Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Στελέχιον περὶ κατανύξεως

Ἰωάννης ὁ Χρυσόστομος

Η μνήμη των αμαρτημάτων και επιλογική ικεσία

Προβολή της διαρκούς μνήμης των αμαρτιών ως βασικής προϋποθέσεως για τη βίωση της κατανύξεως, οι συνέπειες της πνευματικής ραθυμίας, η σημασία της καθαρής συνειδήσεως και η τελική προσευχή για ειλικρινή μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Διὰ ταῦτα πανταχοῦ ψυχροὶ καὶ ταλαίπωροι καὶ πρὸς οὐδεμίαν τῶν γενναίων ἐσμὲν παρεσκευασμένοι πράξεων· διὰ τοῦτο οὔτε ἐν κατανύξει γενέσθαι δεδυνήμεθά ποτε, οὔτε μικρόν τι συστεῖλαι τὴν ψυχὴν τὴν ἡμετέραν. Οὔτε γὰρ τὰ ἁμαρτήματα ἡμῶν ἀναλογιζόμεθα μετὰ ἀκριβείας, οὔτε τὰς τοῦ Θεοῦ εὐεργεσίας ἐξετάζομεν, οὔτε πρὸς τοὺς τὰ μέγιστα κατωρθωκότας ὁρῶμεν. Διὰ τοῦτο τῶν ἀγαθῶν ἔργων ἐπιλανθανόμεθα, ὅτι οὔτε μετρίως τὰς εὐπραγίας φέρομεν, οὔτε ὃ συνεχῶς λέγομεν, ἁμαρτωλοὺς ἑαυτοὺς καλοῦντες, μετὰ ἀληθείας φθεγγόμεθα.

Καὶ δῆλον ἐκεῖθεν· ὅταν γὰρ παρ᾽ ἑτέρων ταῦτα ἀκούσωμεν, ἀγριαίνομεν, ἐκθηριούμεθα, ὕβριν τὸ πρᾶγμα εἶναί φαμεν. Οὕτω πάντα ὑπόκρισις τὰ παρ᾽ ἡμῶν, καὶ οὐδὲ τὸν τελώνην μιμούμεθα, ὃς, ἑτέρου τὸ τῶν ἁμαρτημάτων ὀνειδίζοντος αὐτῷ πλῆθος, καταδεξάμενος τὰ ὀνείδη, διὰ τῶν ἔργων τὸ κέρδος ἐκαρπώσατο· κατῆλθε γὰρ δεδικαιωμένος μᾶλλον ὑπὲρ τὸν Φαρισαῖον· ἡμεῖς δὲ οὐδὲ ὅ τί ποτέ ἐστιν ἐξομολόγησις ἴσμεν, καὶ ταῦτα μυρίων γέμοντες κακῶν. Ἔδει δὲ μὴ μόνον πεπεῖσθαι ὅτι μυρία ἡμῖν πεπλημμέληται, ἀλλὰ καὶ πάντα ἡμῶν τὰ ἁμαρτήματα, τά τε μικρὰ, τά τε μεγάλα, ὥσπερ ἐν βίβλῳ τῇ καρδίᾳ γράφοντας ἔχειν, καὶ ὡς νεωστὶ γεγενημένα πενθεῖν. Οὕτω γὰρ ἂν καὶ τὸ φρόνημα τῆς ψυχῆς κατεστείλαμεν, συνεχῶς αὐτῇ τῶν οἰκείων ἀναμιμνήσκοντες κακῶν. Τοσοῦτόν ἐστιν ἀγαθὸν μνημονεύειν ἁμαρτημάτων οἰκείων, ὡς καὶ τὰ ἀφανισθέντα ἐγκλήματα συνεχῶς φέρειν εἰς μέσον τὸν μακάριον Παῦλον.

Ἐπειδὴ γὰρ τὰ πρότερα ἀπενίψατο πάντα διὰ τοῦ βαπτίσματος, καὶ μετὰ ταῦτα ἐβίου καθαρῶς, οὕτως ὡς μηδὲν ἑαυτῷ συνειδέναι, καὶ οὐκ εἶχεν ὑπὲρ ὧν στενάξειεν ἁμαρτημάτων, τῶν πρὸ τοῦ βαπτίσματος ἐξηλειμμένων ἐμέμνητο λέγων, ὅτι Ὁ Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν, Πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· καθ᾽ ὑπερβολὴν γὰρ ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν· καὶ πάλιν, Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος. Εἰ γὰρ καὶ ἀνευθύνους ἡμᾶς ἀφίησιν ἐκεῖνα τὰ ἁμαρτήματα· ἀλλ᾽ ὅμως ἐστὶν ἱκανὰ ψυχὴν ἐντρέψαι, καὶ πεῖσαι σφοδρῶς ἀγαπᾷν τὸν Θεόν.

