Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Κυριακόν

Ἰωάννης ὁ Χρυσόστομος

Η καρτερία απέναντι στις θλίψεις και η πνευματική ανταμοιβή

Αντιπαραβολή των αγαθών έργων με τα παθήματα, με υπογράμμιση ότι η υπομονή αποφέρει τις μεγαλύτερες ανταμοιβές, με κύρια παραδείγματα τον Ιώβ, τον Λάζαρο και τον απόστολο Παύλο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 7

Οὐ γὰρ τὸ ποιῆσαί τι χρηστὸν μόνον, ἀλλὰ καὶ τὸ παθεῖν τι κακὸν πολλὰς ἔχει τὰς ἀμοιβὰς καὶ μεγάλα τὰ ἔπαθλα καὶ πρὸς αὐτὸν ἤδη βαδιοῦμαι τὸν λόγον σφόδρα καί σοι καὶ πᾶσι χρήσιμον ὄντα καὶ ἱκανὸν πρὸς ὑπομονὴν ἀλεῖψαι καὶ καρδίαν διεγεῖραι καὶ μὴ ἀφιέναι πρὸς τοὺς τῶν παθημάτων καταμαλακίζεσθαι ἱδρῶτας. Ὅτι μὲν οὖν ἁπάντων τῶν κακῶν χαλεπώτερον ἀθυμία καὶ ὁ κολοφὼν καὶ τὸ κεφάλαιον τῶν δεινῶν τοῦτο ἱκανῶς ἡμῖν ὁ λόγος ἀπέδειξε. Λείπεται τοίνυν κατορθωμάτων καὶ παθημάτων ποιήσασθαι σύγκρισιν, ἵνα μάθῃς σαφῶς ὅτι οὐ κατορθώμασι μόνον, ἀλλὰ καὶ παθήμασιν ἀμοιβαὶ κεῖνται καὶ ἀμοιβαὶ σφόδρα μεγάλαι καὶ παθήμασιν οὐκ ἔλαττον ἢ κατορθώμασι, μᾶλλον δέ, ἔστιν ὅπου, καὶ πλείονα παθήμασιν.

Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν ἐν ἑκατέροις διαλάμψαντα τρόποις, τὸν ἀδάμαντα, τὴν πέτραν, τὸν ἐν τῇ Αὐσίτιδι μὲν γενόμενον χώρᾳ, πᾶσαν δὲ τὴν οἰκουμένην καταλάμψαντα τῇ τῆς οἰκείας ἀρετῆς ὑπερβολῇ καὶ εἴπωμεν αὐτοῦ τά τε κατορθώματα, τά τε παθήματα, ἵνα εἰδῇς πόθεν μειζόνως διέλαμψε. Τίνα οὖν αὐτοῦ τὰ κατορθώματα; Ὁ οἶκός μου, φησίν, παντὶ ἐλθόντι ἠνέωκτο καὶ κοινὸς ἦν τοῖς ὁδοιπόροις λιμὴν καὶ τοῖς δεομένοις τὰ αὑτοῦ πάντα σχεδὸν ἐκέκτητο. Ἐγὼ γὰρ ἤμην, φησίν, ὀφθαλμὸς τυφλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα καὶ συνέτριψα μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόντων ἐξήρπασα ἅρπαγμα, ἀδύνατοι δέ, ἣν ἄν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον, οὐδὲ ἐξῆλθέ τις τὴν θύραν μου κόλπῳ κενῷ. Εἶδες διάφορα φιλανθρωπίας εἴδη καὶ ποικίλους ἐλεημοσύνης λιμένας καὶ διὰ πάντων αὐτὸν βοηθοῦντα τοῖς δεομένοις; Εἶδες πενίαν ἀνέχοντα, χήραν διορθούμενον, ἀδικουμένων προϊστάμενον, φοβερὸν τοῖς ἐπηρεάζουσιν ὄντα; Οὐ γὰρ δὴ μέχρι τοῦ παραστῆναι καὶ συμμαχῆσαι μόνον τὴν σπουδὴν ἐπεδείκνυτο—τοῦτο δὴ τὸ τῶν πολλῶν—ἀλλὰ καὶ μέχρι τοῦ πρὸς τέλος τὸ πρᾶγμα ἀγαγεῖν καὶ μετὰ πολλῆς τῆς σφοδρότητος· συνέτριψα γὰρ μύλας ἀδίκων, φησί, τῇ φιλονεικίᾳ τῇ ἐκείνων τὴν ἑαυτοῦ πρόνοιαν ἐπιτειχίζων.

