Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Σταγείριον δαιμονῶντα

Ἰωάννης ὁ Χρυσόστομος

Λόγος Τρίτος: Οι δοκιμασίες του Μωυσή, του Ιησού του Ναυή και του Σαμουήλ

Έναρξη του τρίτου λόγου, όπου η επίγεια ζωή παρομοιάζεται με προσωρινό κατάλυμα. Αναφορά στις κακουχίες του Μωυσή, στους πολέμους του Ιησού του Ναυή και στο πένθος του προφήτη Σαμουήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 11

ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΠΕΡΙ ΑΘΥΜΙΑΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ αʹ. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα σβέσαι τῆς ἀθυμίας τὴν φλόγα, καὶ πεῖσαι ῥᾷον διακεῖσθαι τὴν ψυχήν· ὥστε δὲ ἐκ περιουσίας γενέσθαι τὴν παραμυθίαν, καὶ τοῦτον ἔγνωκά σοι προσθεῖναι τὸν λόγον, ἐκεῖνό σε πρῶτον ἐρόμενος· εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασιλείαν ἐκάλει τὴν ἐν τῇ γῇ, εἶτα πρὶν εἰς τὴν πόλιν εἰσελθεῖν, καὶ τὸν στέφανον ἀναδήσασθαι, ἔμελλες ἐν πανδοχείῳ καταλύειν, ἐν ᾧ καὶ βόρβορος καὶ καπνὸς, καὶ ὁδοιπόρων θόρυβος, καὶ λῃστῶν ταραχὴ, καὶ στενοχωρία καὶ θλῖψις πολλὴ, ἆρα ἂν ἀπεστράφης πρὸς ἐκεῖνα τὰ λυπηρὰ, ἀλλ᾽ οὐκ ἂν ἁπάντων αὐτῶν ὡς οὐδὲν ὄντων κατεφρόνησας; Πῶς οὖν οὐκ ἄτοπον τῆς μὲν γῆς μέλλοντα κρατεῖν μηδενὶ τῶν ἐμπιπτόντων συστέλλεσθαι δυσχερῶν ταῖς τῆς βασιλείας ἐλπίσι γαυρούμενον, πρὸς δὲ τοὺς οὐρανοὺς στελλόμενον καταπίπτειν καὶ θορυβεῖσθαι ἐφ᾽ ἑκάστῳ τῶν ἐν τῷ καταγωγίῳ τούτῳ συμβαινόντων ἡμῖν λυπηρῶν;

Καταγωγίου γὰρ καὶ τῆς ἐν πανδοχείῳ μονῆς οὐδὲν αὕτη ἡ τοῦ βίου τούτου κατάστασις διενήνοχεν· καὶ τοῦτο οἱ ἅγιοι δεῖξαι βουλόμενοι ξένους καὶ παρεπιδήμους ἐκάλουν ἑαυτοὺς, διὰ τούτων παιδεύοντες ἡμᾶς τῶν ῥημάτων καὶ τῶν χρηστῶν καὶ τῶν ἀνιαρῶν τῶν ἐν τῷ παρόντι βίῳ καταγελᾷν, καὶ τῆς γῆς ἀπαλλαγέντας ὅλην προσδῆσαι τῷ οὐρανῷ τὴν ψυχήν.

Φέρε οὖν ἐπ᾽ αὐτοὺς τοὺς ἁγίους ἔλθωμεν, ἀπὸ τοῦ Ἰωσὴφ ἐπὶ τὸν Μωσέα μεταθέντες τὸν λόγον. Οὗτος γὰρ ὁ πάντων πραότατος τῶν ἐπὶ τῆς γῆς τίκτεται μὲν τῶν οἰκείων πραττόντων κακῶς, ἀλλοτριωθεὶς δὲ τῶν τεκόντων αὐτὸν, καὶ τοὺς γεννησαμένους ἀγνοήσας πᾶσαν τὴν πρώτην ἡλικίαν ὑπὸ βαρβάρων ἀνδρῶν ἀνατρέφεται· οὗ τί γένοιτ᾽ ἂν χαλεπώτερον Ἑβραίῳ μειρακίῳ καὶ νοῦν ἔχοντι, κἂν μυριάκις εἶναι δοκῇ βασιλέως υἱός; Τότε δὲ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ἀλλ᾽ ὅτι καὶ τὸ ὁμόφυλον ἅπαν ἐν ταῖς ἐσχάταις ἑώρα συμφοραῖς. Ὁ γὰρ μηδὲ ζῇν ἀνασχόμενος, μηδὲ ἐν τῇ βίβλῳ γεγράφθαι τοῦ Θεοῦ τῆς σωτηρίας τῆς ἐκείνων χωρὶς, πῶς ἂν τῶν ἐν τοῖς βασιλείοις ἀπέλαυσε καλῶν ἐν τοσούτῳ κλύδωνι κειμένους ὁρῶν ἅπαντας; Εἰ γὰρ ἡμᾶς τοὺς μετὰ τοσοῦτον χρόνον γεγενημένους καὶ οὐδὲν τοιοῦτο δικαίωμα συμπαθείας πρὸς Ἰουδαίους ἔχοντας τοσοῦτος ἔλεος εἰσέρχεται τῆς παιδοκτονίας ἐκείνης, τί οὐκ ἂν ὁ μακάριος ἐκεῖνος ἔπαθε, πολλῷ μὲν τῷ πόθῳ πρὸς πᾶν τὸ ἔθνος συνδεδεμένος, ὄψεσι δὲ τὰς ἐκείνων παραλαμβάνων συμφορὰς, καὶ τοὺς ταῦτα ἐργαζομένους τὰ κακὰ γονεῖς ἐπιγράφεσθαι ἀναγκαζόμενος; Ἐγὼ γὰρ αὐτὸν καὶ τῶν τεκόντων μᾶλλον τοὺς ἀθλίους παῖδας ἐκείνους οἶμαι τότε πενθεῖν· καὶ τοῦτο δῆλον ἐξ ὧν μετὰ ταῦτα ἔπραξεν.

Ἐπειδὴ γὰρ οὔτε πείθειν εἶχεν, οὔτε ἀναγκάζειν ἠδύνατο τὸν δοκοῦντα εἶναι πατέρα καταλύειν τὸ θηριῶδες καὶ τυραννικὸν ἐπίταγμα, αὐτὸς ὁμόσε λοιπὸν τοῖς ἐκείνων ἐχώρει κακοῖς. Καὶ οὐ τοῦτο θαυμάζω τοσοῦτον νῦν, ἀλλ᾽ ἀπὸ τοῦ φόνου στοχαζόμενος ὅσην ἐν τῷ παρελθόντι χρόνῳ φλόγα ἀθυμίας ἔτρεφε, ταύτην μᾶλλον ἐκπλήττομαι.

