Ὁ μὲν γὰρ ἔλεγε, Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου· οὗτος δὲ, Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, τουτέστι πάντων ἀνθρώπων, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. ιʹ. Ἀλλὰ ταῦτα μὲν, ὅπερ ἔφην, ἀφίημί σοι μετὰ ἀκριβείας ἁπάσης κατὰ σχολὴν ἐπελθεῖν· ἐγὼ δὲ ἐπὶ τοὺς λοιποὺς ἥξω προφήτας, καίτοι γε οὐδαμοῦ τὸν βίον αὐτῶν ἀνάγραπτον ἀφῆκαν ἡμῖν, ἀλλ᾽ ὅμως καὶ εἰς τοσαύτην στενοχωρίαν ἐμπεσόντες, διὰ τὴν ὑπερβολὴν τῶν κατασχόντων αὐτοὺς κακῶν, καὶ ἀπὸ ῥήματος ἑνὸς οἶμαι δυνήσεσθαι δεῖξαι πάντα τὸν βίον αὐτῶν ὄντα κατώδυνον. Καὶ πρῶτον μὲν, ὃ κοινὸν πᾶσιν ὑπῆρχεν αὐτοῖς, στρεβλούμενοι, μαστιζόμενοι, πριζόμενοι, λιθαζόμενοι, φυλακιζόμενοι, ἐν φόνῳ μαχαίρας ἀποθνήσκοντες, περιερχόμενοι ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι τὸν ἅπαντα βίον διετέλουν. Μετὰ δὲ τοῦτο καὶ ἑτέραν εἶχον ἀθυμίας προσθήκην ταύτης χαλεπωτέραν, τὸ τὴν κακίαν ὁρᾷν προβαίνουσαν τῶν ταῦτα διατιθέντων αὐτοὺς, ἐφ᾽ ᾧ μᾶλλον τῶν οἰκείων ἐδάκνοντο θλίψεων. Καὶ ὁ μὲν ἔλεγεν· Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ᾽ αἵμασι μίσγουσι· τὸ ἀδεὲς καὶ πολύπλοκον καὶ δαψιλὲς τῆς κακίας ἐμφαίνων ἡμῖν.