Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Σταγείριον δαιμονῶντα

Ἰωάννης ὁ Χρυσόστομος

Οι αλλεπάλληλες δοκιμασίες του Αβραάμ και του Ισαάκ

Περιγραφή των πολλαπλών πειρασμών του Αβραάμ, από τη μετοικεσία και τους κινδύνους στην Αίγυπτο μέχρι τη θυσία του Ισαάκ, καθώς και των θλίψεων που ακολούθησαν στη ζωή του ίδιου του Ισαάκ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 11

ϛʹ. Τί οὖν τούτου γένοιτ᾽ ἂν ὀδυνηρότερον τοῦ βίου; τί ταύτης μοχθηρότερον τῆς ζωῆς; Ἐγὼ μὲν οὖν τῶν ἀχθοφορούντων διαπαντὸς καὶ μηδέποτε ἀναπνεόντων ἐπηγγειλάμην δείξειν αὐτὸν οὐδὲν ἄμεινον διακείμενον· ὁ δὲ λόγος πολλῷ πλέον ἐποίησεν, οὐ μόνον οὐδὲν ἄμεινον, ἀλλὰ καὶ πολλῷ φορτικώτερον ἐκείνων ἔχοντα ἀποφήνας ἡμῖν. Δοκεῖ μὲν οὖν πολλοῖς ὁ Ἀβραὰμ ἐν εὐθυμίᾳ τὸν ἅπαντα διατετελεκέναι χρόνον, ὅθεν καὶ τοὺς εὐημεροῦντας καὶ πανταχόθεν κομῶντας αὐτῷ παραβάλλειν εἰώθασι. Φέρε οὖν ἐξετάσωμεν τὰ συμβεβηκότα αὐτῷ. Ἐμοὶ γὰρ οὗτος πολλῷ καὶ τοῦ Νῶε καὶ τοῦ Ἄβελ· μᾶλλον δὲ οὐδὲν ἐρῶ, ἕως ἂν ἡ τῶν πραγμάτων ἐξέτασις θῆται τὴν ψῆφον ἡμῖν. Τὰ μὲν οὖν ἐν Περσίδι, καὶ εἴ τι μέχρι τῶν ἑβδομήκοντα ἐτῶν αὐτῷ συνέβη λυπηρὸν, οὐδεὶς δύναιτ᾽ ἂν εἰδέναι σαφῶς. Οὐδὲ γὰρ ὁ μακάριος Μωϋσῆς ἐκείνου τοῦ χρόνου τὴν ἱστορίαν ἡμῖν ἔγραψεν, ἀλλὰ πᾶσαν τὴν ἡλικίαν ταύτην ἀφεὶς, ἀπὸ τῶν μετὰ ταῦτα πεποίηται τοῦ διηγήματος τὴν ἀρχήν. Ὅτι δὲ καὶ αὐτὸν τὰ αὐτὰ πάσχειν τῷ Νῶε εἰκὸς ἦν, μεταξὺ τοσούτων ἀσεβῶν καὶ βαρβάρων μόνον βουλόμενον εὐσεβεῖν, τοῦτο οὐκ ἔτι τοῖς ἄλλοις ὁμοίως ἄδηλόν ἐστιν, ἀλλὰ καὶ οἱ σφόδρα ἀνόητοι στοχάσαιντο ῥᾳδίως αὐτό.

Πλὴν ἀλλὰ καὶ ταῦτα παρείσθω νῦν· ἀπὸ δὲ τῆς ἀποδημίας αὐτοῦ ποιησώμεθα τοῦ λόγου τὴν ἀρχὴν, πρότερον ἐκεῖνο ἐξετάσαντες, πόσον ἡ τῶν Χαλδαίων γῆ τῆς Παλαιστίνης ἀφέστηκεν, ἢ ποία τις ἦν ἡ τῶν ὁδῶν κατασκευὴ, πῶς τοῖς ἀνθρώποις τὰ τῆς ἐπιμιξίας τῆς πρὸς ἀλλήλους διέκειτο, τίς ὁ τῆς πολιτείας τρόπος ἦν. Μὴ γὰρ ἐπειδὴ εὐκόλως ὑπήκουσεν ὁ δίκαιος ἐκεῖνος, καὶ τὸ πρᾶγμα εὔκολον εἶναι δοκείτω νῦν, μηδ᾽ ὅτι συντόμως καὶ ἐν βραχεῖ τὸ γεγονὸς διηγήσατο ὁ Μωσῆς, καὶ τὸ ἔργον τὴν τῶν ῥημάτων βραχύτητα μιμεῖσθαι νόμιζε· εἰπεῖν μὲν γὰρ ταῦτα καὶ διηγήσασθαι ῥᾴδιον, πρᾶξαι δὲ οὐκέτι ὁμοίως εὔπορον, ἀλλὰ καὶ σφόδρα χαλεπόν. Τὸ μὲν οὖν τῆς ὁδοῦ μῆκος καὶ ὅσον τὸ μέσον ἐστὶ τούτων τῶν χωρίων μετὰ ἀκριβείας ἂν εἴποιεν ὅσοι πρὸς ἡμᾶς ἐκεῖθεν διέβησαν, εἰ δή τινές εἰσιν· ἡμεῖς δὲ ἐκείνων μὲν οὐδενὶ, τῶν δὲ εἰς τὴν ἐξωτέραν χώραν ἀφικομένων συγγενόμενοί τινι, καὶ τὸν χρόνον αὐτὸν ἐρωτήσαντες ὅσον ὁδοιπορεῖν ἠναγκάσθη, ἠκούσαμεν ὅτι τριάκοντα πέντε ἡμερῶν ἀριθμόν· καὶ Βαβυλῶνα μὲν οὐκ εἰδέναι ἔφη, τῶν δὲ ἐκεῖ γενομένων ἀκηκοέναι, ὅτι ἑτέρα τοσαύτη πάλιν ἐκεῖθέν ἐστιν ὁδός.