Ὁ γὰρ εἰς φόνον ἀποῤῥήξας τὴν ὠδῖνα ἐκείνην, ἐδήλωσε διὰ τῶν ἐσχάτων τὰ πρότερα. Οὐ γὰρ ἂν μετὰ τοσαύτης αὐτοῖς σφοδρότητος ἤμυνεν, εἰ μὴ τῶν πατέρων μᾶλλον τοῖς ἐκείνων ἐτήκετο κακοῖς. Τί οὖν ἐπειδὴ ἤμυνε, καὶ τὴν ψυχὴν ἀνέπαυσε μικρὸν ἀπὸ τῆς ἀθυμίας ἐκείνης; ἆρα ἠδυνήθη τέλεον ἀπολαῦσαι τῆς παραμυθίας ἐκείνης τῆς ἀπὸ τῆς ἐκδικήσεως γεγενημένης; Δευτέρα μὲν οὖν οὐκ ἔφθασεν ἡμέρα, καὶ τῆς προτέρας ἑτέρα χαλεπωτέρα διεδέχετο τὸν μακάριον ἐκεῖνον ὀδύνη, καὶ φόβος τοσοῦτος, ὡς καὶ ἀπελάσαι τῆς Αἰγύπτου πάσης αὐτόν.

Δεινὸν μὲν οὖν καὶ τὸ ὑφ᾽ ὁτουοῦν ἀκούειν κακῶς, ὅταν δὲ καὶ τῶν εὐεργετηθέντων τις ὁ τοῦτο ποιῶν ᾖ, καὶ τὰς εἰς αὐτὸν εὐεργεσίας ὀνειδίζῃ καὶ προφέρῃ, Μὴ ἀνελεῖν με γὰρ σὺ, φησὶ, θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; τότε δὴ, τότε ἡ ὕβρις ἀφόρητος γίνεται, καὶ δύναιτ᾽ ἂν καὶ ἀποπνίξαι τὸν ὑβριζόμενον· τοσοῦτον μετὰ τῆς ἀθυμίας ἐπάγει καὶ τὸν θυμόν. Ἐπὶ δὲ τοῦ Μωσέως καὶ τρίτον ἕτερον τούτοις προσῆν, ὁ τοῦ βασιλέως φόβος, ὃς οὕτως ἐκράτησε τῆς τοῦ δικαίου ψυχῆς, ὡς καὶ τῆς χώρας ἁπάσης αὐτὸν ἐκβαλεῖν. Γίνεται δὴ οὖν φυγὰς ὁ τοῦ βασιλέως υἱός· ὥστε εἴ τις αὐτὸν μακαρίζει διὰ τὴν ἐν τοῖς βασιλείοις ἀνατροφὴν νῦν μνημονευέτω τῆς ἀφθονίας ἐκείνης, καὶ μυρίας αὐτὴν ὄψεται ἀθυμίας καὶ δυσκολίας ὑπόθεσιν τῷ δικαίῳ γεγενημένην. Οὐ γάρ ἐστιν ἴσον ἐν ἰδιωτικῇ τραφέντα οἰκίᾳ, καὶ πολλοὺς μὲν μόχθους, πολλὰς δὲ ἀποδημίας καὶ ταλαιπωρίας ὑπομείναντα πλάνας ἀνέχεσθαι μακρὰς, καὶ τὰ τῆς ἀλλοτρίας ὑπομένειν τε κακὰ, καὶ μηδὲ εἰς βραχεῖαν πεῖραν τούτων ἐλθόντα ποτὲ, ἀλλ᾽ ἐν πολυτελείᾳ διατελέσαντα τὸν ἅπαντα χρόνον τὸ αὐτὸ δὴ τοῦτο παθεῖν· πολλῷ γὰρ οὗτος ἐκείνου χαλεπωτέρας αἰσθήσεται τῆς φυγῆς, εἴ ποτε εἰς ταύτην καταστῆναι συμβαίη τὴν ἀνάγκην αὐτῷ· ὃ δὴ κἀκείνῳ τότε συνέβαινε.

Καὶ γενόμενος φυγὰς, κατάγεται μὲν παρὰ ἀνδρὶ εἰδωλολάτρῃ καὶ ἀλλοφύλῳ· καὶ τοῦτο δὲ εἰς ἀθυμίας λόγον οὐ μικρὸν, ξενίζεσθαι παρὰ τῷ δαιμονίοις ἱερωμένῳ χρόνον οὕτω μακρόν. Ἐγχειρισθεὶς δὲ τὴν τῶν ποιμνίων ἐπιμέλειαν τῶν ἐκείνου, οὕτω τὰ τεσσαράκοντα ἔτη διετέλεσεν.

Εἰ δέ τινι τοῦτο μηδὲν εἶναι δοκεῖ δεινὸν, ἐξετάσωμεν τοὺς μὴ διὰ φόβον καὶ δέος ἀποδημοῦντας καὶ κρυπτομένους, ἀλλὰ τοὺς ἑκοντὶ μικρὸν τῆς οἰκίας διασπωμένους, πῶς ἀλύουσι, πῶς δυσχεραίνουσι, πόσων ἀγαθῶν τὴν ἐπάνοδον τίθενται. Ὅταν δὲ καὶ φόβος προσῇ καὶ βίος ταλαίπωρος, καὶ τὰ φορτικὰ ταῦτα καὶ ἐπαχθῆ τῆς ἡδίστης ἐπανόδου κουφότερα φαίνηται, θέα μοι τὸ ποικίλον τῆς συμφορᾶς. Μὴ γὰρ ἁπλῶς ἀκούσῃς τὸ, ἐποίμαινεν, ἀλλ᾽ ἀναμνήσθητι νῦν τῶν ῥημάτων τοῦ Ἰακὼβ, ὧν πρὸς τὸν κηδεστὴν ἀπωδύρετο λέγων· Ἐγὼ ἀπετίννυον παρ᾽ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός· ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. Ταῦτα γὰρ ἅπαντα καὶ τούτῳ συμβαίνειν εἰκὸς ἦν, ἐπὶ πλείοσιν ἔτεσι καὶ μετὰ μείζονος τῆς σφοδρότητος, ὅσῳ καὶ ἡ χώρα τῆς χώρας ἐρημοτέρα. Εἰ δὲ μὴ ἀπωδύρατο ταῦτα ὁ Μωϋσῆς, οὐδὲ γὰρ ὁ μακάριος ἐκεῖνος εἶπεν ἂν, εἰ μὴ εἰς πολλὴν τοῦ πράγματος κατέστη τὴν ἀνάγκην, καὶ ὑπὸ τῆς ἀγνωμοσύνης τοῦ κηδεστοῦ εἰς ταῦτα ἐλθεῖν ἐβιάσθη τὰ ῥήματα. Ἱκανὴ μὲν οὖν καὶ αὐτὴ καθ᾽ ἑαυτὴν ἡ ἀλλοτρία ταπεινῶσαι τὸν ἄνδρα, τὸν καὶ χρείας ἕνεκεν ἀποδημοῦντα μόνον. Ὡς γὰρ ὄρνεον, φησὶν, ὅταν ἐκπετασθῇ ἐκ τῆς νοσσιᾶς αὐτοῦ, οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἀπὸ τῶν ἰδίων τόπων.