Οὐκ ἀνθρώπων δὲ μόνον ἐπηρείαις, ἀλλὰ καὶ φύσεως ἐπιβουλαῖς ἀντέστησεν αὑτοῦ τὴν κηδεμονίαν τὰ ἁμαρτήματα αὐτῆς τῇ τῆς οἰκείας συμμαχίας ὑπερβολῇ διορθούμενος.

Ἐπειδὴ γὰρ τὰ μέλη αὐτοῖς ἀποδοῦναι οὐκ εἶχε, τοῖς πηροῖς τὰ ὄμματα, τοῖς χωλοῖς τοὺς πόδας, ἀντὶ τῶν μελῶν αὐτοῖς ἐγίνετο καὶ δι᾽ αὐτοῦ καὶ οἱ τοὺς ὀφθαλμοὺς πεπηρωμένοι καὶ οἱ τὰ σκέλη κεκομμένοι οἱ μὲν ἐνέβλεπον, οἱ δὲ ἐβάδιζον. Τί ταύτης ἴσον γένοιτο αὐτοῦ τῆς φιλανθρωπίας;

Οἶσθα αὐτοῦ καὶ τὴν ἄλλην ἀρετήν, ἵνα μὴ πάντα καταλέγων μακρὸν ποιήσω τὸν λόγον, τὴν ἐπιείκειαν, τὴν πραότητα, τὴν σωφροσύνην, τὴν ἀκρίβειαν. Πῶς σφοδρὸς ὢν τοῖς ἀδικοῦσι—τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστι—προσηνὴς καὶ ἥμερος ἦν καὶ αὐτοῦ τοῦ μέλιτος ἡδίων τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς οἰκέταις τοῖς αὑτοῦ, οἳ τοῦ ἔρωτος, ὃν ἤρων, ἐκείνου μέγα ἐκφέροντες δεῖγμα ἔλεγον· τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; Εἰ δὲ οἰκέταις οὕτω ποθεινὸς ἦν, οὕτως ἐπέραστος, οἷς ἀνάγκη πολλάκις καὶ φοβερὸν εἶναι, πολλῷ μᾶλλον τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις.

Ταῦτα δὴ οὖν καὶ τὰ τούτων πλείονα συλλέξας δεῦρο βάδιζε μετ᾽ ἐμοῦ ἐπὶ τὸν τῶν παθημάτων αὐτοῦ κατάλογον καὶ ἴδωμεν συγκρίναντες πότε λαμπρότερος ἦν, ὅτε ἐκεῖνα κατώρθου ἢ ὅτε ἔπασχε τὰ ὀδυνηρὰ καὶ πολλὴν ἐντιθέντα αὐτῷ τὴν ἀθυμίαν. Πότε οὖν λαμπρότερος ἦν ὁ Ἰώβ, ὅτε τὴν οἰκίαν αὑτοῦ πᾶσι τοῖς παροῦσιν ἤνεγκεν ἢ ὅτε κατενεχθείσης αὐτῆς οὐδὲν ἐφθέγξατο πικρόν, ἀλλ᾽ εὐφήμησε τὸν Θεόν, καίτοι τὸ μὲν κατόρθωμα ἦν, τὸ δὲ πάθημα;

Πότε φαιδρότερος ἦν, εἰπέ μοι, ὅτε ἔθυεν ὑπὲρ τῶν παιδίων καὶ πρὸς ὁμόνοιαν αὐτοὺς συνῆγεν ἢ ὅτε καταχωσθέντων καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν; Πότε μᾶλλον ἐξέλαμψεν, ὅτε ἀπὸ κουρᾶς τῶν ἀρνῶν αὐτοῦ ἐθερμάνθησαν τῶν γυμνῶν οἱ ὦμοι ἢ ὅτε ἀκούσας πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων οὐ διεταράχθη, οὐδὲ ἐθορυβήθη, ἀλλὰ πράως ἤνεγκε τὴν συμφοράν;

