶ, ἀλλὰ διὰ τὴν τοῦ Χριστοῦ χάριν μόνον, τί τὸ κωλύον ἅπαντας τοιούτους γενέσθαι;
Ἡ γὰρ χάρις εἰ μὴ τὰ παρ᾽ ἡμῶν πρότερον ἐζήτει, ἀθρόως ἂν εἰς τὰς ἁπάντων ἐξεχύθη ψυχάς· οὐ γάρ ἐστι προσωπολήπτης ὁ Θεός· ἐπειδὴ δὲ τὰ παρ᾽ ἡμῶν ζητεῖ, διὰ τοῦτο τοῖς μὲν ἕπεται καὶ παραμένει, τῶν δὲ ἀφίπταται, εἰς δὲ τοὺς λοιποὺς οὐδὲ τὴν ἀρχὴν καθικνεῖται. Ὅτι δὲ προαίρεσιν πρότερον ἐξετάσας, οὕτω τὴν χάριν ἔδωκεν ὁ Θεὸς πρὶν ἤ τι θαυμαστὸν ἐπιδείξασθαι τὸν μακάριον ἐκεῖνον, ἄκουσον τί περὶ αὐτοῦ φησι· Σκεῦος ἐκλογῆς μοί ἐστι, τοῦ βαστάσαι τὸ ὄνομα μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων, καὶ παντὸς γένους Ἰσραήλ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.