Τότε δὲ πρὸς τούτῳ οὐδὲ ὑπὲρ τῆς ἰδίας σωτηρίας εἶχε θαῤῥεῖν, ἀλλ᾽ ὥσπερ τις οἰκέτης ὠμὸν δεσπότην ἀποδρὰς τρέμει διαπαντὸς, καὶ δέδοικε μὴ ἁλῷ· οὕτω καὶ ὁ μακάριος Μωσῆς φόβῳ συνέζη διηνεκεῖ· καὶ δῆλον ἐξ ὧν καὶ τοῦ Θεοῦ μετὰ τοσοῦτον χρόνον κελεύοντος ἀπελθεῖν, ἀναδύεται καὶ ὀκνεῖ, καὶ ταῦτα ἀκούσας ὅτι. Ὁ ζητῶν τὴν ψυχὴν αὐτοῦ τέθνηκεν.

βʹ. Ἐπειδὴ δέ ποτε ἐπείσθη καὶ ἀπῆλθε, καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας ἠναγκάσθη καταλιπεῖν, πάλιν μέμψεις καὶ ὕβρεις καὶ ἀπειλαὶ παρὰ τοῦ κρατοῦντος τῆς Αἰγύπτου τότε, κατηγορίαι δὲ καὶ ἀραὶ παρὰ τῶν εὐεργετουμένων αὐτῶν. Ὁ μὲν οὖν ἔλεγεν· Ἱνατί, Μωσῆ καὶ Ἀαρὼν, διαστρέφετε τὸν λαὸν ἀπὸ τῶν ἔργων αὐτῶν; Ἀπέλθετε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ· οἱ δὲ Ἰσραηλῖται· Ἴδοι, φασὶν, ὁ Θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐνώπιον Φαραὼ, καὶ ἐνώπιον τῶν θεραπόντων αὐτοῦ, δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτῶν ἀποκτεῖναι ἡμᾶς. Λυπηρὰ μὲν οὖν ταῦτα καὶ ἐπαχθῆ, τὸ δὲ πάντων φορτικώτερον ἐκεῖνο ἦν, ὅτι εἰσελθὼν καὶ μυρία ἐπαγγειλάμενος ἀγαθὰ, ἐλευθερίαν, ἀπαλλαγὴν τῶν ἐπικειμένων κακῶν, ἔδοξεν εἶναι ἀπατεών.

Οὐ γὰρ μόνον αὐτοῖς οὐκ ἐπεκουφίσθη τὸ τῆς ἐπικειμένης δουλείας βάρος, ἀλλὰ καὶ πρὸς τὸ χαλεπώτερον ἐπετείνετο, καὶ ὁ προσδοκηθεὶς ἐλευθερωτὴς ἔσεσθαι τοῦ παντὸς ἔθνους, καὶ τοῦτο ἐπαγγειλάμενος, τῶν στρεβλώσεων καὶ τῶν μαστίγων αἴτιος ἔδοξεν εἶναι, καὶ ἐπίβουλος καὶ λυμεών. Τίς οὐκ ἂν ὑπὸ τῆς ἀθυμίας κατεπόθη ῥᾳδίως, ὑποσχόμενος μὲν λύσιν τῶν τοσούτων κακῶν, μετὰ δὲ τὴν ὑπόσχεσιν προσθήκην ἑτέρων χαλεπωτέρων ἰδών; Ἠθύμει μὲν οὖν ὡς ἀθυμεῖν εἰκὸς τὸν ταῦτα ἀκούοντα καὶ ὁρῶντα, οὐ παρετρέπετο δὲ ὑπὸ τοῦ πάθους, ἀλλ᾽ ἔμενεν ἀκλινὴς, καίτοι ταῖς ἐπαγγελίαις τῶν γινομένων οὐ συμβαινόντων, ἀλλὰ καὶ μαχομένων. Προσελθὼν δὲ τῷ Θεῷ, καὶ διαλεχθεὶς ὑπὲρ τούτων, καὶ ἀποδυράμενος πολλά· εἶπε γὰρ, φησὶ, Κύριε, διὰ τί ἐκάκωσας τὸν λαόν σου, καὶ ἱνατί ἀπέστειλάς με; καὶ ἀφ᾽ οὗ εἰσπεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐῤῥύσω τὸν λαόν σου· ταῦτα δὴ οὖν θρηνήσας, καὶ τὰ αὐτὰ πάλιν ἀκούσας ἅπερ καὶ πρότερον, ἀπαγγέλλει μὲν αὐτὰ τοῖς Ἰσραηλίταις πάλιν, οὐ παραδέχονται δὲ ἐκεῖνοι τῷ κρατεῖσθαι τὰς ψυχὰς ὑπὸ τοῦ καμάτου καὶ τῆς ἀθυμίας. Οὐκ εἰσήκουσαν γὰρ Μωσέως, φησὶν, ἀπὸ τῆς ἀθυμίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. Καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτὸν ἔθλιβεν.