Καὶ τὸ μὲν διάστημα τοσοῦτον καὶ τότε ἦν, καὶ νῦν ἐστιν· ἡ δὲ κατασκευὴ τῶν ὁδῶν οὐκ ἔθ᾽ ὁμοίως ὡς καὶ νῦν καὶ τότε διάκειται. Νῦν μὲν γὰρ καὶ σταθμοῖς διείληπται συνεχέσι καὶ πόλεσι καὶ ἀγροῖς, καὶ ὁδοιπόροις δὲ βαδίζων ἄν τις ἐντύχοι πολλοῖς, ὅπερ καὶ σταθμοῦ καὶ πόλεως καὶ ἀγροῦ οὐχ ἧττον εἰς ἀσφαλείας λόγον ἐστί. Πρὸς δὲ τούτοις καὶ ἀπὸ τῆς χώρας οἱ τῶν πόλεων ἄρχοντες ἄνδρας καὶ ῥώμῃ σώματος τῶν ἄλλων διαφέροντας καὶ ἀκοντίῳ καὶ σφενδόνῃ τοσοῦτον δυναμένους ἀρκεῖν, ὅσον τοῖς βέλεσι μὲν οἱ τοξόται, οἱ δὲ ὁπλῖται τοῖς δόρασι, τούτους συντάξαντες, καὶ ἄρχοντας αὐτοῖς ἐπιστήσαντες, εἰς οὐδὲν ἕτερον ἀπησχόλησαν, ἀλλὰ μόνον τὴν τῶν ὁδῶν ἐπέτρεψαν φυλακήν. Μετὰ δὲ τούτων καὶ ἑτέραν πάλιν τούτων ἀκριβεστέραν ἀσφάλειαν ἐπενόησαν. Οἰκήματα γὰρ κατὰ χιλίων βημάτων διάστημα δειμάμενοι παρὰ τὴν ὁδὸν, νυκτερινοὺς αὐτοῖς ἐγκατέστησαν φύλακας, τὴν ἐκείνων ἀγρυπνίαν καὶ τὴν σχολὴν μέγιστον κώλυμα τοῖς τῶν κακούργων ἐφόδοις ἐπιτειχίσαντες. Τότε δὲ οὐδὲν τούτων ἦν, οὐκ ἀγροὶ συνεχεῖς, οὐ πόλεις, οὐ σταθμοὶ, οὐ καταγώγιον, οὐ τὸ συνοδοιπόρον ταχέως ἰδεῖν, οὐκ ἄλλο τι τούτων οὐδέν· τὴν γὰρ τῆς ἀτραποῦ τραχύτητα καὶ τὴν τῶν ἀέρων ἀνωμαλίαν παρίημι νῦν, καίτοι γε ἱκανὰ, ἐκείνων μὴ προσόντων, λυπῆσαι τοὺς ὁδοιποροῦντας ἱκανῶς.

Καὶ μαρτυρήσαιεν ἄν μοι οἱ ζεύγεσι καὶ ὑποζυγίοις χρώμενοι, καὶ μηδὲ οὕτω τῆς συνήθους ἐπιβαίνειν τολμῶντες ὁδοῦ, εἰ μὴ πρότερον αὐτὴν στορέσαιεν λίθοις, καὶ τὰς ἀπὸ τῶν ῥυάκων χαράδρας ἀναπληρώσαντες ἰσόπεδον οὕτως ἐργάσαιντο. Τότε δὲ ἐρημοτέρα μὲν τῶν ἀοικήτων ἦν, ἀπορωτέρα δὲ τῶν ὀρῶν, σφαλερωτέρα δὲ τῶν βαράθρων καὶ τῶν κρημνῶν. Καὶ τὸ πάντων δὲ χαλεπώτερον οὐκ εἶπον, πῶς τὰ τῆς ἐπιμιξίας διέκειτο, ὃ καὶ τῆς ὁδοῦ πολλῷ πλείονα καὶ μείζονα παρεῖχε πράγματα αὐτοῖς, κατὰ ἔθνη, μᾶλλον δὲ κατὰ πόλιν ἁπάντων διῃρημένων.

Οὐ γὰρ ὥσπερ νῦν μία ἀρχὴ κατὰ τὸ πλεῖστον τῆς οἰκουμένης τέταται μέρος, καὶ ἑνὶ πάντες δουλεύουσιν ἀνθρώπῳ, καὶ τοῖς αὐτοῖς διοικοῦνται νόμοις, οὕτω καὶ τότε ἦν· ἀλλ᾽ ὥσπερ σῶμα ἓν εἰς πολλὰ μέρη κατατμηθὲν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων διέσπαστο γένος, καὶ πολεμίους ἐκ πολεμίων ἀμείβειν ὁ δίκαιος ἠναγκάζετο, πρὶν ἢ τοὺς προτέρους διαφυγεῖν, ἑτέροις ἐμπίπτων ἀεὶ, πὴ μὲν πολυαρχίας, πὴ δὲ ἀναρχίας οὔσης.

Τί οὖν ταύτης χαλεπώτερον τῆς ζωῆς; Οὐδὲ γὰρ ὑπὲρ ἑαυτοῦ μόνον ἐδεδοίκει καὶ ἔτρεμεν, ἀλλὰ καὶ ὑπὲρ πατρὸς καὶ γυναικὸς καὶ ὑπὲρ ἀδελφιδοῦ. Ἦν δὲ οὐδὲ ἡ τῶν οἰκετῶν φροντὶς μικρὰ, εἰ καὶ ἐπὶ τῆς οἰκείας ἐτύγχανον ὄντες, μὴ ὅτι γε ὅτε ἐπὶ τῆς ἀλλοτρίας, ἠναγκάζοντο εἶναι διαπαντός. Καὶ εἰ μὲν ᾔδει σαφῶς ὅπου στήσεται τὰ τῆς πλάνης αὐτῷ, οὐκ ἦν οὕτω τὸ τῶν φροντίδων ἀφόρητον· νῦν δὲ ἁπλῶς καὶ ἀδιορίστως ἀκούσας Γῆν, οὐ τήνδε ἢ τήνδε, ἀλλ᾽, Ἣν ἄν σοι δείξω, πανταχοῦ περιῄει τῷ νῷ, καὶ πολὺν ἐδέχετο θόρυβον τῇ ψυχῇ, μηδαμοῦ τῷ λογισμῷ στῆναι δυνάμενος, ἀλλὰ πολλὰ ὑποπτεύειν ἔχων, καὶ μεριμνᾷν ἀναγκαζόμενος.

Εἰκὸς γὰρ αὐτὸν καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης ἀφίξεσθαι τὰ πέρατα προσδοκᾷν, καὶ πρὸς αὐτὸν τὸν ὠκεανόν· ὥστε εἰ καὶ μὴ πᾶσαν ἐπῆλθε τὴν γῆν, ἀλλὰ τὴν φροντίδα τῆς τοσαύτης ὁδοιπορίας ὑπέμεινεν. Οὐ γὰρ ὡς μέχρι τῆς Παλαιστίνης ἥξων οὕτω παρεσκευάκει τὴν ψυχὴν, ἀλλ᾽ ὡς ἑψόμενος πανταχοῦ, καὶ τὴν οἰκουμένην ἐκβῆναι κελεύηται, κἂν εἰς τὰς ἐκτὸς ταύτης νήσους ἐλθεῖν. Εἰ δὲ καὶ τἀναντία προσδοκᾷν ἔπειθε τὸ τοῦ προστάγματος ἀδιόριστον, καὶ τοῦτο πάλιν χαλεπόν. Τὸν γὰρ μέλλοντά τι φορτικὸν ὑπομένειν, πολλῷ κουφότερον εἰδέναι σαφῶς ὅπερ ὑποστήσεται, καὶ πρὸς ὃ παρασκευάσεται, ἢ πανταχοῦ ῥέμβεσθαι τῷ λογισμῷ, καὶ νῦν μὲν τὰ χρηστὰ, νῦν δὲ τἀναντία προσδοκᾷν, καὶ ὑπὲρ μηδενὸς τούτων ἔχειν θαῤῥεῖν, ἀλλ᾽ ἀμφοτέροις ὁμοίως ἀπιστεῖν.