Πότε μείζων ἦν, ὅτε τὴν ὑγίειαν τοῦ σώματος ἐκέκτητο ἢ εἰς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν συντρίβων μύλας ἀδίκων καὶ ἐκ μέσου τῶν ὀδόντων ἐξαρπάζων ἁρπάγματα καὶ λιμὴν αὐτοῖς γινόμενος ἢ ὅτε τὸ σῶμα αὑτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων καὶ καθήμενος ἐπὶ τῆς κοπρίας καὶ αὐτὸς αὐτὸ κατέξαινε λαβὼν ὄστρακον· τήκω γὰρ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων, φησί. Καίτοι ἐκεῖνα μὲν κατορθώματα, ταῦτα δὲ παθήματα ἦν, ἀλλ᾽ ὅμως ταῦτα αὐτὸν ἐκείνων λαμπρότερον ἀπέφηνε· τοῦτο γὰρ μάλιστα τὸ πικρότατον τῆς παρατάξεως μέρος καὶ μείζονος δεόμενον τῆς ἀνδρείας καὶ εὐτονωτέρας ψυχῆς καὶ ὑψηλοτέρας διανοίας καὶ πλείονα περὶ τὸν Θεὸν ἐχούσης ἀγάπην. Διά τοι τοῦτο ἐκείνων μὲν γινομένων, εἰ καὶ ἀναισχύντως καὶ σφόδρα λῃστρικῶς, ἀλλ᾽ ὅμως ἀντεῖπεν ὁ διάβολος λέγων· μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν;

Τούτων δὲ συμβάντων ἐγκαλυψάμενος ἀνεχώρησε νῶτα δοὺς καὶ οὐδὲ ἀναισχύντου τινὸς ἀντιλογίας σκιὰν γοῦν ἔχων προβαλέσθαι. Τοῦτο γὰρ ὁ κολοφὼν τοῦ στεφάνου, τοῦτο ἡ κορωνὶς τῆς ἀρετῆς, τοῦτο ἡ σαφὴς τῆς ἀνδρείας ἀπόδειξις, τοῦτο ἡ ἀκριβεστάτη τῆς φιλοσοφίας ἐπίτασις. Δηλῶν δὲ καὶ αὐτὸς οὗτος ὁ μακάριος Ἰὼβ ὅσον χαλεπώτερον τυραννὶς ἀθυμίας θανάτου, ἀνάπαυσιν αὐτὸν καλεῖ· θάνατος, φησίν, ἀνδρὶ ἀνάπαυσις. Καὶ ἐν χάριτος αὐτὸν αἰτεῖται μέρει, ὥστε ἐκείνης ἀπαλλαγῆναι λέγων· εἰ γὰρ δῴη καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη Κύριος. Ἀρξάμενος ὁ Κύριος τρωσάτω με καὶ εἰς τέλος με ἀνελέτω. Εἴη δέ μου ἡ πόλις τάφος, ἐφ᾽ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾽ αὐτῆς. Οὕτω πάντων βαρύτερον ἀθυμία.

Ὅσῳ δὲ βαρύτερον τοσούτῳ καὶ μείζους ἔχει τὰς ἀντιδόσεις. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς ὅσον τῶν παθημάτων τὸ κέρδος, κἂν μὴ διὰ Θεόν τις πάθῃ—καὶ μηδεὶς ὑπερβολὴν τοῦτο νομιζέτω—πάθῃ δὲ ὅμως καὶ γενναίως ἐνέγκῃ καὶ πράως τὸν Θεὸν ἐπὶ πᾶσι δοξάζων.