Ὡς δὲ ἐπὶ τῶν σημείων ἐγίνετο, καὶ πολλάκις ὑπὸ τοῦ Φαραὼ διαπαιχθεὶς ἤνεγκε γενναίως καὶ ταύτην τὴν χλευασίαν, ἀπαλλαγεὶς τῆς Αἰγύπτου, καὶ θαῤῥήσας μετὰ τῶν Ἰουδαίων λοιπὸν, πρὶν ἀναπνεῦσαι τέλεον, τῷ προτέρῳ, μᾶλλον δὲ καὶ πολλῷ μείζονι τοῦ προτέρου κατελαμβάνετο φόβῳ. Οὔπω γὰρ ὅλαι τρεῖς ἡμέραι, καὶ τοὺς βαρβάρους ἅπαντας μετὰ τῶν ὅπλων εἶδον πλησίον ἑστῶτας αὐτῶν, καὶ ταυτὸν ἔπασχον, οἷον εἰ δραπέται τινὲς ἐπὶ τῆς ἀλλοτρίας ἄφνω τοῖς τῶν δεσποτῶν ἐμπεσόντες ὀφθαλμοῖς· ἢ εἰ καθάπερ αὐτοὶ δὴ οὗτοι εἴποτε συμβὰν χρηστοῖς ὀνείρασιν ἐντρυφήσαντες, καὶ ταύτην φαντασθέντες τὴν ἀπαλλαγὴν, εἶτα διεγερθέντες εὗρον ἑαυτοὺς ἐν Αἰγύπτῳ πάλιν, καὶ τοῖς ὁμοίοις κακοῖς. Μᾶλλον δὲ οὐκ οἶδα τί ἄν τις αὐτοὺς φαίη νομίζειν ὄναρ, τὰς τρεῖς ἡμέρας τῆς ἀπαλλαγῆς, ἢ τὴν παροῦσαν ὄψιν ἐκείνην τὴν φρικώδη καὶ φοβεράν· τοσαύτη κατεσκεδάσθη τοῖς ἁπάντων ὀφθαλμοῖς ἀθυμίας ἀχλύς. Ὁ δὲ Μωσῆς καὶ μείζονι σκότῳ συνεχόμενος ἦν. Οὐ γὰρ τοὺς Αἰγυπτίους ἐδεδοίκει μόνον, καθάπερ καὶ οἱ λοιποὶ Ἰσραηλῖται, ἀλλὰ καὶ τούτους μετ᾽ ἐκείνων. Ἀμφότεροι γὰρ ὡς ἀπατεῶνι καὶ εἴρωνι προσεῖχον λοιπὸν, οἱ μὲν μετὰ τοῦ καταγελᾷν καὶ ἐπεμβαίνειν, οἱ δὲ μετὰ τοῦ δάκνεσθαι καὶ ἀθυμεῖν. Ἀλλὰ τί χρὴ τούτοις τεκμαίρεσθαι τὴν ἀθυμίαν τοῦ ἀνδρὸς, παρὸν ἐκ τῆς ἄνωθεν ἐνεχθείσης φωνῆς πᾶσαν αὐτοῦ τὴν ὀδύνης καταμαθεῖν;

Σιγῶντι γὰρ καὶ μηδὲ διᾶραι τὰ χείλη τολμῶντι, φησὶν ὁ Θεός· Τί βοᾷς πρὸς μέ; τὸν θόρυβον τῆς ψυχῆς αὐτοῦ δι᾽ ἑνὸς ῥήματος τούτου ἐμφαίνων ἡμῖν.

γʹ. Ἐπειδὴ δὲ καὶ τοῦτο ἐλύθη τὸ δέος, καὶ μείζονα πάλιν ᾔρετο τὰ δεινά. Καὶ γὰρ καὶ τῶν Αἰγυπτίων καὶ τοῦ Φαραὼ χαλεπώτερον αὐτῷ δι᾽ ὅλης ἐκέχρηντο τῆς ὁδοῦ οἱ παρ᾽ αὐτοῦ δημαγωγούμενοι καὶ δι᾽ αὐτοῦ μυρίων ἀπολαύσαντες ἀγαθῶν. Καὶ πρῶτον μὲν ἐπέκειντο σφοδρῶς ἄγχοντες, καὶ κρέα ἀπαιτοῦντες αὐτὸν τὰ ἐν Αἰγύπτῳ, καὶ τοῖς μὲν παροῦσιν ἀχαριστοῦντες, τὰ δὲ πρότερα ἐπιζητοῦντες, ὃ πάντων βαρύτερον ἦν. Τί γὰρ χαλεπώτερον ἂν ἔπαθεν, εἰ μαινομένων καὶ παραπαιόντων ἀνδρῶν ἐπετέτραπτο στρατηγεῖν; Ἀλλ᾽ ὅμως ταῦτα πάντα γενναίως ἔφερεν ὁ μακάριος ἐκεῖνος ἀνήρ· καὶ εἰ μὲν μὴ φιλοστόργως εἶχε πρὸς αὐτοὺς, φορητὸν ἂν ἦν τὸ δεινὸν, καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων μόνον παρεῖχεν ἀλγεῖν· νῦν δὲ τῶν γονέων μᾶλλον περὶ αὐτοὺς διατεθεὶς, ἀπὸ τῆς κηδεμονίας ταύτης καὶ ἑτέραν εἶχεν ἀθυμίας ἀνάγκην, τὴν ὑπὲρ τῆς ἐκείνων διαστροφῆς καὶ μιαρίας. Οὐδὲ γὰρ οὕτως αὐτὸν ἔδακνε τὸ ὑβρίζεσθαι, ὡς τὸ ἐκείνους εἶναι τοὺς ὑβριστάς. Δεινὸν μὲν οὖν καὶ τὸ πρὸ τῆς χορηγίας τῆς παραδόξου τροφῆς ἐκείνης ἀχαριστεῖν· οἱ δὲ καὶ ἐν μέσοις τοῖς θαύμασι τὴν κακίαν ἐπεδείκνυον τὴν αὐτῶν, καὶ τὴν παρανομίαν καὶ τὴν πλεονεξίαν τὴν περὶ τὴν συλλογὴν, καὶ μικρὸν προελθόντες πάλιν ἐγόγγυζον, πάλιν ἐμέμφοντο ταῖς εὐεργεσίαις τοῦ Θεοῦ· καθ᾽ ἕκαστον δὲ τούτων μᾶλλον τῶν ἁμαρτανόντων ὁ μακάριος ἐκεῖνος ἐκόπτετο καὶ ἠθύμει.