Καὶ γὰρ ἐρωτηθεὶς ὁ Σίμων ὑπὸ τοῦ Κυρίου, τίς τῶν δύο χρεωφειλετῶν τὸν δεδανεικότα ἀγαπήσει πλέον, καὶ εἰπὼν, ὅτι Νομίζω, ᾧ τὸ πλέον ἐχαρίσατο, ἤκουσεν· Ὀρθῶς ἔκρινας. ζʹ. Ὅταν γὰρ ἐννοήσωμεν τὸ πλῆθος τῶν παρελθόντων ἁμαρτημάτων, τότε εἰσόμεθα τῆς τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολὴν, τότε κάτω νεύσομεν, τότε συσταλησόμεθα.

Ὅσῳ γὰρ μειζόνων ἐσμὲν ὑπεύθυνοι πλημμελημάτων, τοσούτῳ μᾶλλον ἐντραπησόμεθα. Παῦλος μὲν οὖν κἀκείνων ἐμέμνητο· ἡμεῖς δὲ οὐδὲ τὰ μετὰ τὸ βάπτισμα ἀναμνησθῆναι βουλόμεθα, τὰ κίνδυνον ἔχοντα, καὶ τῆς ἐπ᾽ αὐτοῖς ἐξετάσεως ὑπευθύνους ἡμᾶς καθιστῶντα, ἀλλὰ κἂν εἰς ἔννοιαν τοιούτου τινός ποτε ἐμπέσωμεν, εὐθέως ἀπεπηδήσαμεν, οὐδὲ τὸ πρὸς βραχὺ τῇ μνήμῃ λυπῆσαι βουλόμενοι τὴν ψυχήν. Τοιγάρτοι μυρία ἀπὸ ταύτης τῆς ἀνωφελοῦς χάριτος ἡμῖν τίκτεται τὰ κακά.

Οὕτω γὰρ ἀναλγήτως ἔχοντες καὶ μαλακῶς, οὔτε ὑπὲρ τῶν πρότερον ἐξομολογήσασθαι δυνάμεθα, (πῶς γὰρ, ὧν οὐδὲ τὴν μνήμην ἀνέχεσθαι ἐθίζομεν ἑαυτούς;) καὶ πρὸς τὰ μέλλοντα προχείρως καταφερόμεθα. Ἀγαπητὸν γὰρ τῆς μνήμης ἐκείνης ἐνακμαζούσης ἡμῖν ἀεὶ, καὶ τοῦ φόβου κατασείοντος τὴν διάνοιαν, δυνηθῆναι τὸ χαῦνον αὐτῆς καὶ διακεχυμένον ἐξελεῖν· εἰ δὲ καὶ τοῦτον ἀφέλοις τὸν χαλινὸν, τίς αὐτὴν καθέξει λοιπὸν ἀδεῶς κατὰ κρημνῶν φερομένην, καὶ εἰς τὰ τῆς ἀπωλείας ἐμπίπτουσαν βάραθρα; Διὰ ταῦτα ὁ δίκαιος ἐκεῖνος τὴν μέλλουσαν ὑπέγραφε κόλασιν· διὰ ταῦτα ἐθρήνει, διὰ ταῦτα ἔστενε, ταῦτα ἐκ περιουσίας ποιῶν. Τοῖς μὲν μεγάλοις ὑμῖν ἀρκεῖ πρὸς τὸ κατανυγῆναι τὸ τῶν εὐεργεσιῶν ἀναμνησθῆναι τοῦ Θεοῦ, τὸ μὴ μεμνῆσθαι τῶν οἰκείων κατορθωμάτων, τὸ μετὰ πολλῆς ἀκριβείας ἐξετάζειν εἴ πού τι καὶ μικρὸν ὑμῖν τύχοι πλημμεληθὲν, τὸ πρὸς τοὺς μεγάλους ἄνδρας ὁρᾷν καὶ σφόδρα εὐηρεστηκότας Θεῷ, τὸ μετὰ ταῦτα ἅπαντα ἐννοεῖν τὸ τοῦ μέλλοντος ἄδηλον, τὸ πρὸς τὴν κατάπτωσιν καὶ τὴν ἁμαρτίαν ὀξύῤῥοπον, ὅπερ καὶ ὁ Παῦλος ἐδεδοίκει· διὸ καὶ ἔλεγε· Φοβοῦμαι μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· καὶ τὸ, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.