ζʹ. Καὶ ταῦτα μὲν πρὶν ἐλθεῖν εἰς τὴν ἐπαγγελθεῖσαν γῆν· ἐπειδὴ δέ ποτε τῆς Παλαιστίνης ἐπελάβετο, καὶ λοιπὸν ἀναπαύσασθαι προσεδόκησε, τότε δὴ μείζονα ἐν τῷ λιμένι τὸν χειμῶνα εὕρισκεν. Οὐ μικρὸν δὲ τοῦτο εἰς ὀδύνης λόγον, ἀλλὰ καὶ πάντων ἀφορητότερον, ὅταν τις ἀπηλλάχθαι νομίσας καὶ πρὸς τὸ τέλος ἥκειν αὐτὸ, καὶ φροντίδα καὶ μέριμναν ἅπασαν ἀποθέμενος, πάλιν ἄνωθεν ἀρχὴν ἑτέραν εὕρῃ τῶν δυσχερῶν. Ὁ μὲν γὰρ ἔτι παρεσκευασμένος πρὸς τὰ δεινὰ ῥᾷον ἂν ἐνέγκοι τὴν τούτων ἐπαγωγήν· ὁ δὲ ἀναπεσὼν καὶ τῶν φροντίδων ἀπολύσας τοὺς λογισμοὺς, ἂν συμβῇ τι τοιοῦτον πάλιν, οἷον καὶ πρότερον, διπλῇ πως ταράττεται, καὶ εὐχείρωτος γίνεται τῷ τε ἀπροσδοκήτῳ καὶ τῷ διαλελύσθαι τὴν σπουδὴν ἅπασαν αὐτῷ καὶ τὴν παρασκευήν.

Τίς οὖν ὁ χειμὼν ἦν; Λιμὸς οὕτω σφοδρὸς τὴν Παλαιστίνην κατέλαβε τότε, ὡς ἀναστῆσαι εὐθέως αὐτὸν ἐκεῖθεν, καὶ εἰς τὴν Αἴγυπτον καταγαγεῖν. Ἐλθὼν δὲ ἐκεῖ ὡς λύσιν εὑρήσων τοῦ κακοῦ, τοῦ λιμοῦ πάλιν χαλεπωτέρᾳ περιέπεσε συμφορᾷ περὶ τῶν ἐσχάτων κινδυνεύειν ἀναγκαζόμενος· καὶ εἰς τοσοῦτον τότε κατέστη φόβον, ὥστε, ὃ πᾶσίν ἐστι πάντων ἀφορητότερον, τὸ τὰς γυναῖκας ὑβρίζεσθαι τὰς αὐτῶν, τοῦτο ἑλέσθαι. Εἰς τοσαύτην γὰρ τότε ἦλθεν ἀνάγκην, ὡς καὶ ὑπηρετήσασθαι τῇ ὑποκρίσει, οὗ τί γένοιτ᾽ ἂν ἐλεεινότερον; Ὁποίαν γὰρ αὐτὸν νομίζεις ἔχειν ψυχὴν, ὅτε τῇ γυναικὶ τοιαῦτα συμβουλεύειν ἠναγκάζετο; Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ· ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι, Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν ὅτι, Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ.

Καὶ ταῦτα ἐφθέγξατο τὰ ῥήματα ὁ διὰ τὸν Θεὸν, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ τἄλλα πάντα ἐπὶ τῆς οἰκίας ἀφεὶς, ὁ τοιαύτην ταλαιπωρίαν καὶ τοσοῦτον πόνον ἐν τῷ μακρῷ τούτῳ καιρῷ κατὰ τὴν ὁδοιπορίαν ὑποστάς· καὶ ὅμως οὐδὲν τούτων εἶπεν, οἷον ὅτι Ἐγκατέλιπέ με ὁ Θεὸς, ἀπεστράφη, καὶ τῆς οἰκείας προνοίας ἐξέβαλεν· ἀλλ᾽ ἔφερε γενναίως πάντα καὶ πιστῶς, καὶ ὃν ἐχρῆν μάλιστα πάντων ὑβριζομένης ὀργίζεσθαι τῆς γυναικὸς ὑπὸ τῆς πολλῆς βίας, ὅπως μήτε φανερὰ γένηται ἡ ὕβρις, ἅπαντα ἔπραττε. Τοῦτο δὲ ὅσην ἀθυμίαν ἔχει καὶ ὀδύνην, λόγῳ μὲν παραστῆσαι οὐ δυνατὸν, ἴσασι δὲ ὅσοι γυναῖκας ἔσχον καὶ εἰς ζηλοτυπίας ὑποψίαν ἐνέπεσον.

Μαρτυρεῖ δὲ τῷ πάθει τούτῳ καὶ ὁ Σολομὼν οὕτως εἰπών· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς, οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐδὲ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων. Καὶ πάλιν· Κραταιὰ ὡς θάνατος ἡ ἀγάπη, σκληρὸς ὡς ᾅδης ὁ ζῆλος. Εἰ δὲ ὁ ζηλοτυπῶν οὕτως ἐκκαίεται, ὁ τοσούτοις κρατούμενος κακοῖς, ὡς ἀναγκάζεσθαι καὶ κολακεύειν τὸν ὑβριστὴν, καὶ ὃν ἀμύνασθαι ἔδει πάντα ποιεῖν ὅπως ῥᾳδίως ἀπολαύσηται τῆς αὐτοῦ γυναικὸς ὁ μοιχὸς, τίνος οὐκ ἐλεεινότερος ἦν; Λαβόντων δὲ καὶ τούτων πέρας τῶν κακῶν, ἕτερα πάλιν ἐτίκτετο δεινὰ, καὶ τὸν λιμὸν ἐκεῖνον διεδέχετο πόλεμος.