Καὶ γὰρ ὅτε τὸν μόσχον εἰργάσαντο, αὐτοὶ μὲν ἔπαιζον καὶ ἐτρύφων· ὁ δὲ πενθῶν καὶ ἀνιώμενος καὶ καταρώμενος ἑαυτῷ τὴν χαλεπὴν ἐκείνην ἀρὰν Μωσῆς ἦν, καὶ οὐδὲν αὐτὸν ὅλως ἔπειθεν ἀποστῆναι τῆς συμπαθείας τῆς πρὸς αὐτούς. Τοὺς οὖν οὕτως ὑπ᾽ αὐτοῦ ποθουμένους ἐπὶ τὸ χεῖρον ἀεὶ προβαίνοντας ὁρῶν, πόσῃ λύπῃ, πόσοις δὲ ἄρα συνανεστρέφετο δάκρυσιν! Εἰ γὰρ ἕνα τις υἱὸν ἔχων οὐκ ἂν δύναιτο ζῇν, εἴ ποτε αἴσθοιτο πρὸς κακίαν αὐτὸν ἀποκλίναντα, καὶ εἰ πάντων αὐτὸς πονηρότερος ὢν τύχοι, τὸν μυριάδας τοσαύτας ἐν τάξει παίδων κεκτημένον, μᾶλλον δὲ καὶ ὑπὲρ παῖδας φιλοῦντα· οὐδεὶς γὰρ ἂν ηὔξατο πατὴρ συναπολέσθαι παιδὶ μηδὲν ἡμαρτηκὼς, καθάπερ ἐκεῖνος· τὸν δὴ οὕτω παῖδας κεκτημένον τοσούτους, μισοπόνηρόν τε ὄντα καὶ φιλάγαθον, τί οἴει πάσχειν πάντας αὐτοὺς ὥσπερ ἔκ τινος συνθήματος εἰς τὸν τῆς κακίας κρημνὸν καταδραμόντας ἰδόντα; Οὐ γὰρ ἂν εἰ μὴ σφόδρα αὐτὸν ἐσκότωσε καὶ ἐκ βάθρων αὐτοῦ τὴν ψυχὴν ἀνέτρεψεν ὁ τῆς ἀθυμίας ἐκείνης ἴλιγγος, τὰς πλάκας ἂν ἔῤῥιψεν ἀπὸ τῶν χειρῶν καὶ συνέτριψεν, ἀλλ᾽ ἰάσατο ταχέως τὴν συμφοράν. Ἀλλὰ τί ποιήσας, εἰπέ;

καὶ γὰρ ὁ τῆς ἰατρείας τρόπος, εἰ καὶ παρεμυθήσατο τὸ γεγονὸς, ἀλλ᾽ ὅμως καὶ αὐτὸς πολλῶν ἔγεμε δακρύων· καὶ οὐδεὶς οὕτω λίθινος ἦν, ὡς μηδὲν παθεῖν ἀδελφοὺς καὶ συγγενεῖς ὑπὸ τῶν οἰκείων σφαττομένους ὁρῶν, καὶ εἰς τρισχιλίων σωμάτων ἀριθμὸν τὴν ἐλεεινὴν ταύτην ἐκτεινομένην σφαγήν. Καὶ γὰρ ἡμεῖς τοὺς παῖδας τοὺς ἑαυτῶν ὅταν ἐπί τινι λαμβάνωμεν δεινῷ, στρεβλοῦμεν μὲν, καὶ μαστιγοῦμεν, οὐκ ἀναλγητὶ δὲ τοῦτο πράττομεν, ἀλλὰ μετὰ θλίψεως οὐκ ἐλάττονος τῶν πασχόντων αὐτῶν.

δʹ. Πολλοῦ δὴ τότε πένθους αὐτὸν καὶ τὸ στρατόπεδον ἔχοντος, ἑτέρα πάλιν ἀγωνία προσετίθετο. Οὐκ ἔτι γὰρ αὐτοῖς στρατηγήσειν, ἀλλ᾽ ἐγκαταλείψειν αὐτὸν, καὶ ἀγγέλῳ παραδώσειν τὴν προστασίαν αὐτῶν ἠπείλησεν ὁ Θεὸς, ὃ πάντων ἀφορητότερον ἦν τῷ Μωσῇ.

Ἄκουσον γοῦν οἷά φησι πρὸς τὸν Θεόν· Εἰ μὴ σὺ αὐτὸς συμπορεύῃ μοι, μὴ ἀναγάγῃς με ἐντεῦθεν. Ὁρᾷς πῶς φόβοι φόβους, καὶ λῦπαι διεδέχοντο λύπας; Καὶ οὐδὲ μέχρι τούτων ἵστατο τὸ δεινόν· ἀλλ᾽ ἐπειδὴ καὶ τοῦτο ἔπεισε τὸν Θεὸν, καὶ ἐπένευσεν ὁ φιλάνθρωπος, καὶ τὴν χάριν ἔδωκε, πάλιν ἑτέραις αὐτὸν περιέβαλλον ὀδύναις, τὸν ἵλεων γενόμενον παροξύνοντες, καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιπείροντες συμφοραῖς. Μετὰ γὰρ τὴν σφαγὴν τὴν πολυδάκρυτον οὕτω προσέκρουσαν πάλιν, ὡς ἐκκαλέσασθαι καθ᾽ ἑαυτῶν τὸν ἐμπρησμὸν ἐκεῖνον, ὃς μικροῦ πάντας ἀνήλωσεν ἂν, εἰ μὴ καὶ οὕτω πολλῇ περὶ αὐτοὺς φιλανθρωπίᾳ ἐχρήσατο. Τῷ δὲ Μωϋσῇ διπλῆν ἐν ἅπασι τὴν ἀθυμίαν εἶναι συνέβαινε, τῷ τε ἐκείνους ἀπόλλυσθαι, καὶ τῷ τοὺς ὑπολειπομένους ἀδιορθώτους μένειν καὶ μηδὲν ἐκ τῆς ἐκείνων κερδαίνειν συμφορᾶς. Οὔπω γὰρ τέλος εἶχεν ἐκεῖνος ὁ θάνατος, καὶ οἱ περιλειφθέντες τῶν κρομμύων ἐμέμνηντο, καὶ τοῖς παροῦσιν ἐδυσχέραινον λέγοντες· Τίς ἡμᾶς ψωμιεῖ κρέας; Ἐμνήσθημεν γὰρ τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ, καὶ τοὺς σικυοὺς καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα. Νῦν δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ἔνθα μηκέτι φέρων τὴν ἀγνωμοσύνην αὐτῶν ὁ Μωϋσῆς, παραιτεῖται τὴν προστασίαν νικηθεὶς ὑπὸ τῆς ἀθυμίας, καὶ θάνατον εὔχεται ἀντὶ τῆς πικρᾶς ἐκείνης ζωῆς.

Ἐπάκουσον δὴ καὶ τῶν ῥημάτων αὐτῶν· Καὶ εἶπε Μωϋσῆς, φησὶ, πρὸς τὸν Θεόν· Ἱνατί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σοῦ, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ᾽ ἐμέ; Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἢ ἐγὼ ἔτεκον αὐτὸν, ὅτι λέγεις μοι, Λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν; Πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ᾽ ἐμοὶ λέγοντες, Δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν; Οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοι ἐστὶ τὸ ῥῆμα τοῦτο· εἰ δὲ οὕτως οὐ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα χάριν ἐναντίον σου. Ταῦτα ἐκεῖνος ἐφθέγξατο ὁ εἰπὼν, Καὶ νῦν, εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. Οὕτως αὐτὸν ἡ ἀθυμία περιέτρεψεν. Ὅπερ πάσχουσι καὶ γονεῖς πολλάκις δυσανασχετοῦντες τοῖς γινομένοις ὑπὸ τῶν παιδίων. Ὅτι γὰρ καὶ μετὰ τὰ ῥήματα ταῦτα οὐκ ἐπαύσατο τῆς συμπαθείας τῆς πρὸς αὐτοὺς, ἐξ ὧν μετὰ ταῦτα ἐποίησε, δῆλον ἡμῖν.