Οὕτω καὶ ὁ Δαυῒδ ταῦτα πάντα ἔστρεφε παρ᾽ ἑαυτῷ· τὰς μὲν γὰρ εὐεργεσίας τοῦ Θεοῦ λογιζόμενος, ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ· ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Τῶν δὲ κατορθωμάτων οὕτως ἐπελέληστο τῶν αὑτοῦ, ὡς μετὰ τὴν μυρίαν φιλοσοφίαν ἐκείνην εἰπεῖν· Τίς εἰμι ἐγὼ, Κύριέ μου, Κύριε, καὶ τίς ὁ οἶκος τοῦ πατρός μου, ὅτι ἠγάπησάς με ἕως τούτων; καὶ κατεσμίκρυνται ταῦτα ἐνώπιόν σου, Κύριέ μου, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν. Οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, Κύριέ μου, Κύριε, πρὸς σέ. Καὶ τί προσθήσει Δαυῒδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; Καὶ τῶν προγόνων συνεχῶς τὴν ἀρετὴν ἐννοῶν, τὸ μηδὲν πρὸς ἐκείνους ἑαυτὸν ἐξετάζων εἶναι ἐνόμιζε. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, περὶ ἑαυτοῦ λέγων ἐπήγαγεν, Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Τὸ δὲ τοῦ μέλλοντος ἄδηλον οὕτως εἶχε πρὸ τῶν ὀφθαλμῶν, ὡς λέγειν· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Καὶ ἁμαρτημάτων δὲ οὕτω πολλῶν ὑπεύθυνον ἑαυτὸν εἶναι ἐνόμιζεν, ὡς λέγειν· Ἱλάσθητι τῇ ἁμαρτίᾳ μου, πολλὴ γάρ ἐστιν. Ὑμῖν μὲν οὖν τοῖς μεγάλοις ἀρκεῖ καὶ ταῦτα· ἡμῖν δὲ καὶ μετὰ τούτων τῶν φαρμάκων ἐστὶν ἀνάγκη ἰσχυρὰ καὶ ἱκανὴ καθελεῖν τὸ φρόνημα καὶ τὴν ἀλαζονείαν ἅπασαν. Τί δὴ τοῦτό ἐστι;

Τὸ τῶν ἁμαρτημάτων πλῆθος, τὸ συνειδὸς τὸ πονηρόν· ὅπερ ἐπειδὰν ἡμῶν ἐπιλάβηται, οὐδὲ ἑκόντας ἀφίησιν ἀρθῆναι πρὸς τὸ ὕψος. Διὸ δὴ δέομαι καὶ ἀντιβολῶ πρὸς τῆς παῤῥησίας αὐτῆς, ἧς διὰ τῶν κατορθωμάτων ἐκτήσω πρὸς τὸν Θεὸν, χεῖρα ἡμῖν ὀρέξαι συνεχῶς δεομένοις, ὥστε δυνηθῆναι καὶ πενθῆσαι τὸν φόρτον τῶν τοσούτων κακῶν κατ᾽ ἀξίαν, καὶ πενθήσαντας ἐπιλαβέσθαι τινὸς ὁδοῦ φίλης, καὶ πρὸς τὸν οὐρανὸν φερούσης ἡμᾶς, ἵνα μὴ ἀπελθόντες εἰς τὸν ᾅδην, ἔνθα οὐδεὶς ἐξομολογεῖσθαι δύναται, τὰ τῶν ἠτιμωμένων πάθωμεν, οὐδενὸς ἡμᾶς ἐξαιρουμένου λοιπόν. Ἕως μὲν γὰρ ἂν ἐνθάδε ὦμεν, καὶ ἡμεῖς παρ᾽ ὑμῶν μεγάλα καρπώσασθαι δυνησόμεθα, καὶ ὑμεῖς ἡμᾶς εὐεργετῆσαι τὰ μέγιστα· ἐπειδὰν δὲ ἀπέλθωμεν ἐκεῖ, ἔνθα μήτε φίλος, μήτε ἀδελφὸς, μήτε πατὴρ ἐπαρκέσαι δυνήσεται, μήτε παραστῆναι κολαζομένοις ἡμῖν, ἀνάγκη λοιπὸν ἐν ἀπορίᾳ καὶ σκότῳ βαθεῖ καὶ πολλῇ τῶν παραμυθησομένων ἐρημίᾳ τὴν ἀθάνατον τίνειν δίκην, ἀνάλωτον τροφὴν τῇ παμφάγῳ γινομένους φλογί.