Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν ἐν ἑκατέροις διαλάμψαντα τρόποις, τὸν ἀδάμαντα, τὴν πέτραν, τὸν ἐν τῇ Αὐσίτιδι μὲν γενόμενον χώρᾳ, πᾶσαν δὲ τὴν οἰκουμένην καταλάμψαντα τῇ τῆς οἰκείας ἀρετῆς ὑπερβολῇ καὶ εἴπωμεν αὐτοῦ τά τε κατορθώματα, τά τε παθήματα, ἵνα εἰδῇς πόθεν μειζόνως διέλαμψε. Τίνα οὖν αὐτοῦ τὰ κατορθώματα; Ὁ οἶκός μου, φησίν, παντὶ ἐλθόντι ἠνέωκτο καὶ κοινὸς ἦν τοῖς ὁδοιπόροις λιμὴν καὶ τοῖς δεομένοις τὰ αὑτοῦ πάντα σχεδὸν ἐκέκτητο. Ἐγὼ γὰρ ἤμην, φησίν, ὀφθαλμὸς τυφλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα καὶ συνέτριψα μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόντων ἐξήρπασα ἅρπαγμα, ἀδύνατοι δέ, ἣν ἄν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον, οὐδὲ ἐξῆλθέ τις τὴν θύραν μου κόλπῳ κενῷ. Εἶδες διάφορα φιλανθρωπίας εἴδη καὶ ποικίλους ἐλεημοσύνης λιμένας καὶ διὰ πάντων αὐτὸν βοηθοῦντα τοῖς δεομένοις; Εἶδες πενίαν ἀνέχοντα, χήραν διορθούμενον, ἀδικουμένων προϊστάμενον, φοβερὸν τοῖς ἐπηρεάζουσιν ὄντα; Οὐ γὰρ δὴ μέχρι τοῦ παραστῆναι καὶ συμμαχῆσαι μόνον τὴν σπουδὴν ἐπεδείκνυτο—τοῦτο δὴ τὸ τῶν πολλῶν—ἀλλὰ καὶ μέχρι τοῦ πρὸς τέλος τὸ πρᾶγμα ἀγαγεῖν καὶ μετὰ πολλῆς τῆς σφοδρότητος· συνέτριψα γὰρ μύλας ἀδίκων, φησί, τῇ φιλονεικίᾳ τῇ ἐκείνων τὴν ἑαυτοῦ πρόνοιαν ἐπιτειχίζων.