Ἐπειδὴ γὰρ μετὰ τὸ τοὺς κατασκόπους ἀνελεῖν ἐπεχείρουν, καὶ λίθοις αὐτὸν ἔβαλλον, διαφυγὼν τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν ὑπὲρ αὐτῶν εὐχὴν πάλιν ἐτρέπετο, καὶ τὸν Θεὸν παρεκάλει ἵλεων γενέσθαι τοῖς βουλομένοις αὐτὸν ἀνελεῖν· οὕτω καὶ τῆς φυσικῆς φιλοστοργίας σφοδρότερον αὐτῷ τὸ φίλτρον ἐνέκειτο. Τῶν τοίνυν κατασκόπων ἀποθανόντων, καὶ τοῦ πένθους ἀκμάζοντος, οὐδέπω παρελθόντος χρόνου, πάλιν ἑτέρας ἔπλεκον ἀθυμίας ὑποθέσεις αὐτῷ, πρῶτον μὲν οὐκ ἀνασχόμενοι κωλύοντος πολεμεῖν, δεύτερον δὲ κατακοπέντες ὑπὸ τῶν Ἀμαληκιτῶν· ἦσαν δὲ καὶ πρὸ τοῦ πολέμου τούτου τῇ χολέρᾳ καὶ τῇ γαστριμαργίᾳ δαπανηθέντες ἱκανῶς. Καὶ γὰρ ἀπέκτεινε, φησὶν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Θεασάμενος δὲ καὶ τὸν θάνατον ἐκεῖνον τὸν πολὺν, οὔπω τῆς ἀθυμίας τῆς ἐπὶ τούτῳ πεπαυμένης, ἑτέρῳ πάλιν ἐβάλλετο πένθει, καὶ εἰς τοιαύτην ἀνάγκην καθίστατο, ὡς τοὺς ἀγαπητοὺς καὶ φιλτάτους τούτους εὔξασθαι ξένῳ τινὶ καὶ παραδόξῳ θανάτῳ καταλῦσαι τὸν βίον· οὕτως οἱ μὲν πυρὸς ἁφθέντος ἐξαίφνης ἐκαύθησαν, οἱ δὲ γενομένου χάσματος κατεπόθησαν· καὶ οὔτε εὐαρίθμητοί τινες, ἀλλὰ πεντεκαίδεκα χιλιάδων ἀνδρῶν πλείους οἱ ταῦτα παθόντες ἦσαν. Τούτου δὲ γενομένου, πῶς τοὺς ἐκείνων συγγενεῖς, πῶς τοὺς φίλους πρὸς τὸν Μωσέα διακεῖσθαι εἰκὸς ἦν;

πῶς δὲ αὐτὸν τὸν Μωσῆν, ὁρῶντα καὶ παῖδας ὀρφανοὺς καὶ γυναῖκας χήρας ἀπὸ ταύτης γενομένας τῆς συμφορᾶς, καὶ τὴν ἀδελφὴν καὶ τὸν ἀδελφὸν τελευτήσαντας, καὶ τοὺς υἱοὺς τοὺς ἐκείνου καυθέντας ὑπὲρ παρανομίας τινός· Τούτων δὲ ἕκαστον ἱκανὸν καὶ μηδὲν πεπονθυῖαν θλῖψαι ψυχὴν, μήτι γε τοσούτοις ἤδη κατεργασθεῖσαν κακοῖς. Ὡς δὲ τὸν Χαναναῖον εἷλον, καὶ μακρὰν ἐκύκλουν ὁδὸν, πάλιν ἐγόγγυζον οἱ Ἰουδαῖοι, καὶ πάλιν ἀπώλλυντο, νόσῳ μὲν οὐκ ἔτι καθάπερ καὶ πρώην, οὐδὲ πυρὶ καὶ χάσματι καθάπερ καὶ πρότερον, ἰοβόλων δὲ δήγμασιν ὄφεων, οἳ πάντας ἂν αὐτοὺς ἀπώλεσαν, εἰ μὴ πάλιν ὁ Μωσῆς προσελθὼν ἱκέτευσε τὸν Θεόν. Ἐπειδὴ δὲ καὶ ταύτης ἀπηλλάγησαν τῆς φθορᾶς καὶ τὰς ἀρὰς τοῦ μάντεως ἐξέφυγον, πάλιν ἑαυτοὺς ἔῤῥιψαν κατὰ τῶν χαλεπωτάτων κρημνῶν, καὶ μετὰ τὰς εὐλογίας τοῦ Βαλαὰμ, μᾶλλον δὲ τοῦ Θεοῦ (οὐ γὰρ τῆς ἐκείνου προαιρέσεως ἦν τὰ ῥήματα, ἀλλὰ τῆς κινούσης αὐτὸν δυνάμεως), ἐπόρνευσαν εἰς τὰς τῶν ἀλλοφύλων θυγατέρας, καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Ὁ δὲ Μωσῆς τὴν τοσαύτην ὁρῶν αἰσχύνην καὶ τὸν γέλωτα, πάλιν αὐτοὺς ἀλλήλους κατακόπτειν ἐκέλευσε λέγων· Ἀποκτείνατε ἕκαστος τὸν πλησίον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ· καθάπερ ἐπί τινος τραύματος πολλὰς μὲν λαβόντος τομὰς καὶ καύσεις, οὐδὲν δὲ ἄμεινον ταύτῃ διατεθέντος, κελεύοι τις πάλιν τέμνειν καὶ καίειν τὸ περιλειφθέν.

