Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Στελέχιον περὶ κατανύξεως

Ἰωάννης ὁ Χρυσόστομος

Το παράδειγμα κατανύξεως του προφήτη Δαβίδ

Ανάλυση της βαθιάς συντριβής και της μετανοίας του Δαβίδ, ερμηνεία της «ογδόης» ημέρας ως αναφοράς στην Ημέρα της Κρίσεως, και ανάδειξη της ταπεινώσεώς του εν συγκρίσει προς την εξομολόγηση του Τελώνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· εἰ γὰρ καὶ περὶ δογμάτων εἴρηται τὸ λεχθὲν, ἔχοι ἂν καιρὸν καὶ περὶ τρόπων εἰρῆσθαι καὶ δωρεῶν, ὅτι Ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ. γʹ. Ὅπερ οὖν ἔφην, ἐρημίας ἐπιζητῶμεν, μὴ τὰς ἐκ τόπων μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ τῆς προαιρέσεως, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὴν ψυχὴν εἰς αὐτὴν ἄγωμεν τὴν ἀοίκητον. Μετὰ γὰρ τῆς τοιαύτης καταστάσεως καὶ ὁ μακάριος Δαυῒδ πόλιν οἰκῶν, καὶ βασιλείαν οἰκονομῶν, καὶ μυρίαις περιβεβλημένος φροντίσι, τῶν τὰς ἐρημίας κατειληφότων θερμότερον συνείχετο τῷ τοῦ Χριστοῦ πόθῳ. Τὰ γὰρ δάκρυα καὶ τὰς οἰμωγὰς καὶ τοὺς ὀλοφυρμοὺς ἐκείνους, τοὺς ἐν ἡμέρᾳ, τοὺς ἐν νυκτὶ, μόλις ἕνα που καὶ δεύτερον τῶν νῦν ἐσταυρωμένων ἐπιδεικνύμενον ἴδοι τις ἂν, εἴ γέ τις ὅλως ἐστί. Μὴ γὰρ τοὺς θρήνους ἐξετάσωμεν μόνον, ἀλλὰ καὶ τίς ὢν ἐποιεῖτο τούτους ἴδωμεν ἀκριβῶς. Οὐ γάρ ἐστιν ἴσον, ἐν ἀξιώματι τοσούτῳ τυγχάνοντα, καὶ παρὰ πάντων θεραπευόμενον, καὶ μηδένα τὸν ἐπιτιμῶντα ἔχοντα ταπεινοῦσθαι καὶ κάμπτεσθαι καὶ κατεσθίειν ἑαυτὸν, καὶ πάντων τούτων ἀπεστερημένον τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν. Ὁ μὲν γὰρ βασιλεὺς πολλὰ ἔχει τὰ πρὸς διάχυσιν αὐτὸν ἐξάγοντα, καὶ συστεῖλαι κωλύοντα τὴν ψυχήν.