Τὴν γὰρ τῶν ποιμένων μάχην καὶ τὴν πρὸς τὸν ἀδελφιδοῦν διανομὴν ἀφίημι νῦν, καίτοι γε ἐπ᾽ ἄλλων ταῦτα ἐξεταζόμενα ἱκανὰ πολλὴν ἀθυμίαν ἐμβαλεῖν. Ὅταν γὰρ ὁ διασωθεὶς ὑπ᾽ αὐτοῦ καὶ τοσούτων γενόμενος κύριος ἀγαθῶν, καὶ ὃν ἐχρῆν ἐκστῆναι πάντων αὐτῷ, καὶ τοῖς ποιμέσιν ἐπιτιμῆσαι τοῖς αὐτοῦ, οὗτος προτεινομένης αἱρέσεως ἐπιτρέχει τοῖς εὐφορωτέροις τῶν χωρίων, καὶ τὰ ἐρημότερα ἐκείνῳ καταλιμπάνει μέρη. τίς ἂν ἐνέγκοι ῥᾳδίως, οὐ τὴν ζημίαν λέγω, ἀλλὰ τὸ τιμήσας ἀτιμασθῆναι καὶ τὸ ἔλαττον ἐνεγκεῖν, ὃ πάσης ζημίας χαλεπώτερον εἶναι δοκεῖ; Ἀλλ᾽ ὅμως ἅπαντα ταῦτα παρίημι νῦν· περὶ γὰρ τοῦ πατριάρχου, οὐ περί τινος τῶν πολλῶν ὁ λόγος ἐστὶν ἡμῖν.

ηʹ. Διαδέχεται δὴ τὸν λιμὸν ἐκεῖνον ὁ πόλεμος τῶν Περσῶν, καὶ ἀναγκάζεται ἐπιστρατεύειν αὐτοῖς, οὐ παρὰ τὴν ἀρχὴν αὐτὴν ἀκεραίων ἑκατέρων ἔτι μενόντων τῶν μερῶν, ἀλλὰ προτροπωθέντων ἁπάντων, καὶ τῆς νίκης παρὰ τοῖς πολεμίοις οὔσης, καὶ οὐδενὸς αὐτοὺς ἔτι ἐνεγκεῖν δυναμένου, τῶν μὲν ἄρδην κατακοπέντων, τῶν δὲ κρυπτομένων, τῶν δὲ δουλευόντων παρ᾽ αὐτοῖς. Ἀλλ᾽ ὅμως οὐδὲν αὐτὸν τούτων οἴκοι μένειν ἔπεισεν, ἀλλ᾽ ὑπὸ τῆς σφοδρᾶς ἀθυμίας τῶν γενομένων πληγεὶς ἀπῄει κοινωνήσων ἐκείνοις τῶν κακῶν, καὶ εἰς προῦπτον ῥίψων θάνατον ἑαυτόν. Τὸ γὰρ μετὰ τριακοσίων οἰκετῶν καὶ μικρῷ πλειόνων πρὸς τοσαύτην παρατάττεσθαι στρατιὰν, οὐδὲν ἕτερον ἢ ταῦτα λογιζομένου ἦν, καὶ πρὸς αἰχμαλωσίαν καὶ πρὸς τιμωρίαν, καὶ πρὸς μυρίους παρεσκευασμένου θανάτους. Ἀπῆλθε μὲν οὖν ὡς καὶ αὐτὸς τῆς βαρβαρικῆς ἀπολαύσων ὠμότητος· τῇ δὲ τοῦ Θεοῦ φιλανθρωπίᾳ διασωθεὶς, καὶ ἐπανελθὼν μετὰ τῆς λείας καὶ τοῦ συγγενοῦς, ἠναγκάζετο πάλιν τὰ οἰκεῖα θρηνεῖν κακὰ, τὴν ἀπαιδίαν λέγω, καὶ τὸ μηδένα ἔχειν τοῦ κλήρου διάδοχον. Μὴ γὰρ ἐπειδὴ τότε ἤκουσας ἀποδυρομένου πρὸς τὸν Θεὸν καὶ λέγοντος, Τί μοι δώσεις; ἐγὼ δὲ ἀπόλλυμαι ἄτεκνος· διὰ τοῦτο καὶ πρόσφατον τὴν λύπην ταύτην εἶναι νόμιζε· ἡ γὰρ μέριμνα αὕτη καὶ ἡ φροντὶς μετὰ τῆς νύμφης εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ δικαίου, μᾶλλον δὲ καὶ πρὸ τῆς νύμφης αὐτῆς.

Ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν μόνον ἀρξώμεθα βουλεύεσθαι καὶ διαλέγεσθαι περὶ γάμου, πάσαις ταῖς τοῦ πράγματος ὑπονύττεσθαι φροντίσιν, ὧν ἁπασῶν τὸ κεφάλαιον ἡ τῶν παίδων ἐστὶ, καὶ ὁ φόβος οὗτος ἀπὸ τῆς ἡμέρας ἐκείνης τὰς ἡμετέρας κατασείει ψυχάς. Εἰ δὲ συμβαίη, γενομένων τῶν γάμων, πρῶτον ἔτος ἢ δεύτερον ἢ καὶ τρίτον παρελθεῖν, ἐπιτείνεται μὲν τὰ τῆς ἀθυμίας, τὰ δὲ τῶν χρηστοτέρων ἐλπίδων ἀτονώτερα γίνεται· ἑτέρου δὲ προστεθέντος πλείονος χρόνου, παντελῶς λοιπὸν ἀφίστανται μὲν ἐκεῖναι, κρατεῖ δὲ τῆς ψυχῆς αὕτη πᾶσιν ἐπισκοτοῦσα τοῖς ἡδίστοις, καὶ μηδενὸς αἴσθησιν συγχωροῦσα λαβεῖν. Ὥστε εἰ καὶ μηδὲν αὐτῷ συνεβεβήκει τῶν τοσούτων ἀνιαρῶν, ἀλλὰ πάντα κατὰ νοῦν ἐγεγόνει, ἱκανὴ ἡ τῆς ἀπαιδίας ἀθυμία πᾶσι παρακολουθοῦσα τοῖς γινομένοις συσκιάσαι πᾶσαν εὐθυμίαν καὶ καταβαλεῖν. Ἡ γὰρ ἐπαγγελία τοῦ Θεοῦ πρὸς ἐσχάτῳ γήρᾳ, ὅτε τὰ τῆς φύσεως ἀπέγνωστο, τότε ἐγένετο· τὸν δὲ ἔμπροσθεν πάντα χρόνον τοσοῦτον ὄντα ἀλγῶν καὶ κοπτόμενος διετέλει, καὶ ὅσῳ τὸν πλοῦτον αὐξόμενον ἑώρα, τοσούτῳ μᾶλλον ἐπένθει, τοῦ διαδεξομένου τοῦτον οὐκ ὄντος. Τί γὰρ οἴει πάσχειν αὐτὸν, ὅτε ἤκουσε· Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσιν καὶ ταπεινώσουσιν ἔτη τετρακόσια;