Σὺ δὲ ταύτας ἀκούων τὰς δυσκολίας, μὴ ταύτας μόνον συμβεβηκέναι νόμιζε, καίτοι καὶ τῶν κειμένων οὐκ ὀλίγας παρέλιπον, τοὺς πολέμους, τὰς τῶν ἐχθρῶν ἐναντιώσεις, τὰς μακρὰς ὁδοιπορίας, τῆς ἀδελφῆς τὴν ὕβριν, τὴν τιμωρίαν, ἐφ᾽ ᾗ μᾶλλον ἐκεῖνος ὁ πραότατος ἤλγησε Μωσῆς. Ἀλλ᾽ ὅμως κἂν ἅπαντά τις συναγάγῃ μετὰ ἀκριβείας, οὐδὲ μυριοστὸν μέρος τὰ γεγραμμένα τῶν γεγενημένων ἐστίν. Εἰ γὰρ οἰκετῶν τις ὀλίγων ἐν οἰκίᾳ προεστὼς, καὶ παροξυσμῶν καὶ λύπης μυρίας ἔχει προφάσεις· ὁ μυριάδων τοσούτων ἐν τεσσαράκοντα ἔτεσιν ἐπιτροπεῦσαι καταναγκασθεὶς, καὶ ἐν ἐρήμῳ, ἔνθα μήτε ἀὴρ μήτε ὕδωρ ἦν, πόσα πράγματα καθ᾽ ἑκάστην ἡμέραν ἔχειν ἠναγκάζετο, πόσας φροντίδας, πόσας ἀθυμίας καὶ ζώντων καὶ τελευτησάντων! Καὶ γὰρ καὶ τελευτήσαντας ἅπαντας εἶδεν οὓς ἐξήγαγε, πλὴν ἀνδρῶν δύο μόνων, καὶ τοὺς ἀπ᾽ ἐκείνων γεγενημένους οὐκ ἠξιώθη εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγαγεῖν· ἀλλ᾽ εἶδε μὲν αὐτὴν ἀπὸ τῆς κορυφῆς τοῦ ὄρους Ναβαῦ, καὶ τὴν φύσιν αὐτῆς ἐδιδάχθη καλῶς, ἀπολαῦσαι δὲ αὐτῆς οὐ συνεχωρήθη μετὰ τῶν λοιπῶν Ἰσραηλιτῶν, ἀλλ᾽ ἔμενεν ἔξω, καὶ ἀπέθνησκεν· ἐφ᾽ ᾧ καὶ αὐτὸς ἀπωδύρατο πρὸς τοὺς Ἰσραηλίτας λέγων· Καὶ Κύριος ὁ Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ᾽ ὑμῶν, καὶ ὤμοσεν ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον, καὶ ἵνα μὴ εἰσέλθω εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς δίδωσί σοι ἐν κλήρῳ.

Ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ, καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην τοῦτον· ὑμεῖς δὲ διαβήσεσθε, καὶ κληρονομήσετε τὴν γῆν τὴν ἀγαθὴν ταύτην. Καὶ τὸ δὴ πάντων δεινότερον, ὅτι μετὰ λύπης αὐτὸν εἰς ᾅδου κατήγαγε· τὰ γὰρ μέλλοντα τοὺς Ἰουδαίους διαδέξασθαι προέμαθε κακὰ, τὴν εἰδωλολατρείαν, τὴν αἰχμαλωσίαν, τὰς ἀφάτους συμφορὰς, ὡς μηκέτι μόνον αὐτὸν οἷς ἑώρα καὶ τοῖς γεγενημένοις, ἀλλὰ καὶ τοῖς μηδέπω συμβεβηκόσι κατατρύχεσθαι τὴν ψυχήν. Ἀπὸ γὰρ πρώτης ἡλικίας ἀρξάμενος ὀδυνᾶσθαι καὶ ἀδημονεῖν μετὰ τῆς αὐτῆς ἀθυμίας τὸν βίον κατέλυσεν.

εʹ. Ὁ δὲ διαδεξάμενος αὐτὸν Ἰησοῦς συναπέλαυσε μὲν αὐτῷ πάντων, ὡς εἰπεῖν, τῶν ἀνιαρῶν· εἰ δέ τι διὰ τὸ νέον τῆς ἡλικίας ἐξέφυγε, τοῦτο μετὰ τὴν ἐκείνου τελευτὴν ἀνεπλήρωσεν. Οὐ γὰρ ὅτε ἔζη μόνον ὁ Μωσῆς τὰ ἱμάτια διέῤῥηξε καὶ σποδὸν κατεπάσατο, ἀλλὰ καὶ τελευτήσαντος πάλιν εἰς τὴν αὐτὴν, μᾶλλον δὲ εἰς μείζονα κατέστη ταύτης ἀνάγκην οὐ χρόνον βραχὺν, ἀλλὰ δι᾽ ὅλης ἡμέρας πρηνὴς κείμενος ἐπὶ τῆς γῆς. Ἄκουσον δὴ καὶ τῶν ῥημάτων αὐτοῦ καὶ τῶν ὀδυρμῶν· Καὶ διέῤῥηξε, φησὶν, Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐναντίον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραὴλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ εἶπεν Ἰησοῦς· Δέομαι, Κύριε, ἱνατί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην παραδοῦναι αὐτὸν τῷ Ἀμοῤῥαίῳ ἀπολέσαι ἡμᾶς; Εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ἰορδάνην. Καὶ τί ἐρῶ ἐπεὶ μετέβαλεν Ἰσραὴλ τὸν αὐχένα αὐτοῦ ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; Καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς, καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς Ταῦτα ἀκούσας ὁ Θεὸς ἐνέφηνεν αὐτῷ τῆς ἥττης τὸ αἴτιον· καὶ μαθὼν πάντας ἄρδην ἀπώλεσεν, οὐ τὸν ἡμαρτηκότα μόνον, ἀλλὰ καὶ συγγενεῖς καὶ οἰκείους, καὶ τῶν θρεμμάτων τὸ πλῆθος, ὅπερ οὐχ ὡς ἔτυχεν αὐτῷ τὴν ψυχὴν διετάραξεν.

Εἰ γὰρ ἡμεῖς ἀλλοτρίους ὁρῶντες κολαζομένους οὐδὲ ἰδεῖν ἀνεχόμεθα, τί οὐκ ἂν ἔπαθεν ἐκεῖνος τοὺς ὁμοφύλους καὶ συστρατιώτας τοιούτοις περιβάλλων κακοῖς; τί δὲ ἡ τῶν Γαβαωνιτῶν ἀπάτη καὶ ἡ γενομένη κατὰ τῶν πέραν τοῦ Ἰορδάνου κατοικησάντων φυλῶν ὑποψία; τί δὲ τὸ πολέμοις καὶ μάχαις συναναστρέφεσθαι διαπαντός; καὶ ποίαν ἂν ἀφῆκεν ἐν καταστάσει ψυχὴν γενέσθαι; Εἰ γὰρ καὶ νικῶν διετέλει, ἀλλ᾽ ὅμως τὴν ἀπὸ τῶν τροπαίων ἡδονὴν ἡ τῶν περιλειπομένων φροντὶς συνετάραττε, καὶ ἡ τῶν κλήρων δὲ διανομὴ πολὺν μὲν πόνον, πολλὰς δὲ παρεῖχεν αὐτῷ τὰς δυσκολίας. Καὶ ἴσασιν ὅσοι καὶ τὴν τυχοῦσαν οὐσίαν διανεῖμαι ἐτάχθησαν ἀδελφοῖς ἢ τοῖς ἑτέρωθεν γινομένοις κληρονόμοις τινός. Τὰς γὰρ ἑξῆς τοῦ λαοῦ συμφορὰς οὐδὲ οἶμαι δεῖν λέγειν· οὐ γὰρ εἴ τις ὀδυνηρὸν βίον διήγαγε, πρόκειται νῦν εἰπεῖν, ἀλλ᾽ εἴ τις τῶν σφόδρα εὐηρεστηκότων τῷ Θεῷ.