Καὶ γὰρ ὑπὸ τῆς καθημερινῆς τρυφῆς διαλύεται καὶ χαῦνος γίνεται, καὶ ὑπὸ τῆς ἐξουσίας φυσᾶται καὶ πρὸς ἀπόνοιαν αἴρεται· ἐκκαίει δὲ καὶ ὁ τῆς δόξης ἔρως αὐτὸν, καὶ ὁ τῶν σωμάτων οὐχ ἧττον, ὑπὸ μὲν τῆς ἐξουσίας τικτόμενος, τρεφόμενος δὲ ὑπὸ τῆς τρυφῆς. Πρὸς τούτοις αἱ τῶν φροντίδων νιφάδες πάντοθεν αὐτὸν βάλλουσαι τῶν παθῶν ἐκείνων οὐκ ἔλαττον θορυβοῦσιν αὐτοῦ τὴν ψυχήν· ὅθεν οὐδὲ μικρὰν παρείσδυσιν ἡ κατάνυξις εὑρεῖν δυνήσεται, τοσούτοις εἰργομένη τειχίσμασιν· ἀγαπητὸν γὰρ καὶ πάντων τούτων ἀπηλλαγμένην δυνηθῆναι ἐν αὐτῇ τοῦτο φυτεῦσαι τὸ καλόν. Ὁ δὲ ἰδιώτης πάσης ταύτης ἔξω τῆς ταραχῆς ἕστηκεν, ἂν μὴ λίαν ᾗ διεστραμμένος· διὸ καὶ μετ᾽ ἐλάττονος δυσκολίας ἐπὶ τὸ πρᾶγμα δυνήσεται ἐλθεῖν· ἀλλ᾽ οὐχ ὁ ἐν δυναστείᾳ καὶ ἀρχῇ καὶ θεραπείᾳ τοσαύτῃ. Καὶ ὥσπερ χαλεπὸν, μᾶλλον δὲ ἀδύνατον ἀναμίξαι ὕδατι πῦρ, οὕτως, οἶμαι, τρυφὴν καὶ κατάνυξιν εἰς ταυτὸ συναγαγεῖν· ἐναντία γὰρ ταῦτα, καὶ ἀλλήλων ἐστὶν ἀναιρετικά. Ἡ μὲν γὰρ δακρύων ἐστὶ μήτηρ καὶ νήψεως, ἡ δὲ γέλωτος καὶ παραφορᾶς· καὶ ἡ μὲν κούφην καὶ ὑπόπτερον ἐργάζεται τὴν ψυχὴν, ἡ δὲ αὐτὴν παντὸς μολύβδου βαρυτέραν καθίστησι.

Καὶ οὔπω δὴ τὸ πάντων μεῖζον εἶπον, ὅτι ὁ μὲν ἐν χρόνοις ἐπολιτεύετο οὐδὲν μέγα ἀπαιτοῦσιν εἰς πολιτείας ἀκρίβειαν· ἡμεῖς δὲ τότε εἰς τὸν ἀγῶνα καθήκαμεν, ὅτε οὐ μόνον τὰ ἄλλα, ἀλλὰ καὶ αὐτὸ τὸ γελᾷν πολλὴν ἔχει τὴν κόλασιν, ἐπαινεῖται δὲ πανταχοῦ τὸ πενθεῖν καὶ τὸ θλίβεσθαι. Ἀλλ᾽ ὅμως ὁ μακάριος ἐκεῖνος πάντα ταῦτα διακόψας τὰ κωλύματα, οὕτως αὐτῆς ἐπελάβετο σφοδρῶς, ὡς τῶν πολλῶν εἷς ὢν, καὶ μηδὲ ὄναρ ποτὲ βασιλείαν, μηδὲ τὴν ἐν βασιλείοις πολυτέλειαν θεασάμενος, καὶ τοσαύτην ἐν ἁλουργίδι καὶ διαδήματι καὶ θρόνῳ βασιλικῷ τὴν κατάνυξιν ἐπεδείξατο, ὅσην ὁ ἐν σάκκῳ καὶ σποδῷ καὶ ἐν ἐρημίᾳ καθήμενος. Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλὸν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχὺν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ. Τοῦτο κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενον, κἂν σφοδρὰν τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, κἂν πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα θόρυβον, πάντα ἐκεῖνα εὐθέως σφοδρᾷ τινι μάστιγι κατ᾽ ἄκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς. Καὶ καθάπερ πρὸς ἀνέμου βίαν ῥαγδαίου οὐκ ἄν ποτε σταίη κόνις λεπτὴ, οὕτως οὐδὲ τὸ τῶν ἐπιθυμιῶν πλῆθος κατανύξεως ῥύμην ἐμπεσοῦσαν δυνήσεται ἐνεγκεῖν, ἀλλ᾽ ἀφανίζεται καὶ διαχεῖται καὶ κόνεως καὶ καπνοῦ θᾶττον παντός.