Ἡ δὲ γυνὴ νῦν μὲν κελεύουσα λαβεῖν τὴν ἑαυτῆς παιδίσκην, νῦν δὲ ἐπειδὴ ἔλαβεν ἐγκαλοῦσα καὶ μεμφομένη, καὶ τὸν Θεὸν καλοῦσα κατ᾽ αὐτοῦ, καὶ ἀναγκάζουσα τὴν τῆς εὐνῆς κεκοινωνηκυῖαν, καὶ παῖδα αὐτῷ μέλλουσαν τίκτειν λοιπὸν ἐκβάλλειν, τίνα οὐκ ἂν εἰς ἀθυμίαν τὴν ἐσχάτην ἐνέβαλε;

Ταῦτα γὰρ εἰ καί τινι μικρὰ εἶναι δοκεῖ νῦν, λογισάμενος ὅτι ὁλόκληροι οἰκίαι τούτων ἕνεκεν ἀνετράπησαν, θαυμαζέτω τὸν δίκαιον Εἰ γὰρ καὶ γενναίως ἔφερε διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀλλ᾽ ὅμως ἄνθρωπος ἦν, καὶ ὑπὸ πάντων τούτων ἐδάκνετο καὶ ὠδυνᾶτο. Ἐπανέρχεται δὲ πάλιν εἰς τὴν οἰκίαν ἡ θεράπαινα τοῦ δεσπότου, καὶ τίκτει τὸν νόθον αὐτῷ, καὶ γίνεται πατὴρ ὁ Ἀβραὰμ μετὰ τὸν μακρὸν χρόνον ἐκεῖνον· καὶ εἶχε μέν τινα τὸ πρᾶγμα ἡδονὴν, μείζονα δὲ τὴν ἀθυμίαν. Ὁ γὰρ νόθος αὐτὸν ὑπεμίμνησκε τοῦ γνησίου, καὶ μείζονα τοῦ πράγματος ἐπιθυμίαν ἐνέβαλε. Τὸ γὰρ, Οὐ κληρονομήσει σε οὗτος, ἀλλ᾽ ὃς ἐξελεύσεται ἐκ σοῦ, περὶ τοῦ Ἰσμαὴλ εἰρῆσθαι ἐνόμισεν· οὐδὲν γὰρ οὐδέπω εἴρητο περὶ τῆς Σάῤῥας.

Ἐπειδὴ δὲ λοιπὸν καὶ τρανοτέραν ἔλαβεν ἐπαγγελίαν περὶ τοῦ Ἰσαὰκ, καὶ χρόνος ὡρίζετο τῷ τόκῳ, πρὶν ἢ πάλιν αὐτὸν ἡσθῆναι ταῖς ἐλπίσι ταύταις, τὰ τῶν Σοδομιτῶν πάθη πολλὴν αὐτοῦ κατέχεεν ἀθυμίας ἀχλύν. Ὅτι γὰρ οὐχ ὡς ἔτυχε τὸ πρᾶγμα τὸν δίκαιον διετάραξεν, ἐκ τῶν ῥημάτων αὐτῶν καὶ τῆς ἱκετηρίας, ἣν ὑπὲρ αὐτῶν ἔθηκε πρὸς τὸν Θεὸν, παντί που δῆλόν ἐστι· ὅτε δὲ καὶ κατενεχθέντα τὸν φρικωδέστατον ἐκεῖνον εἶδεν ὑετὸν, καὶ πάντα κόνιν καὶ τέφραν ἐξαίφνης γεγενημένα, οὐδὲ ἐν ἑαυτῷ λοιπὸν ἦν. Εἰ γὰρ οἰκίας ὁρῶντες πόῤῥωθεν καιομένας ἐξιστάμεθα καὶ καταπίπτομεν ὑπὸ τῆς ἀθυμίας καὶ τοῦ φόβου, τί οὐκ ἂν ἔπαθεν ἐκεῖνος πόλεις ὅλας καὶ χώρας μετὰ τῶν οἰκητόρων οὐκ ἐμπρησμῷ τῷ συνήθει, ἀλλὰ ξένῳ καὶ φοβερῷ κατακαιομένας ὁρῶν; Ἆρ᾽ οὐ δοκεῖ σοι τοῦ δικαίου τὰ πάθη τῶν ἐπαλλήλων ἐν τῇ θαλάσσῃ κυμάτων μιμεῖσθαι τὸ συνεχές;

Καθάπερ γὰρ ἐκεῖ, οὔπω τῶν προτέρων ἀφανισθέντων, κορυφοῦται τὰ δεύτερα, οὕτω καὶ ἐπὶ τῆς τοῦ δικαίου τούτου ζωῆς διόλου συνέβαινε. Καὶ γὰρ ἔτι τῶν ἐν Σοδόμοις ἀκμαζόντων κακῶν, ὁ τῶν Γεράρων βασιλεὺς τὰ αὐτὰ τῷ Φαραὼ τολμῆσαι κατὰ τῆς Σάῤῥας ἐπεχείρησε· καὶ πάλιν ἡ γυνὴ τὴν ἐλεεινὴν ὑπόκρισιν ὑποκρίνεσθαι ἠναγκάζετο, καὶ ἡ ὕβρις εἰς ἔργον ἐξῆλθεν ἂν, εἰ μὴ πάλιν ὁ Θεὸς διεκώλυσεν. Ὁμοῦ δὲ τοῦ παιδὸς καὶ τῆς γυναικὸς καὶ τῆς οἰκίας ἁπάσης εὐφραινομένης ἐπὶ τῷ τοῦ παιδὸς τόκῳ, μόνος ὁ δίκαιος ἐν ἡδονῇ τοσαύτῃ λυπεῖσθαι ἠναγκάζετο καὶ ἀθυμεῖν, τὴν παλλακὴν μετὰ τοῦ παιδὸς ἐκβάλλειν ἀναγκαζόμενος. Εἰ γὰρ καὶ νόθος ἦν ὁ Ἰσμαὴλ καὶ ἐκ παιδίσκης, ἀλλ᾽ ὅμως ἡ τῆς φύσεως τυραννὶς οὐδὲν ἀπὸ τῆς ἀναξίας ἥττων ἐγίνετο, οὐδὲ ἀσθενεστέραν ἐποίει τὴν τῶν πατρικῶν σπλάγχνων ἀνάγκην ἡ δυσγένεια τῆς μητρός· καὶ τοῦτο ἀπ᾽ αὐτῆς τῆς Βίβλου ἔστι μαθεῖν. Ὁ γὰρ στεῤῥὸς καὶ ἀνδρεῖος, ὁ τὸν μονογενῆ ταῖς οἰκείαις καταδεξάμενος σφάξαι χερσὶν, οὗτος ἤλγει, ὅτε αὐτῷ ταῦτα ἐπέταττεν ἡ γυνὴ, καὶ οὐδ᾽ ἂν εἶξεν οὐδ᾽ ἂν ἐπείσθη τῇ Σάῤῥᾳ, καίτοι πλείονα τότε παῤῥησίαν ἐχούσῃ, καὶ λεγούσῃ πρὸς αὐτὸν, εἰ μὴ σφόδρα αὐτὸν ὁ τοῦ Θεοῦ φόβος κατέκαμψεν.

