Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Θεόδωρον ἐκπεσόντα

Ἰωάννης ὁ Χρυσόστομος

Η ματαιότητα των κοσμικών μεριμνών και η αναγκαιότητα της επιστροφής

Αντιπαραβολή των παροδικών ηδονών και αγωνιών του κοσμικού βίου με την ασφάλεια της εν Θεώ ζωής, συνοδευόμενη από την προειδοποίηση για τον κίνδυνο της αναβολής της μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ἀλλ᾽ αἱ μὲν ἄτοποι τοῦ βίου ἡδοναὶ τῶν σκιῶν καὶ τῶν ὀνειράτων διαφέρουσιν οὐδέν· πρὶν ἢ γὰρ τελεσθῆναι τὰ τῆς ἁμαρτίας, σβέννυται τὰ τῆς ἡδονῆς· αἱ δὲ ὑπὲρ τούτων κολάσεις πέρας οὐκ ἔχουσιν. Τὸ μὲν ἡδὺ πρὸς ὀλίγον, τὸ δὲ ἀνιαρὸν αἰώνιον. Τί δὲ βέβαιον τῶν ἐν τῷ κόσμῳ, εἰπέ μοι; Πλοῦτος, ὁ μηδὲ μέχρι τῆς ἑσπέρας μείνας πολλάκις; Ἀλλὰ δόξα; ἀλλ᾽ ἄκουέ τινος λέγοντος δικαίου· «Ὁ βίος μου ἐλαφρότερος δρόμεως.» Ὥσπερ γὰρ ἐκεῖνοι πρὶν ἢ στῆναι μεταπηδῶσιν, οὕτω καὶ αὐτὸς πρὶν ἢ παραγενέσθαι ἀφίπταται.

Οὐδὲν ψυχῆς τιμιώτερον· καὶ οὐδὲ οἱ μωρίας εἰς ἔσχατον ἐλάσαντες ἠγνόησαν τοῦτο. Ψυχῆς γὰρ οὐδὲν ἀντάξιον, καὶ τῶν ἔξωθέν τις ποιητικὸς ἔφη. Οἶδα ὅτι οὐ παλαίων πρὸς τὴν τοῦ πονηροῦ πάλην ἀσθενέστερος γέγονας, οἶδα ὅτι ἐν μέσῃ τῶν ἡδονῶν ἕστηκας τῇ φλογί· ἀλλ᾽ ἐὰν εἴπῃς πρὸς τὸν ἐχθρόν, ὅτι ταῖς ἡδοναῖς σου οὐ λατρεύομεν, καὶ τὴν ῥίζαν πάντων τῶν κακῶν [σου] οὐ προσκυνοῦμεν, ἐὰν τείνης ἄνω τὸ ὄμμα, τινάξει τάχα τὴν φλόγα ὁ Σωτήρ, καὶ τοὺς ἐμβαλόντας σε εἰς τὸ πῦρ κατακαύσει, σοὶ δὲ ἐν μέσῃ τῇ καμίνῳ νεφέλην καὶ δρόσον ἀποστελεῖ καὶ πνεῦμα διασυρίζον, ὡς μηδὲ τῶν λογισμῶν σου καὶ τῆς συνειδήσεως ἅψασθαι τὸ πῦρ· μόνον σαυτὸν μὴ κατακαύσῃς. Καὶ γὰρ τὰς ὀχυρὰς τῶν πόλεων ὅπλα μὲν 〈πάντα〉 πολλάκις καὶ μηχανήματα τῶν ἔξωθεν οὐκ ἴσχυσεν καθελεῖν, προδοσία δὲ ἑνὸς ἢ δύο τῶν ἔνδον οἰκούντων πολιτῶν ἀπονητὶ παρέδωκεν τοῖς ἐχθροῖς. Καὶ νῦν μηδείς σε τῶν ἔνδον προδότω λογισμῶν, κἂν μυρία προσάγῃ μηχανήματα ἔξωθεν ὁ ἐχθρός, προσάξει μάτην.

