Ἵνα γὰρ μὴ τῆς ὁδοιπορίας τὸ μῆκος ἀποτροπὴ γίγνοιτο τῆς συνουσίας τῆς πρὸς ἀλλήλους, ἐπιτομωτέραν ἡμῖν ὁδὸν τὴν θάλασσαν ἀνῆκε πανταχοῦ τῆς γῆς ὁ Θεὸς, ἵνα ὥσπερ οἶκον ἕνα τὴν οἰκουμένην οἰκοῦντες, οὕτω θαμινὰ παρ᾽ ἀλλήλους βαδίζωμεν, καὶ τῶν παρ᾽ ἑαυτῷ ἕκαστος τῷ πλησίον μεταδιδοὺς εὐκόλως, ἀντιλαμβάνῃ τὰ παρ᾽ ἐκείνου, καὶ μικρὸν τῆς γῆς μέρος κατέχων, ὥσπερ ἁπάσης κύριος ὢν, τῶν πανταχοῦ γινομένων ἀπολαύῃ καλῶν· καθάπερ ἐπὶ τραπέζης πλουσίας ἑκάστῳ τῶν δαιτυμόνων τὸ παρατεθειμένον αὐτῷ δόντι τῷ πόῤῥωθεν κατακειμένῳ, τὸ παρ᾽ ἐκείνῳ κείμενον ἀντιλαβεῖν ἔξεστι τὴν χεῖρα μόνον ἐκτείναντα. Εἰ δέ τις καὶ τὰ ἄλλα πάντα ἐπελθεῖν ἐπιχειρήσειε τῷ λόγῳ, εἰς ἄφατον ἐκπεσεῖται μῆκος, καὶ οὐδὲ μικρὸν ἐπελεύσεται μέρος· πῶς γὰρ ἄνθρωπος ὢν καὶ τὴν ἄπειρον τοῦ Θεοῦ σοφίαν ἀναμετρεῖν ἐπιχειρῶν; Ἐννόησον γὰρ τέως τὰς τῶν φυτῶν διαφορὰς, τῶν καρποφόρων, τῶν ἀκάρπων, τῶν ἐν ἐρήμοις, τῶν κατὰ τὴν οἰκουμένην, τῶν ἐν ὄρεσι, τῶν ἐν πεδίοις· ἴδε τὴν ἐν τοῖς σπέρμασι ποικιλίαν, τὴν ἐν ταῖς βοτάναις, τὴν ἐν τοῖς ἄνθεσι, τὴν ἐν τοῖς ζώοις τοῖς χερσαίοις, τοῖς ἀμφιβίοις, τοῖς νηκτοῖς· ἐννόησον ὅτι τὰ ὁρώμενα ἅπαντα δι᾽ ἡμᾶς, οὐρανὸς, γῆ, θάλασσα, τὰ ἐν τούτοις ἅπαντα.