Ὥστε ὅταν ἀκούσῃς, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐξέπεμπε, μὴ τὴν ὀδύνην λελύσθαι νόμιζε (τοῦτο γὰρ ἀδύνατον ἦν), ἀλλὰ τὴν σφοδρὰν ὑπακοὴν θαύμασον, ὅτι καὶ ὑπὸ τῆς συμπαθείας καμπτόμενος οὐκ ἀντέλεγε τῷ Θεῷ, ἀλλ᾽ ἐξέπεμπε μὲν τὸ παιδίον μετὰ τῆς μητρὸς, οὐδὲ ὅποι πορεύσεται εἰδὼς, ἐκαρτέρει δὲ καὶ ἠνείχετο ὀδυνώμενος· οὐδὲ γὰρ τῆς φύσεως κρείττων ἦν.

θʹ. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ γνησίου παιδὸς ἔπαθε. Μὴ γάρ τις λεγέτω ὅτι οὐκ ἤλγει, οὐδὲ τὰ τῶν πατέρων ὑπέμεινε, μηδὲ πέρα τοῦ μέτρου δεῖξαι βουλόμενος φιλοσοφοῦντα, τὸ κεφάλαιον ἀποστερείτω τῶν ἐγκωμίων αὐτόν. Εἰ γὰρ τοὺς ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας, καὶ πολὺν χρόνον ταύτης ἀπολαύσαντας τῆς ζωῆς, καὶ ἀγνῶτας ὄντας, καὶ οὐδὲ ὀφθέντας ἡμῖν ποτε, τούτους ἐξαίφνης ὁρῶντες ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομένους συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν· ὁ τὸν υἱὸν αὑτοῦ τὸν γνήσιον τὸν μονογενῆ, τὸν παρ᾽ ἐλπίδας τεχθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ γήρᾳ (καὶ γὰρ καὶ ταῦτα μείζονα αἴρει τὴν φλόγα), τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι καὶ κατακαῦσαι κελευόμενος, οὐδὲν ἀνθρώπινον ἔπαθε; καὶ τί τῶν ταῦτα λεγόντων καταγελαστότερον; Εἰ γὰρ λίθος ἦν, εἰ γὰρ σίδηρος, εἰ γὰρ αὐτοαδάμας, οὐκ ἂν ἐκάμφθη καὶ κατεκλάσθη πρὸς τὴν ὥραν τοῦ παιδὸς (καὶ γὰρ ἦν αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος ἄγων), πρὸς τὴν σύνεσιν τῶν ῥημάτων, πρὸς τὴν εὐλάβειαν τῆς ψυχῆς; Ἠρώτησεν οὖν τὸν πατέρα λέγων· Ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ, ποῦ ἔστι τὸ πρόβατον; ἤκουσεν ὅτι, Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, ὦ τέκνον· καὶ οὐδὲν περιειργάσατο πλέον.

Ἑώρα τὸν πατέρα δεσμεύοντα αὐτὸν, καὶ οὐκ ἀντέτεινεν· ἐπετέθη τοῖς ξύλοις, καὶ οὐκ ἀπεπήδησεν· εἶδε τὴν μάχαιραν κατ᾽ αὐτοῦ φερομένην, καὶ οὐκ ἐταράχθη. Τί ταύτης εὐλαβέστερον γένοιτ᾽ ἂν τῆς ψυχῆς; Ἔτι οὖν τολμήσει τις εἰπεῖν ὡς οὐδὲν ὑπὸ τούτων ἁπάντων ἔπαθεν ὁ Ἀβραάμ;

Εἰ γὰρ ἐχθρὸν καὶ πολέμιον καταθύειν ἔμελλεν, εἰ γὰρ θηρίον ἦν, ἆρα ἂν ἀναλγητὶ ταῦτα ἐποίησεν; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· μὴ τοσαύτην ὠμότητα καταγνῷς τοῦ δικαίου· καὶ γὰρ ἤλγει καὶ διεκόπτετο. Ὁ Θεὸς, φησὶν, ὄψεται πρόβατον ἑαυτῷ εἰς ὁλοκάρπωσιν, τέκνον.

Πόσης οἴει ταῦτα συμπαθείας εἶναι τὰ ῥήματα; Ἀλλ᾽ ὅμως κατεῖχε κάτω τὴν ὀδύνην καὶ ἐπίεζε, καὶ μετὰ τοσαύτης ἅπαντα τῆς προθυμίας ἔπραττε, μεθ᾽ ὅσης οἱ μηδενὶ τούτων κατεχόμενοι τῶν κωλυμάτων. Καταθύσας τοίνυν αὐτὸν (καὶ γὰρ κατέθυσε τῇ προθυμίᾳ), παραδίδωσιν ὑγιῆ καὶ σῶον τῇ μητρί· λαβοῦσα δὲ ἐκείνη, πρὶν ἐμπλησθῆναι καλῶς τοῦ παιδὸς, καταλύει τὸν βίον.

Κἀκεῖνο δὲ οὐ μικρῶς ἐλύπει τὸν Ἀβραάμ. Εἰ γὰρ καὶ πολὺν αὐτῷ συνεγεγόνει χρόνον, οὐδὲν ἦν ἱκανὸν πεῖσαι ῥᾷον ἐνεγκεῖν τὴν συμφοράν· αὐτὸ μὲν οὖν τοῦτο πλείονα αὐτῷ παρεῖχε τὴν ἀθυμίαν· τοὺς γὰρ ἐπὶ πολὺ συνοικήσαντας, καὶ πολλὴν τῆς ἑαυτῶν καὶ φιλίας καὶ ἀρετῆς δεδωκότας πεῖραν ἡμῖν, τούτους μάλιστα πάντων ζητοῦμεν. Καὶ ὅτι ταῦθ᾽ οὕτως ἔχει, αὐτὸς ἐδήλωσεν ὁ πατριάρχης πενθήσας καὶ θρηνήσας αὐτήν.