ϛʹ. Διόπερ, εἰ δοκεῖ, τὸν Ἠλὶ παρέλθωμεν· καὶ γὰρ οὗτος τῶν προσκεκρουκότων ἐστὶ διὰ τὴν τῶν παίδων κακίαν, μᾶλλον δὲ διὰ τὴν αὐτοῦ ῥᾳθυμίαν. Οὐ γὰρ ὅτι πονηροὺς εἶχε παῖδας ἐκολάζετο, ἀλλ᾽ ὅτι πέρα τοῦ δέοντος φειδωλὸς ἦν, καὶ τοῖς τοῦ Θεοῦ νόμοις ἐνυβριζομένοις οὐκ ἤμυνεν· ἅπερ καὶ αὐτὸς συνιδὼν μετὰ τὴν σφοδρὰν ἀπειλὴν ἔλεγε· Κύριος αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. Διὸ δὴ τοῦτον παρελθόντες ἔλθωμεν ἐπὶ τὸν Σαμουὴλ, ὃς ἐτράφη μὲν ἐκ παιδὸς ἐν τῷ ναῷ, ηὐδοκίμει δὲ διαπαντὸς ἐνώπιον τοῦ Θεοῦ· τοσαύτην δὲ ἐκ πρώτης ἡλικίας ἐπεδείξατο τὴν ἀρετὴν, ὡς πρὶν εἰς ἄνδρας ἐλθεῖν τοῖς θαυμαστοῖς ἐγκριθῆναι προφήταις, καὶ ταῦτα τοῦ πράγματος ἐπιλελοιπότος τότε. Οὐ γὰρ ἦν, φησὶν, ὅρασις διαστέλλουσα, καὶ ῥῆμα τίμιον ἦν. Οὗτος δὴ οὖν ὁ Σαμουὴλ, ὁ μετὰ πολλῶν δακρύων τεχθεὶς, πρῶτον μὲν ὁρῶν ἑαυτοῦ τὸν διδάσκαλον ἐκείνῳ τῷ ἐλεεινῷ ἀπενεχθέντα θανάτῳ, οὕτω συνεχύθη καὶ ἐταράχθη, ὡς εἰκὸς εὐγνώμονα μαθητὴν καὶ φιλόστοργον.

Μετὰ δὲ τοῦτο καὶ τὰς Ἰουδαϊκὰς ἠναγκάζετο συνεχῶς θρηνεῖν συμφοράς. Οἱ δὲ παῖδες αὐτοῦ ἄδικοι ὄντες καὶ μοχθηροὶ, καὶ εἰς ἔσχατον πονηρίας ἐλαύνοντες, τούτῳ τε ἐλύπουν αὐτὸν καὶ τῷ μὴ δύνασθαι κληρονομῆσαι τῆς ἐκείνῳ παρασχεθείσης τιμῆς.

Ταύτην διαδέχεται τὴν ἀθυμίαν, μᾶλλον δὲ οὐδὲ διαδέχεται, οὐ γὰρ ἐπαύσατο, ἀλλὰ προστίθεται ταύτῃ ἡ τῆς τῶν Ἰσραηλιτῶν αἰτήσεως παρανομία, ἔνθα οὕτω κατέπεσεν, ὡς καὶ παρακλήσεως δεηθῆναι πολλῆς. Ἄκουσον οὖν τί φησιν αὐτῷ ὁ Θεός· Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ᾽ ἢ ἐμέ. Ἀλλ᾽ ὅμως καὶ μετὰ ταῦτα οὕτως αὐτῶν ἐκήδετο ὡς εἰπεῖν πρὸς αὐτούς· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τοῦ διαλιπεῖν εὐχομένῳ ὑπὲρ ὑμῶν. Τούτους δὴ οὖν ὁρῶν τοὺς οὕτως ἀγαπωμένους ὑπ᾽ αὐτοῦ κακῶς πράττοντας, καὶ πταίοντας ἐν πολέμοις, καὶ παροργίζοντας τὸν Θεὸν, τίνος ἂν ᾔσθετο ἡδονῆς; ποῖον δὲ ἂν καιρὸν ἀθυμίας καὶ δακρύων διήγαγε χωρίς; Ἐπειδὴ δὲ καὶ κατέστησε βασιλέα τὸν Σαοὺλ, ἐπάλληλοι πάλιν αὐτῷ ὀδύναι καὶ συνεχεῖς προσετίθεντο. Καὶ γὰρ ὅτε τὴν θυσίαν ἀνήνεγκε παρὰ τὸ τῷ Θεῷ δοκοῦν, καὶ ὅτε τοὺς Ἀμαληκίτας κρατήσας ἐφείσατο τοῦ βασιλέως αὐτῶν, καὶ τοῦτο παρὰ τὸ κελευσθὲν, οὕτως ἐπλήγη τὴν ψυχὴν, ὡς μηκέτι τὸν ἄνδρα ἰδεῖν, ἀλλ᾽ ἐξ ἐκείνου μέχρι τῆς ἐσχάτης ἡμέρας πενθεῖν καὶ δακρύειν αὐτὸν, ὅτε καὶ ἐπετιμήθη διὰ τὸ τῆς ἀθυμίας σφοδρόν. Ἕως πότε γὰρ, φησὶ, σὺ πενθεῖς ἐπὶ Σαοὺλ, κἀγὼ ἀπῶσμαι αὐτόν; Εἰ δὲ τούτων γεγενημένων ἐπένθει, τίς ἦν ἄρα, ὅτε τοὺς τοσούτους ἔσφαξεν ἱερέας ἐκεῖνος εἰκῆ καὶ μάτην; ὅτε τὸν εὐεργέτην καὶ οὐδὲν ἠδικηκότα, δεύτερον ἦλθεν ἀνελεῖν; ὅτε γυμνὸν αὐτὸν εἶδε προφητεύοντα καὶ καταπίπτοντα;

ὅτε τοῦ Δαυῒδ ἤκουσε μυρία πρὸς αὐτὸν ἀποδυρομένου καὶ ἐντυγχάνοντος;