Μέγα μὲν γὰρ αὐτοῦ καὶ τὸ τῆς σωφροσύνης κατόρθωμα, ὅτε τῆς αἰγυπτιακῆς ἀκολασίας περιεγένετο καὶ τὴν ἀθλίαν γυναῖκα ἐκείνην ἐπὶ τὴν ἄδικον καλοῦσαν αὐτὸν ὁμιλίαν διεκρούσατο. Ἀλλ᾽ οὐχ οὕτω μέγα τοῦτο ὡς τὰ παθήματα. Ποῖον γὰρ ἐγκώμιον, εἰπέ μοι, τὸ μὴ μοιχεῦσαι, μηδὲ μιᾶναι εὐνὴν οὐδαμόθεν αὐτῷ προσήκουσαν, μηδὲ ἀδικῆσαι τὸν εὐεργετήσαντα, μηδὲ αἰσχύνῃ περιβαλεῖν τοῦ προστάτου τὴν οἰκίαν; Ἀλλὰ τὸ ποιῆσαν αὐτὸν μέγαν ἐκεῖνο μάλιστά ἐστιν, ὁ κίνδυνος, ἡ ἐπιβουλή, ἡ μανία τῆς αἰχμαλώτου, ἡ ἐπενεχθεῖσα βία, τὸ ἄφευκτον δεσμωτήριον, ὁ θάνατος, ὅνπερ αὐτῷ κατεσκεύασεν ἡ μοιχαλίς, τὰ δίκτυα ἃ πανταχόθεν ἀνεπέτασεν, ἡ κατηγορία, ἡ συκοφαντία, ἡ ἅλυσις, τὸ μηδενὸς τυγχάνειν τῶν δικαίων, μετὰ τὸν τοσοῦτον ἆθλον, ὑπὲρ οὗ στεφανοῦσθαι ἐχρῆν, ὡς κατάδικον καὶ ὑπεύθυνον ἐπὶ τὸ ὀχύρωμα ἄγεσθαι καὶ μετὰ τῶν τὰ ἔσχατα ἡμαρτηκότων κατακλείεσθαι, ὁ αὐχμός, τὸ σιδήριον, ἡ τοῦ δεσμωτηρίου ταλαιπωρία. Τότε αὐτὸν ὁρῶ λαμπρὸν μειζόνως ἢ ὅτε ἐπὶ τοῦ θρόνου τῆς Αἰγύπτου καθήμενος τὸν σῖτον διένειμε τοῖς δεομένοις καὶ τὸν λιμὸν ἔλυσε καὶ κοινὸς λιμὴν ἅπασιν ἐγένετο. Τότε ὁρῶ αὐτὸν φαιδρόν, ὅτε αὐτῷ αἱ πέδαι καὶ χειροπέδαι περιέκειντο ἢ ὅτε ἐν ἱματίοις λαμπροῖς τὴν τοιαύτην δυναστείαν περιεβέβλητο.