Πολλοὺς ἔχεις Θεοῦ χάριτι καὶ μεγάλους τοὺς συναλγοῦντας, τοὺς ἀλείφοντας, τοὺς ὑπὲρ τῆς σῆς τρέμοντας ψυχῆς· τὸν ἅγιον τοῦ θεοῦ Βαλέριον, τὸν πάντα αὐτῷ τιμιώτατον ἀδελφὸν Φλωρέντιον, τὸν τὴν τοῦ Χριστοῦ σοφίαν σοφὸν Πορφύριον, καὶ ἑτέρους πολλούς. Οὗτοι καθ᾽ ἑκάστην ὀλοφύρονται τὴν ἡμέραν ὑπὲρ σοῦ καὶ εὐχόμενοι οὐκ ἐπαύσαντο· καὶ ἔτυχον δ᾽ ἂν ὧν ἐδέοντο πάλαι, εἰ μικρὸν γοῦν ἀπολῦσαι σαυτὸν ἠθέλησας τῶν τοῦ πολεμίου βρόχων. Πῶς οὖν οὐκ ἄτοπον ἑτέρους μὲν μηδὲ νῦν ἀπογνῶναί σου τὴν σωτηρίαν, ἀλλὰ δι᾽ ὅλου τὸ μέλος αὐτῶν ἀπολαβεῖν εὔχεσθαι, σὲ δὲ ἅπαξ πεσόντα μὴ θέλειν ἀναστῆναι, ἀλλὰ κεῖσθαι, μόνον οὐχὶ βοῶντα πρὸς τὸν ἐχθρόν· Σφάττε, [παῖε], μὴ φείσῃ· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;» ὁ θεῖος ἔφη χρησμός. Σὺ δὲ μάχῃ τούτῳ καὶ ἀντιλέγεις· τὸ γὰρ πεσόντα ἀπογνῶναι, οὐδὲν ἄλλο ἐστὶν εἰπεῖν ἢ ὅτι ὁ πίπτων οὐκ ἀνίσταται. Μή, παρακαλῶ, μὴ τοσοῦτον ἀδικήσῃς σαυτόν· μὴ τοσαύτην ἡμῶν καταχέῃς ὀδύνην. Οὐ λέγω νῦν, ὅτε οὔπω εἰκοστὸν ἄγεις ἔτος, ἀλλὰ εἰ καὶ πολλὰ ποιήσας καὶ τὸν ἅπαντα βίον ἐν Χριστῷ ζήσας, ἐν ἐσχάτῳ γήρᾳ τοσαύτην ἔπαθες τὴν ἐπήρειαν, οὐδὲ τότε ἀπογνῶναι καλόν, ἀλλ᾽ ἐν νῷ λαβεῖν τὸν ἐν σταυρῷ δικαιωθέντα λῄστην, τοὺς περὶ τὴν ἑνδεκάτην ἐργασαμένους ὥραν, καὶ ὅλης τῆς ἡμέρας ἀπειληφότας τὸν μισθόν.

Ὥσπερ δὲ οὐ καλὸν τοὺς ἐν ἐσχάτῳ τέρματι πεσόντας ἀπελπίζειν, ἐὰν σωφρονῶσιν, οὕτως οὐκ ἀσφαλὲς ταύτῃ τρέφεσθαι τῇ ἐλπίδι καὶ λέγειν ὅτι· μετὰ ταῦτα ... Τέως μὲν ἀπολαύσω τῶν ἡδέων τοῦ βίου ὕστερον δὲ ὀλίγον πονέσας τοῦ παντὸς ἀπολήψομαι χρόνου τοὺς μισθούς. Καὶ γὰρ μέμνημαί σου πολλάκις εἰρηκότος, ἡνίκα ἄν σοι πονηρὰ παρῄνουν εἰς μουσεῖα φοιτῶντι· «Τί δαί; κἂν ἐν τῷ βραχεῖ χρόνῳ τούτῳ καλῶς καταλύσω τὸν βίον, πῶς ἀπελεύσομαι πρὸς τὸν εἰρηκότα· »Μὴ μέλλε ἐπιστρέφειν πρὸς Κύριον, μηδὲ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας.» Τοῦτον ἀνάκτησαι τὸν λογισμόν, καὶ δεῖσον τὸν κλέπτην· οὕτως γὰρ ὁ Χριστὸς τὴν ἐνθένδ᾽ ἡμῶν ἔξοδον καλεῖ, διὰ τὸ ἀγνοοῦσιν ἐφίστασθαι. Ἐννόησον τὰς τοῦ βίου φροντίδας, τὰς ἰδίᾳ, τὰς κοινῇ γινομένας, τοὺς τῶν ἀρχόντων φόβους, τὸν τῶν πολιτῶν φθόνον, τὸν μέχρι τῶν ἐσχάτων πολλάκις ἐπαρτηθέντα κίνδυνον, τοὺς πόνους, τὰς ταλαιπωρίας, τὰς κολακείας τὰς δουλοπρεπεῖς καὶ οὐδὲ τῶν ἀνδραπόδων τοῖς σπουδαίοις προσηκούσας, τούτων δὲ τῶν πόνων τὸν καρπὸν ἐνθάδε τελευτᾶν, οὗ τί γένοιτ᾽ ἂν ἀλγεινότερον;

Πολλοῖς δὲ οὐδὲ ἀπολαῦσαι ὑπὲρ ὧν ἐπόνεσαν συνέβη, ἀλλὰ τὴν πρώτην ἡλικίαν πόνοις καὶ κινδύνοις ἀναλώσαντες, ἡνίκα ἤλπισαν ἀπολήψεσθαι τοὺς μισθούς, ἀπῆλθον οὐδὲν ἔχοντες μεθ᾽ ἑαυτῶν. 〈Καὶ οὐκ ἀδίκως.〉 Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα μετὰ τὸ πολλοὺς μὲν ὑπομεῖναι κινδύνους, πολλοὺς δὲ ἀνύσαι πολέμους, μόλις τις ὄψεται μετὰ παρρησίας, πῶς τὸν οὐράνιον ἰδεῖν δυνήσεταί τις τὸν ἅπαντα χρόνον ἑτέρῳ ζήσας καὶ στρατευσάμενος;