Εἰ γὰρ ὁ τῶν σωμάτων ἔρως οὕτω δουλοῦται τὴν ψυχὴν, ὡς πάντων αὐτὴν ἀπαγαγεῖν, καὶ τῇ τῆς ἐρωμένης προσηλῶσαι τυραννίδι μόνῃ, τί οὐκ ἂν ὁ τοῦ Χριστοῦ πόθος ἐργάσαιτο, καὶ τὸ δέος τῆς ἐκείνου ἀλλοτριώσεως; Ἅπερ ἀμφότερα ταῦτα οὕτως ἔστρεφε τοῦ προφήτου τὴν ψυχὴν, ὡς ποτὲ μὲν λέγειν· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· καὶ πάλιν, Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· καὶ, Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ποτὲ δὲ, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

δʹ. Καὶ μή μοι λεγέτω τις, ὅτι τὴν ἁμαρτίαν αὐτοῦ πενθῶν τοῦτον ἔγραψε τὸν ψαλμόν· οὐ γὰρ ἀληθὲς τοῦτο, οὐδὲ ἀφίησιν ὑποπτεῦσαί τι τοιοῦτον τὰ ἐπιγεγραμμένα ἄνωθεν γράμματα. Εἰ μὲν γὰρ μηδεὶς εἶχε τὴν ὑπόθεσιν δεῖξαι προγεγραμμένην, ἐνῆν τῷ βουλομένῳ τοῦτον ἐκείνοις ἁρμόσαι τοῖς πράγμασι τὸν ψαλμόν· εἰ δὲ ὁ ἐπ᾽ ἐκείνοις λεχθεὶς δῆλός ἐστιν, οὗτος δὲ ἑτέραν ἔχει τὴν ὑπόθεσιν, μὴ, παρακαλῶ, μὴ συγχέωμεν τὰ θεῖα, μηδὲ τῶν ὑπὸ Πνεύματος εἰρημένων δογμάτων κυριωτέρους εἶναι τοὺς ἡμετέρους ψηφιζώμεθα λογισμούς.

Τίς οὖν ἐστιν ἡ ἐπιγραφή; Ὑπὲρ τῆς ὀγδόης, φησί. Τίς δέ ἐστιν ἡ ὀγδόη, ἀλλ᾽ ἢ ἡ ἡμέρα τοῦ Κυρίου ἡ μεγάλη καὶ ἐπιφανὴς, ἡ ὡς κλίβανος καιομένη, ἡ καὶ τὰς ἄνω δυνάμεις τρέμειν παρασκευάζουσα (Σεισθήσονται γὰρ, φησὶ, καὶ δυνάμεις τῶν οὐρανῶν), ἡ πῦρ δεικνύουσα προτρέχον τοῦ βασιλέως τότε ἐκείνου; Ὀγδόην δὲ αὐτὴν ἐκάλεσε, τὸ τῆς καταστάσεως ἐνηλλαγμένον ἐμφαίνων, καὶ τῆς μελλούσης ζωῆς τὴν ἀνανέωσιν. Ὁ μὲν γὰρ παρὼν βίος οὐδὲν ἕτερόν ἐστιν, ἀλλ᾽ ἢ ἑβδομὰς μία, ἀρχόμενος μὲν ἀπὸ τῆς πρώτης ἡμέρας, τελευτῶν δὲ εἰς τὴν ἑβδόμην, καὶ πάλιν τοῖς αὐτοῖς ἀνακυκλούμενος διαστήμασι, καὶ εἰς τὴν αὐτὴν ἀνιὼν ἀρχὴν, καὶ καταβαίνων εἰς τὴν τελευτήν. Διόπερ ὀγδόην ἡμέραν οὐκ ἄν τις εἴποι ποτὲ τὴν Κυριακὴν, ἀλλὰ πρώτην· οὐ γὰρ ἐκτείνεται εἰς ὄγδοον ἀριθμὸν ὁ τῆς ἑβδομάδος κύκλος.