Τί δ᾽ ἄν τις λέγοι τὰς ὑπὲρ τοῦ παιδὸς φροντίδας, τὰς ὑπὲρ τῆς τούτου γυναικὸς, τὰς ὑπὲρ τῶν ἀδελφῶν τῶν τούτου, τὰ ἄλλα ἅπαντα, ἅπερ εἰ κατ᾽ ἀκρίβειάν τις ἐξετάζειν ἐθέλοι, πολὺ τοῦ νῦν δειχθέντος ὀδυνηρότερον ὄψεται τοῦ δικαίου τὸν βίον καὶ πλειόνων γέμοντα φροντίδων;

Τὰ γὰρ κεφαλαιωδέστερα μόνον εἰποῦσα ἡ Γραφὴ, τὰ ἄλλα πάντα παρῆκεν ἐξετάζειν ἡμῖν, ὅσα καθ᾽ ἑκάστην ἡμέραν γίνεσθαι εἰκὸς ἐν οἰκίᾳ, ἔνθα οἰκετῶν πλῆθος καὶ ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ πραγμάτων ἐπιμέλεια πολλῶν. Ναὶ, φησίν· ἀλλ᾽ ἐκείνῳ μεγίστην καθ᾽ ἕκαστον τούτων παραμυθίαν ἔφερε τῶν λυπηρῶν τὸ διὰ τὸν Θεὸν πάντα ὑπομένειν ἐκεῖνα. Οὐκοῦν καὶ σὲ τοῦτο παραμυθήσεται νῦν· καὶ γάρ σοι τὸν πειρασμὸν τοῦτον ὁ συγχωρήσας ἐπελθεῖν οὐδεὶς ἕτερός ἐστιν, ἀλλ᾽ ἢ ὁ Θεός. Εἰ γὰρ χοίροις ἐπιπηδῆσαι οὐκ ἂν ἐτόλμησαν οἱ πονηροὶ δαίμονες ἐκεῖνοι, μὴ ἐπιτρέψαντος αὐτοῦ τότε, πολλῷ μᾶλλον τῇ σῇ τιμίᾳ ψυχῇ. Ὥσπερ οὖν ἐκείνῳ τὸ γενναίως ἅπαντα φέρειν καὶ εὐχαρίστως πολὺν ἤνεγκε μισθὸν, οὕτως οἴσει καὶ σοὶ, μόνον ἂν μὴ δυσχεραίνῃς μηδὲ ἀγανακτῇς, ἀλλ᾽ ὑπὲρ ἁπάντων εὐχαριστῇς τῷ φιλανθρώπῳ Θεῷ. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ ἔπαθε μὲν ἅπερ ἔπαθε συγχωρήσαντος τοῦ Θεοῦ, ἔφερε δὲ αὐτῷ τοὺς στεφάνους οὐ τὸ παθεῖν μόνον, ἀλλὰ καὶ τὸ γενναίως πρὸς ἅπαντα στῆναι τὰ δεινά· καὶ θαυμάζομεν αὐτὸν ἅπαντες, οὐκ ἐπειδὴ πάντων αὐτὸν ἀπεστέρησεν ὁ διάβολος, ἀλλ᾽ ἐπειδὴ ἐν πᾶσι τούτοις οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ.

ιʹ. Ἐπειδὴ δὲ ἐμνήσθην τοῦ Ἰὼβ, ἐβουλόμην μὲν καὶ τοὺς θρήνους αὐτοῦ τοὺς μακροὺς, καὶ τῶν παθῶν τὴν σφοδρότητα ἐκθεῖναι τῷ λόγῳ· ὑπὲρ δὲ τοῦ μὴ πολὺ ποιῆσαι τὸ μῆκος ἐπάνειμι πρὸς τὸν Ἰσαάκ. Σὺ δὲ εἰ βούλει μετὰ ἀκριβείας τὰ ἐκείνου μαθεῖν, τὸ βιβλίον αὐτοῦ μετὰ χεῖρας λαβὼν διάκυψον πρὸς τὴν ἄβυσσον τῶν συμφορῶν, καὶ πολλὴν ἐν ἐκείνοις παραμυθίαν εὑρήσεις τῶν σῶν. Εἰ γὰρ καὶ πολλῷ βελτίων ἡμῶν ὁ δίκαιος, ἀλλὰ καὶ πρὸς πολλῷ μείζονα τὴν ἐνέργειαν παρετάξατο· καὶ γὰρ σφοδρότερον ἔπνευσε κατ᾽ ἐκείνου ὁ Πονηρὸς τότε. Τὰ δὲ κατορθώματα οὐ τῷ μέτρῳ τῶν πειρασμῶν, ἀλλὰ τῇ τῶν πραττομένων δυνάμει κρίνεται.

Ὥστε κἂν ἐλάττων οὗτος ὁ νῦν ἀγὼν, οὐδέν σε τοῦτο εἰς τοὺς στεφάνους παραβλάψαι δυνήσεται. Ὁ γὰρ τὰ δύο τάλαντα προσενεγκὼν οὐκ ἔλαττον ἤνεγκε τοῦ τὰ πέντε ἐπιδείξαντος. Διὰ τί; Ὅτι εἰ καὶ ἡ πρόσοδος οὐχ ἡ αὐτὴ, ἀλλ᾽ ἡ προθυμία ἡ αὐτὴ, ὅθεν καὶ τῆς αὐτῆς ἑκάτερος ἔτυχε τιμῆς ἀκούσας, Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Τί οὖν ὁ Ἰσαάκ, Ἀποδημίαν μὲν οὐκ ἐστείλατο μακρὰν, καθάπερ ὁ πατὴρ, οὐδὲ τὴν οἰκείαν ἀφεῖναι ἠναγκάσθη γῆν, καθάπερ ἐκεῖνος, τὸ δὲ κεφάλαιον τῶν κακῶν καὶ αὐτὸς ὑπέμεινε, τῆς ἀπαιδίας τὸν φόβον. Ὡς δὲ ἔλυσε τὸ δεινὸν εὐξάμενος, ἕτερος αὐτὸν διεδέξατο φόβος ἐκείνου μείζων· οὐδὲ γὰρ ἦν ἴσον ὑπὲρ ἀπαιδίας τρέμειν, καὶ ὑπὲρ τῆς ῥίζης αὐτῆς. Οὕτω γὰρ αὐτὴ διεκόπτετο ταῖς ὠδῖσιν ὡς πικροτέραν θανάτου παντὸς ὑπομένειν ζωήν· καὶ τοῦτο αὐτῆς ἄκουσον λεγούσης, Εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἱνατί μοι τὸ ζῇν; Λιμοῦ δὲ πεῖραν ἔλαβε μὲν καὶ αὐτός· εἰ δὲ μὴ κατῆλθεν εἰς Αἴγυπτον, ἀλλ᾽ ὅπερ ὁ πατὴρ μικροῦ δεῖν ἔπαθεν ἐκεῖ, ταῦτα καὶ οὗτος ὑπέμεινε καὶ ἐκινδύνευεν ὑπὲρ τῆς αὐτοῦ γυναικός. Καὶ τὸν πατέρα μὲν ἐτίμων οἱ πρόσοικοι πάντες, τοῦτον δὲ ὡς ἐχθρὸν καὶ πολέμιον ἤλαυνον καὶ τῶν οἰκείων αὐτὸν οὐκ ἠφίεσαν ἀπολαῦσαι πόνων, ἀλλ᾽ ἐκεῖνον ἐν στενοχωρίᾳ καθιστῶντες πολλῇ, αὐτοὶ μετ᾽ ἐξουσίας ἐν τοῖς μόχθοις ἐτρύφων τοῖς ἐκείνου.