Εἴπω, βούλει, καὶ τὰς οἴκοι φροντίδας τὰς τῆς γυναικός, τὰς τῶν παίδων, τὰς τῶν οἰκετῶν. Ἀλγεινὸν μὴ κτήσασθαι παῖδας, ἀλγεινὸν καὶ κεκτῆσθαι· τὸ μὲν γὰρ μάτην ἐστὶν γεγαμηκέναι, τὸ δὲ πικρὰν ὑπομένειν δουλείαν. Ἠρρώστησεν τὸ παιδίον, φόβος οὐ μικρός· ἀπῆλθεν ἄωρον, πένθος ἀπαραμύθητον· καὶ καθ᾽ ἑκάστην ἡλικίαν διάφοροι φροντίδες ὑπὲρ αὐτῶν. καὶ φόβοι καὶ πόνοι πολλοί. Δεινὸν πενιχροτέραν λαβεῖν γυναῖκα, δεινὸν εὐπορωτέραν· τὸ μὲν γὰρ εἰς τὴν οὐσίαν ἔβλαψεν, τὸ δὲ εἰς αὐθεντίαν καὶ ἐλευθερίαν τὸν ἄνδρα. Τί δεῖ λέγειν τὰς τῶν οἰκετῶν μοχθηρίας; Βίος οὖν ἄρ᾽ οὗτος, ὦ Θεόδωρε, εἰς τοσαῦτα μερίζεσθαι ψυχὴν μίαν, τοσούτοις δουλεύειν, τοσούτοις ζῆν, ἑαυτῷ δὲ μηδέποτε. Ἀλλ᾽ οὐδὲν τούτων ἐστίν, ὦ φίλε Θεόδωρε, παρ᾽ ἡμῖν καὶ αὐτόν σε μάρτυρα καλῶ. Ὅτε γὰρ τὸν βραχὺν ἐκεῖνον χρόνον ἀνακύψαι τῶν κυμάτων ἠθέλησας, οἶσθα πόσης εὐφροσύνης ἀπέλαυσας καὶ χαρᾶς. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἐλεύθερος ἀλλ᾽ ἢ μόνος ὁ Χριστῷ ζῶν. Οὗτος ἁπάντων ἀνώτερος ἕστηκεν τῶν δεινῶν· ὅταν αὐτὸς ἑαυτὸν ἀδικῆσαι μὴ βούληται, ἕτερος τούτῳ οὐκ ἰσχύσει βλάψαι ποτέ, ἀλλ᾽ ἔστιν ἀνάλωτος, οὐ ζημίᾳ χρημάτων δακνόμενος· ἔμαθεν γὰρ ὅτι «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνησόμεθα»· οὐ πόθῳ φιλοτιμίας ἢ δόξης ἁλισκόμενος· ἔμαθεν γὰρ ὅτι «Ἡμῖν τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει».

Οὐ λοιδορῶν τις λυπεῖ, οὐ τύπτων παροξύνει· μία συμφορὰ Χριστιανῷ μόνη, τὸ προσκροῦσαι θεῷ· τὰ δὲ ἄλλα, οἷον χρημάτων ἀποβολήν, πατρίδος στέρησιν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον, οὐδὲ εἶναί τι νομίζει δεινόν. Καὶ ὃ πάντες πεφρίκασιν, τὸ ἐνθένδε ἐκεῖ ἀπελθεῖν, τοῦτο ἐκείνῳ τοῦ ζῆν ἥδιον. Ὥσπερ γὰρ ἄν τις εἰς ἄκρον σκόπελον ἀνελθὼν θεωρῇ τὴν θάλασσαν, καὶ τοὺς ταύτην πλέοντας, τοὺς μὲν ὑπὸ κυμάτων βαπτιζομένους, τοὺς δὲ ὑφάλοις προσαράσσοντας, ἄλλους δὲ ἑτέρωθι μὲν σπεύδοντας, ἑτέρωθι δὲ ἀγομένους, ὥσπερ δεσμίους τῇ τοῦ πνεύματος ῥύμῃ, καὶ πολλοὺς μὲν ὑποβρυχίους γινομένους, ἐνίους δὲ ἐπὶ σανίδος μιᾶς ἢ ἐπί τινος τῶν ἀπὸ τοῦ πλοίου φερομένους καὶ τοὺς μὲν ἀντὶ πλοίου καὶ πηδαλίου ταῖς χερσὶν χρωμένους μόναις, ἄλλους δὲ νεκροὺς ἐπιπλέοντας, πολυειδῆ τινα καὶ πολυπρόσωπον συμφοράν· οὕτω δὴ καὶ ὁ Χριστῷ στρατευόμενος, τῆς ταραχῆς τοῦ βίου καὶ τῶν κυμάτων ἑαυτὸν ὑπεξαγαγὼν καθῆται μὲν ἐν ἀσφαλεῖ καὶ ὑψηλῷ χωρίῳ. Τί γὰρ ἀσφαλέστερον καὶ ὑψηλότερον τοῦ μίαν ἔχειν φροντίδα, πῶς ἀρέσαι δεῖ θεῷ;