Ὅταν δὲ ταῦτα πάντα παύσηται καὶ καταλυθῇ, τότε ὁ τῆς ὀγδοάδος δρόμος εἰς μέσον ἄγεται· οὐ γὰρ ἀνατρέχει πάλιν ἐπὶ τὴν ἀρχὴν, ἀλλὰ τῶν ἑξῆς ἔχεται διαστημάτων. Ὁ τοίνυν προφήτης ὑπὸ πολλῆς κατανύξεως ἐγγεγραμμένην τῆς κρίσεως τὴν μνήμην εἶχε διαπαντὸς, καὶ τὴν ἡμέραν ἐκείνην ἐν τοσαύτῃ θεραπείᾳ καὶ τρυφῇ διηνεκῶς ἔστρεφε παρ᾽ ἑαυτῷ, ἣν ἐν ταῖς θλίψεσι μόλις ἡμεῖς εἰς μνήμην λαμβάνομεν· καὶ τὰ κρίματα αὐτοῦ συνεχῶς ἀναλογιζόμενος τοῦτον ἔγραψε τὸν ψαλμόν.

Καὶ τί φησι; Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με· θυμὸν καὶ ὀργὴν λέγων τὴν ἐπίτασιν τῆς τιμωρίας (οἶδε γὰρ παντὸς πάθους τὸ Θεῖον ἀπηλλαγμένον), καίτοι γε ἑαυτῷ συνειδὼς οὐ κολάσεως οὐδὲ τιμωρίας, ἀλλὰ τιμῆς ἄξια καὶ στεφάνων.

Ἥ τε γὰρ πίστις, δι᾽ ἧς κατήνεγκε τὸν τῶν ἀλλοφύλων πύργον, καὶ τὸ πᾶν τῶν Ἰουδαίων ἔθνος ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ θανάτου πυλῶν, ἥ τε εἰς τὸν ἠδικηκότα εὐεργεσία γενομένη καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, καὶ πρὸ τούτων ἡ τοῦ Θεοῦ περὶ αὐτοῦ ψῆφος ἐξενεχθεῖσα, πᾶσαν ἱκανὴ δεῖξαι τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ τῶν κατορθωμάτων μᾶλλον αὐτῶν. Τὰ μὲν γὰρ ἔργα, κἂν ᾖ μεγάλα καὶ θαυμαστὰ, ὅμως πονηρὰ ὑποπτευθῆναι δύναιτ᾽ ἂν, εἰ καὶ τὰ μάλιστα πάσης ὑποψίας ἀπήλλακτο τοῦ δικαίου τὰ κατορθώματα· ὅταν δὲ ὁ Θεὸς ὁ μαρτυρῶν ᾖ, πάσης ἐκτὸς ὑποψίας ἡ ψῆφός ἐστιν· οὐ γὰρ, εἰ μὴ τὴν ἀκριβεστάτην βάσανον τῆς ἀρετῆς ἐπεδείξατο, τῆς ἐν τοῖς οὐρανοῖς ἀνακηρύξεως ἔτυχεν ἄν.