Ὡς δέ ποτε καὶ τούτους οὗτος φίλους ἐκτήσατο, καὶ ἐν ἡλικίᾳ τοὺς παῖδας εἶδε γενομένους τοὺς αὐτοῦ, τότε δὴ, τότε, ὅτε πολλὴν προσεδόκησε παραμυθίαν εὑρήσειν, καὶ γηροκόμους ἕξειν καλοὺς, εἰς τὴν ἐσχάτην ἀθυμίαν ἐνέπεσε. Πρῶτον μὲν γὰρ ἀπὸ τῶν ἀλλοφύλων ὁ πρεσβύτερος γυναῖκα λαβὼν παρὰ τὸ τῷ πατρὶ δοκοῦν, τούτῳ γε αὐτῷ σφόδρα αὐτὸν ἠνίασε, καὶ τῷ μάχην καὶ πόλεμον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν.

Μυρίοις γὰρ αἱ γυναῖκες ἐκεῖναι παρέβαλλον αὐτοὺς κακοῖς, ἅπερ ἅπαντα εἰπεῖν παραιτουμένη ἡ Γραφὴ, δι᾽ ἑνὸς ῥήματος τὸ πᾶν ᾐνίξατο εἰποῦσα, ὅτι Ἤριζον τῇ Ῥεβέκκᾳ· καὶ τοῖς οἰκίας ἔχουσι καὶ παῖδας ἤδη γεγαμηκότας κατέλιπεν εἰδέναι τὸ λεχθέν. Ἐκεῖνοι γὰρ μάλιστα πάντων ἴσασιν ἀκριβῶς ὅσον ἐστὶ κακὸν ἐμφιλονείκως διατεθῆναι τὴν τοῦ νυμφίου μητέρα καὶ τὴν νύμφην, καὶ μάλιστα ὅταν οἰκίαν οἰκῶσιν ἀμφότεροι μίαν. Τοῦτο μὲν οὖν διηνεκὲς ἦν τὸ δεινόν. Τὸ δὲ ἐπὶ τούτοις συμβὰν, ἡ τῶν ὀφθαλμῶν πήρωσις, ὅπερ ὅσον ἐστὶ κακὸν οἱ παθόντες ἴσασι μόνον· μετὰ δὲ τοῦτο, ἡ περὶ τὰς εὐλογίας ἀποτυχία τοῦ παιδὸς, ὑφ᾽ ἧς οὕτως ἐπλήγη τὴν ψυχὴν, ὡς αὐτοῦ πικρότερον ἀναβοῆσαι τοῦ τὴν ἀπάτην ὑπομείναντος, καὶ ἀπολογήσασθαι πρὸς αὐτόν· οὐ γὰρ ἑκὼν ἠδικηκέναι ἔλεγεν, ἀλλ᾽ ἀπατηθείς.

Τὰ δὲ ἐντεῦθεν τὴν ἐπὶ τῆς σκηνῆς ἐδείκνυ τραγῳδίαν, καὶ τὸ δρᾶμα τῶν Θηβαίων ἀνετύπου μειρακίων. Καὶ γὰρ καὶ ἐνταῦθα τῆς τοῦ πατρὸς ἡλικίας καὶ πηρώσεως καταφρονήσας ὁ πρεσβύτερος ἐξέβαλε τῆς οἰκίας τὸν νεώτερον ἀδελφόν. Εἰ δὲ μὴ ἀπέκτεινε καθάπερ ἐκεῖνος, ἡ τῆς μητρὸς σοφία τοῦτο διεκώλυσεν· ἠπείλησε μὲν γὰρ καὶ οὗτος τὸν φόνον, καὶ τὴν τελευτὴν ἀνέμενε τοῦ πατρός. Μαθοῦσα δὲ ἡ μήτηρ, καὶ τῷ πατρὶ διαλεχθεῖσα, ἐξήρπασεν αὐτὸν τῶν ἐκείνου χειρῶν, καὶ τὸν μὲν θεραπεύοντα αὐτοὺς καὶ εὐνοϊκῶς διακείμενον φυγαδεύειν ἠναγκάζοντο, τὸν δὲ μοχθηρὸν καὶ ἀβίωτον αὐτοῖς καθιστῶντα τὸν βίον (τοῦτο γὰρ αὐτή φησιν ἡ Ῥεβέκκα) παρ᾽ ἑαυτοῖς κατεῖχον διηνεκῶς. Ἀποδράντος τοίνυν ἐκείνου τοῦ διαπαντὸς ἐπὶ τῆς οἰκίας τραφέντος (ἦν γὰρ ἄπλαστος οἰκῶν οἰκίαν) καὶ τὰ πολλὰ μετὰ τῆς μητρὸς οἰκουροῦντος, πόσα μὲν ἦν εἰκὸς τὴν Ῥεβέκκαν ὀδύρεσθαι καὶ θρηνεῖν μεμνημένην τοῦ παιδὸς διαπαντὸς, καὶ τὸν ἄνδρα ὁρῶσαν οὐδὲν τῶν νεκρῶν ἄμεινον διακείμενον καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν νόσον; πόσῳ δὲ τὸν γέροντα πένθει κατέχεσθαι μετὰ τῶν οἰκείων καὶ τὰς τῆς γυναικὸς ἀναγκαζόμενον θρηνεῖν συμφοράς;

Ὅτε δὲ ἔμελλε τελευτᾷν ἐκείνη, τί ἄρα οὐκ εἶπε, τί δὲ οὐκ ἐφθέγξατο, ἃ καὶ λίθον τῆξαι ἱκανὰ, οὐχ ὁρῶσα τὸν παῖδα παρεστῶτα καὶ δακρύοντα, καὶ καθαιροῦντα ὀφθαλμοὺς, καὶ συλλαμβάνοντα στόμα, καὶ περιστέλλοντα, καὶ τὰ ἄλλα πάντα ἐπιμελούμενον, ἅπερ αὐτοῦ τοῦ θανάτου πικρότερα τοῖς γεγεννηκόσιν εἶναι δοκεῖ; Ὁ δὲ Ἰσαὰκ οὕτως αὐτὴν ἀποπνέουσαν ὁρῶν, ὁποίαν ἐκέκτητο ψυχὴν καὶ τότε καὶ μετὰ τὴν ἐκείνης τελευτήν;