Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Εὐδοξίαν

Ἰωάννης ὁ Χρυσόστομος

Θεολογικές παραινέσεις περί προσωρινότητας της εξουσίας και τελικής κρίσης

Δεύτερο κείμενο προς τη βασίλισσα που υπενθυμίζει την ισότητα των ανθρώπων ενώπιον του Θεού, τη θνητότητα, τη ματαιότητα της κοσμικής δόξας και την επερχόμενη κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

〈Τοῦ ἐν ἁγίοις Χρυσοστόμου πρὸς τὴν βασίλισσαν Εὐδοξίαν περὶ τοῦ ἀμπελῶνος τῆς χήρας〉 Ὁ μὲν θεὸς πάσης ὢν φύσεως δημιουργὸς πάσης κατ᾽ οὐσίαν ὑπερανέστηκεν ἐξουσίας καὶ κυριότητος· ἄνθρωποι δὲ πάντες ἴσοι, κἂν ὁ μὲν ἄλλου, ὁ δὲ ἑτέρου προέχειν δοκῇ. Καί σοι τοίνυν τὰ σκῆπτρα τῆς βασιλείας ἀπένειμεν, οὐχ ἵνα σαυτὴν τῶν ἄλλων ὑπερέχειν νομίζῃς, ἀλλ᾽ ἵνα ἰσονομίαν τῷ κοινῷ καὶ δικαιοσύνην βραβεύῃς· δόξα γὰρ καὶ πλοῦτος καὶ περιφάνεια κοσμικὴ οὐκ ὠφελήσει ὅλως ἡμᾶς ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ἀλλ᾽ ἢ μόνον ἡ τῶν ἐντολῶν φυλακή, τὴν τῶν ὀρθῶν δογμάτων ἐπαγομένη συντήρησιν.

Ὧν αὐτὴ μὴ ἐπιλήσμων φανῇς, μὴ τὸν τοῦ θεοῦ φόβον τῆς σῆς ἀπώσῃ ψυχῆς ἐπισταμένη σαφῶς ὡς ἡ πνοὴ πάντων ἡμῶν ἐν ταῖς αὐτοῦ χερσίν ἐστι καὶ ᾧ μὲν προστίθησιν ἔτη ζωῆς, ἐξ οὗ δὲ βούλεται, ἀφαιρεῖται. Ἐγὼ γάρ, φησίν, ἀποκτενῶ καὶ ζῆν ποιήσω καὶ τίς ὁ τῶν ἐμῶν χειρῶν ἐξαιρούμενος; Φοβερὸν δὲ τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Χοῦς καὶ σποδὸς τυγχάνομεν πάντες ἄνθρωποι, ἄνθος χόρτου καὶ κόνις, σκιά, καπνὸς καὶ ἐνύπνιον καὶ ζῶμεν οὐ ζῶντες· ἐξ οὗ γὰρ τό· γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ κατὰ πάσης ἡμῶν ἐξηνέχθη τῆς φύσεως. Τὴν θνητότητα πάντες καὶ τὴν φθορὰν ἄρδην ἠμφιασάμεθα καὶ κοινῇ πάντες ἤδη τετελευτήκαμεν καὶ ὁ μὲν σήμερον, ὁ δὲ αὔριον τελευτᾷ. Ἐκ γῆς γὰρ προελθόντες εἰς γῆν πάλιν μετ᾽ ὀλίγον καταφερόμεθα, βασιλεῖς τε καὶ ἰδιῶται, ἄρχοντες καὶ ἀρχόμενοι. Ἀπόβλεψον τοιγαροῦν εἰς τοὺς πρὸ ὑμῶν βασιλεύσαντας καὶ ἀναλόγισαι τί μὲν ἦσαν τότε, τί δὲ νῦν γεγόνασι.

Σύνες πῶς οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες ζῶντές τε καὶ μετὰ θάνατον μακαρίζονται καὶ κατὰ τὴν τῆς ἀνταποδόσεως ἡμέραν εἰς ἀνάστασιν ζωῆς ἐκπορεύσονται, οἱ δὲ τὰ φαῦλα πράξαντες κἀνταῦθα παρὰ πάντων ἀραῖς τε καὶ δυσφημίαις ἀείποτε βάλλονται καὶ εἰς ἀνάστασιν οὐκέτι ζωῆς ἀλλὰ κατακρίσεως ἐξανίστανται.