Τί οὖν ὁ Θεός φησι περὶ αὐτοῦ; Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ἀλλ᾽ ὅμως μετὰ τὴν τοιαύτην κρίσιν καὶ τὰς τοσαύτας ἀνδραγαθίας, τὰ τῶν κατεγνωσμένων ἐφθέγγετο ῥήματα, καὶ οὐδεμίαν ἐχόντων παῤῥησίαν πρὸς τὸν Θεὸν, πληρῶν ἐκεῖνο τὸ εὐαγγελικὸν, τὸ, Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Τί τούτων πλέον ἐφθέγξατο ὁ ὄντως μυρίων γέμων κακῶν ὁ τελώνης ἐκεῖνος, ὁ μηδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ὑπομένων, μηδὲ μακρὸν κατατεῖναι λόγον, μηδὲ πλησίον στῆναι τοῦ Φαρισαίου τολμῶν; Ὁ μὲν γὰρ ὠνείδιζεν αὐτὸν λέγων, ὅτι Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· ὁ δὲ ὡς μηδὲν ἀκούσας δυσχερὲς καὶ κατεδέξατο τὸ λεχθὲν, καὶ οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ τὸν ὑβριστὴν ἐκεῖνον καὶ ἀλαζόνα τοσαύτῃ τετίμηκε τιμῇ, ὡς μηδὲ τῆς πατουμένης ὑπ᾽ ἐκείνου γῆς ἄξιον εἶναι νομίζειν ἑαυτόν· καὶ ῥῆμα μὲν εἶπεν οὐδὲν, πλὴν ὅσον τὰς ἁμαρτίας ὁμολογῆσαι τὰς ἑαυτοῦ· τὰ δὲ στέρνα τύπτων σφοδρῶς, οὕτω παρεκάλει ἵλεων γενέσθαι τὸν Θεόν. Ἀλλὰ τὸ μὲν ἐκεῖνον ταῦτα ποιεῖν οὐδὲν θαυμαστόν· τὸ γὰρ τῶν ἁμαρτημάτων πλῆθος καὶ ἑκόντα αὐτὸν καὶ ἄκοντα κάτω κύπτειν ἠνάγκαζε· τὸ δὲ τὸν δίκαιον καὶ μηδὲν ἑαυτῷ συνειδότα τοιοῦτον μετὰ τῆς αὐτῆς τῷ τελώνῃ προσιέναι καταγνώσεως, τοῦτό ἐστι τὸ παράδοξον, καὶ ψυχῆς ὄντως συντετριμμένης σημεῖον.

Τοῦ γὰρ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, τί διενήνοχε τὸ, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με; Μᾶλλον δὲ τοῦτο ἐκείνου καὶ πολλῷ πλέον ἐστίν. Ὁ μὲν γὰρ τελώνης οὐδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν οὐκ ἐτόλμησεν, ὁ δὲ δίκαιος τούτου μεῖζον ἐποίησεν.

Ἐκεῖνος μὲν γὰρ ἔλεγεν, Ἱλάσθητί μοι, οὗτος δὲ οὐδὲ τοῦτο ἐθάῤῥησεν εἰπεῖν· οὐ γὰρ εἶπε, Μὴ ἐλέγξῃς με, ἀλλὰ, Μὴ τῷ θυμῷ σου, οὐδὲ, Μὴ παιδεύσῃς με, ἀλλὰ, Μὴ τῇ ὀργῇ σου, οὐ τὸ μὴ κολασθῆναι, ἀλλὰ τὸ μὴ σφόδρα τοῦτο παθεῖν αἰτῶν. Ὥστε πάντοθεν αὐτοῦ τὸ ταπεινὸν τῆς ψυχῆς ἔστιν ἰδεῖν, ἀπό τε τοῦ τοσαύτης ἑαυτὸν κολάσεως ἄξιον εἶναι νομίζειν, ἀπό τε τοῦ μὴ τολμᾷν ὑπὲρ παντελοῦς συγχωρήσεως ἀξιοῦν τὸν Θεόν· ὃ τῶν σφόδρα κατεγνωσμένων ἐστὶ, καὶ πεπεικότων ἑαυτοὺς ὅτι πάντων εἰσὶ τῶν ἀνθρώπων ἁμαρτωλότεροι.