Καὶ γὰρ αὐτὸς οὗτος οὐκ ᾔδει, ὅτι διὰ τὸν Θεὸν ταῦτα ἔπασχεν, ὅμως διὰ τοῦτο ἐστεφανοῦτο, ὅτι οὐδὲ τὴν αἰτίαν ἐπιστάμενος ἐκαρτέρει γενναίως. Καὶ ὁ Λάζαρος ἐκεῖνος ἀσθενείᾳ φύσεως περιπεσών—τοῦτο δὲ οὐκ ἦν δήπου διὰ τὸν Θεὸν παθεῖν—ἐπειδὴ ὅλως ἔπαθε καὶ ἐκαρτέρησε καὶ γενναίως ἤνεγκε τὴν ἐρημίαν τῶν θεραπευόντων, τὴν ἀπὸ τῶν ἑλκῶν ἀθυμίαν, τὴν ἀπὸ τοῦ λιμοῦ, τὴν ἀπὸ τῆς ὑπεροψίας τοῦ πλουσίου καὶ τῆς ὠμότητος, οἶσθα ἡλίκων ἀπέλαυσε στεφάνων—καί τοι γε αὐτοῦ κατόρθωμα οὐδὲν ἔχων εἰπεῖν—οὐχ ὅτι πένητας ἠλέησεν, οὐχ ὅτι ἀδικουμένοις παρέστη, οὐχ ὅτι ἀγαθόν τι εἰργάσατο, ἀλλὰ τὴν ἐν τῷ πυλῶνι τοῦ πλουσίου κατάκλισιν καὶ τὴν ἀρρωστίαν καὶ τῶν κυνῶν τὰς γλώττας καὶ τὴν τοῦ πλουσίου κατ᾽ αὐτοῦ γενομένην ὑπεροψίαν. Ἀλλ᾽ ὅμως μηδὲν γενναῖον ποιήσας, ἐπειδὴ μόνον τὴν ἐκ τούτου ἀθυμίαν ἤνεγκε γενναίως, τῷ τοσαῦτα κατωρθωκότι πατριάρχῃ τῆς αὐτῆς ἔτυχε λήξεως. Εἴπω δὴ μετὰ τοῦτο καὶ ἕτερον, παράδοξον μὲν εἶναι δοκοῦν, ἀληθὲς δέ. Κἂν ἀγαθόν τις ἐργάσηται μέγα καὶ γενναῖον, μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, οὐ κατὰ τὸ μέγεθος τοῦ κατορθώματος, ἀλλὰ κατὰ τὸν ὄγκον τοῦ παθήματος.

Διά τοι τοῦτο καὶ Παῦλος καυχώμενος οὐκ ἐπὶ τὸ κατορθῶσαι μόνον καὶ γενναῖόν τι ποιῆσαι καυχᾶται, ἀλλ᾽ ἐπὶ τὸ παθεῖν κακῶς. Εἰπὼν γάρ· διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ ὑπὲρ ἐγώ. Καὶ τὴν κατὰ σύγκρισιν ὑπερβολὴν ὑφαίνων φησίν· ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς μου ἡ καθ᾽ ἡμέραν. Εἶδες παθημάτων ὁρμαθὸν καὶ καυχήσεως ἀφορμάς;

Εἶτα ἐπάγει τούτοις καὶ κατορθώματα. Καὶ ἐν τούτῳ πάλιν τὸ πλέον τοῦ παθήματός ἐστιν, οὐχὶ τοῦ κατορθώματος. Εἰπὼν γὰρ ἡ ἐπισύστασίς μου ἐπήγαγεν· ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Οὐκ εἶπεν ἡ διόρθωσις, ἀλλ᾽ ἡ μέριμνα, ὅπερ παθήματος πλέον ἦν ἢ κατορθώματος. Καὶ τὰ ἑξῆς· τίς ἀσθενεῖ, φησί, καὶ οὐκ ἀσθενῶ;

Καὶ πάλιν· τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; Οὐκ εἶπεν, ἀπήλλαξα τοῦ σκανδάλου, ἀλλ᾽ ἐκοινώνησα τῆς ἀθυμίας. Εἶτα δεικνὺς ὅτι ταῦτα μάλιστα τὰς ἀμοιβὰς ἔχει, εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου, ἔλεγε, καυχήσομαι. Καὶ ἕτερον πάλιν τοιοῦτον ἐπάγει, τὴν φυγὴν τὴν διὰ τῆς θυρίδος, τὴν διὰ τῆς σαργάνης, τὴν διὰ τοῦ τείχους. Τοῦτο δὲ τοῦ παθεῖν κακῶς ἦν.

Εἰ τοίνυν τὰ παθήματα μεγάλας ἔχει τὰς ἀμοιβάς, τῶν δὲ παθημάτων πάντων χαλεπώτερον καὶ ὀδυνηρότερον ἡ ἀθυμία, ἐννόησον ὅσον αἱ ἀντιδόσεις· οὐ γὰρ παύσομαι συνεχῶς ταύτην σοι ἐπᾴδων τὴν ἐπῳδήν, ἵν᾽, ὅπερ ὑπεσχόμην ἐν προοιμίοις, τοῦτο πληρώσω νῦν ἀπὸ τῆς ἀθυμίας αὐτῆς ὑφαίνων τοὺς λογισμοὺς τοὺς τὴν παραμυθίαν τῆς εὐθυμίας σοι τίκτοντας.

Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς, ὅσον ἐστὶ τὸ μετὰ παθημάτων τι ποιεῖν γενναῖον καὶ ὅσον ἀποδεῖ τούτου τὸ ἀπονητὶ τὸ αὐτὸ ποιεῖν, ὁ Ναβουχοδονόσορ ἐκεῖνος ὁ Βαβυλώνιος ἐν σκήπτροις καὶ διαδήματι ζῶν εὐαγγελικόν ποτε κατώρθωσε λόγον. Μετὰ γὰρ τὴν κάμινον τῶν παίδων καὶ τὴν παραδοξοποιίαν ἐκείνην τὸ κήρυγμα ἀνεδέξατο τῆς οἰκουμένης, οὐ διὰ γλώττης μόνον, ἀλλὰ καὶ διὰ γραμμάτων. Καὶ πανταχοῦ τῆς γῆς ἔγραψεν οὕτως· Ναβουχοδονόσορ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ· εἰρήνη ὑμῖν πληθυνθείη· τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησε μετ᾽ ἐμοῦ ὁ Θεὸς ὁ ὕψιστος, ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν ὡς μεγάλα καὶ ἰσχυρά. Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Καὶ δόγμα ἔθηκεν, ὅπως πᾶς ὁ λαός, φυλή, γλῶσσα, ἥ, ἂν εἴπῃ ῥῆμα κατὰ τοῦ θεοῦ Σεδράχ, Μισάχ, Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσται καὶ ὁ οἶκος αὐτῶν εἰς διαρπαγήν. Καὶ προστίθησι· καθ᾽ ὅτι οὐκ ἔστι θεὸς ἕτερος, ὃς δυνήσεται ῥύσασθαι οὕτως. Εἶδες ἀπειλὴν ἐν τοῖς γράμμασιν;

Εἶδες φόβον; Εἶδες διδασκαλίαν; Εἶδες κήρυγμα ὑψηλὸν καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένα γράμματα; Τί οὖν, εἰπέ μοι, τὸν αὐτὸν τοῖς ἀποστόλοις μισθὸν λήψεται, ἐπειδὴ οὕτως ἀνεκήρυξε τοῦ Θεοῦ τὴν δύναμιν, ἐπειδὴ τοσαύτην σπουδὴν ἐποιήσατο πανταχοῦ καταγγεῖλαι τὸν λόγον; Οὐδὲ τὸ πολλοστὸν μὲν οὖν μέρος, ἀλλὰ καὶ μεθ᾽ ὑπερβολῆς ἁπάσης καταδεέστερον, καίτοι γε αὐτὸ τὸ ἔργον ἐκείνοις ἐποίησεν. Ἀλλ᾽ ἐπειδὴ πόνος οὐκ ἔστι συνεζευγμένος οὐδὲ παθήματα, διὰ τοῦτο ὑποτέμνεται τὰ τῆς ἀντιδόσεως. Οὗτος μὲν γὰρ μετ᾽ ἐξουσίας καὶ ἀδείας τοῦτο ἔπραττεν, ἐκεῖνοι δὲ κωλυόμενοι, κοπτόμενοι, μαστιζόμενοι, ταλαιπωρούμενοι, κατακρημνιζόμενοι, λιμῷ τηκόμενοι, καθ᾽ ἑκάστην ἀποθνῄσκοντες τὴν ἡμέραν, τὴν ψυχὴν αὑτῶν βασανιζόμενοι, καθ᾽ ἕκαστον τῶν ἀσθενούντων ἀσθενοῦντες, καθ᾽ ἕκαστον τῶν σκανδαλιζομένων πυρούμενοι καὶ τῶν πόνων τούτων καὶ τῆς ἀθυμίας μάλιστα ἦσαν αἱ πλείους ἀμοιβαί. Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται, φησί, κατὰ τὸν ἴδιον κόπον· οὐ γὰρ παύσομαι αὐτὸ συνεχῶς ἐπιλέγων. Διὰ δὴ τοῦτο ὁ φιλάνθρωπος Θεὸς πολλάκις τοῦ Παύλου παρακαλέσαντος τῶν παθημάτων αὐτὸν καὶ τῆς ἀθυμίας καὶ τῆς ὀδύνης καὶ τῶν κινδύνων ἀπαλλάξαι οὐκ ἐπένευσεν.