Καὶ τὸ δὴ τούτου μεῖζον, ὅτι καὶ αὐτὸ τὸ μὴ σφόδρα κολασθῆναι ἀπὸ τοῦ ἐλέους καὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ λαβεῖν, ὡς ἐξησθενηκὼς, ἀξιοῖ· Ἐλέησον γάρ με, φησὶν, ὅτι ἀσθενής εἰμι. Τί τοῦτο; ὁ τοιαύτης μαρτυρίας ἀπολαύσας, καὶ τὰ κρίματα τοῦ Θεοῦ μὴ ἐπιλανθανόμενος (Τὰ κρίματά σου γὰρ, φησὶν, οὐκ ἐπελαθόμην), ὁ τοῦ ἡλίου φαιδρότερον λάμπων, οὗτος τοιαῦτα φθέγγεται ῥήματα; Ναί· τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτω μεγάλα κατορθῶν οὐδὲν οὐδέποτε μέγα οὔτε εἶπέ τι, οὔτε ἐνόμισε περὶ ἑαυτοῦ, ἀλλὰ πάντων ἔσχατον ἑαυτὸν εἶναι ἐδόκει, καὶ ἀπὸ μόνης ἠξίου τῆς τοῦ Θεοῦ σώζεσθαι φιλανθρωπίας, ὡσανεὶ ἔλεγεν· Ἄξιος μὲν εἰμὶ τιμωρίας ἀπαραιτήτου, καὶ τοῦ κολασθῆναι ἀθάνατα· διὰ δὲ τὸ μηκέτι δύνασθαι φέρειν ἀξιῶ μοι λύσιν γενέσθαι τῶν παρόντων κακῶν· καθάπερ τῶν οἰκετῶν οἱ μυρία ἐργασάμενοι δεινὰ, ὅτι μὲν οὐχ ἥμαρτον οὐκ ἂν ἔχοιεν εἰπεῖν, διὰ δὲ τὸ τὴν ὀδύνην ἀφόρητον εἶναι τὴν ἀπὸ τῶν μαστίγων, ἀξιοῦσιν ἀνεθῆναι λοιπὸν τῶν πληγῶν. Ἐγὼ δὲ αὐτὸν καὶ ἄλλην ἀσθένειαν οἶμαι αἰνίττεσθαι νῦν. Τίνα δὴ ταύτην; τὴν ἀπὸ τῆς ἀθυμίας καὶ τῶν ὀδυρμῶν ἐγγινομένην αὐτῷ. Εἴωθε γὰρ ἡ τῆς λύπης ὑπερβολὴ, ὅταν ἡμῖν ἐπισκήψῃ σφοδρότερον, ἅπασαν περιτρώγειν τῆς ψυχῆς τὴν ἰσχύν.

Ὅπερ οἶμαι καὶ τὸν δίκαιον πεπονθέναι ἐκ τοῦ σφόδρα καταγινώσκειν ἑαυτοῦ, καὶ μηδέποτε χρηστὰς ἑαυτῷ ὑποτείνειν ἐλπίδας, ἀλλὰ τὰς ἐναντίας ἀεί. Τοῦτο γοῦν καὶ ἐκ τῶν ἑξῆς δῆλον ποιεῖ· Ἐλέησον γάρ με, ἐπήγαγεν, ὅτι ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα, πρότερον εἰπών· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Εἰ δὲ ὁ συνειδὸς ἔχων οὕτω καθαρὸν ἀξιοῖ μὴ γενέσθαι τῶν πεπραγμένων ἐξέτασιν ἀκριβῆ, τί ποιήσομεν ἡμεῖς οἱ τοσούτοις ἐναπειλημμένοι κακοῖς, καὶ τοσοῦτον ἀπᾴδοντες τῆς παῤῥησίας ἐκείνου, καὶ μηδὲ τὸ πολλοστὸν τῆς ἐξομολογήσεως ἐκείνης ἐπιδειξάμενοι μέρος; Πόθεν οὖν ὁ μακάριος οὕτως ἐξωμολογεῖτο; Πεπαίδευτο ὅτι οὐδεὶς δικαιωθήσεται ἐνώπιον τοῦ Θεοῦ, καὶ ὅτι καὶ ὁ δίκαιος μόλις σώζεται. Διὰ τοῦτο ποτὲ μὲν παρακαλεῖ λέγων, Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ποτὲ δὲ, Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.