Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Θεόδωρον ἐκπεσόντα

Ἰωάννης ὁ Χρυσόστομος

Ο διαρκής πνευματικός αγώνας και η τελική προτροπή

Εξετάζονται οι προϋποθέσεις της αληθινής εξομολογήσεως, η σημασία των μικρών αγαθών έργων και της επιμονής, και απευθύνεται η τελική παρότρυνση για πλήρη ανόρθωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 9

Χρόνου δὲ παρελθόντος οὐ μακροῦ καὶ αὐχμοῦ τὴν πλησίον χώραν κατακαίοντος καὶ τῶν ἐν τῇ χώρᾳ πάντων ὀδυρομένων, ἐκελεύσθη τις δι᾽ ὀνείρατος ἀπελθεῖν καὶ τὸν ἄνδρα ἐκεῖνον παρακαλέσαι τὸν καθειργμένον, ὥστε εὔξασθαι καὶ λῦσαι τὸν αὐχμόν. Ὡς δὲ ἀπῆλθεν ἑταίρους παραλαβών, τὸν συνοικοῦντα αὐτῷ πρότερον μόνον εὑρόντες ἐκεῖ, περὶ ἐκείνου ἐρωτῶντες ἔμαθον ὅτι τέθνηκεν, νομίσαντες δὲ ἠπατῆσθαι εἰς προσευχὰς αὖθις ἐτρέποντο, καὶ πάλιν διὰ τῆς αὐτῆς ὄψεως τὰ αὐτὰ τοῖς προτέροις ἤκουον, καὶ τότε τὸν ἀληθῶς ἀπατήσαντα περιστάντες παρεκάλουν ἐπιδεῖξαι τὸν ἄνδρα αὐτοῖς· οὐδὲ γὰρ τεθνηκέναι αὐτὸν ἀλλὰ ζῆν διισχυρίζοντο. Ταῦτα ἀκούσας ἐκεῖνος καὶ τὰς συνθήκας ἐξεληλεγμένας ἰδὼν ἀπάγει πρὸς τὸν ἅγιον αὐτοὺς ἐκεῖνον καὶ διελόντες τὸν τοῖχον, καὶ γὰρ καὶ τὴν εἴσοδον ἔτυχεν ἀποφράξας, καὶ εἰσελθόντες ἅπαντες τῶν ποδῶν αὐτοῦ προκαλινδούμενοι καὶ τὰ γεγενημένα ἀπαγγέλλοντες παρεκάλουν αὐτὸν ἐπαμῦναι τῷ λιμῷ. Ἐκεῖνος δὲ τὸ μὲν πρῶτον ἀντέτεινε· πόρρω ταύτης αὐτὸν εἶναι λέγων τῆς παρρησίας. Καὶ γὰρ ὡς εὐθέως γεγενημένην τὴν ἁμαρτίαν, οὕτω πρὸ τῶν ὀφθαλμῶν εἶχεν ἀεί· ὡς δὲ τὰ συμβάντα αὐτοῖς ἅπαντα διηγήσαντο, τότε ἔπεισαν εὔξασθαι, καὶ εὐξάμενος ἔλυσεν τὸν αὐχμόν.

Τὰ δὲ κατὰ τὸν νέον ἐκεῖνον, τὸν πρότερον μὲν Ἰωάννου [τοῦ Ζεβεδαίου] γενόμενον μαθητήν, ὕστερον δὲ ἐπὶ πολὺν λῃσταρχήσαντα χρόνον, καὶ πάλιν ὑπὸ τῶν [ἁγίων] τοῦ μακαρίου θηρευθέντα χειρῶν ἀπὸ τῶν καταδύσεων καὶ σπηλαίων τῶν λῃστρικῶν καὶ ἐπὶ τὴν προτέραν ἐπανελθόντα ἀρετήν, οὐδὲ αὐτὸς ἀγνοεῖς, ἀλλ᾽ οἶσθα ἡμῶν οὐχ ἧττον· καὶ σοῦ πολλάκις θαυμάζοντος ἤκουσα τοῦ μακαρίου τὴν συγκατάβασιν τήν τε ἄλλην ἐπιείκειαν καὶ ὅτι τὴν αἱμαχθεῖσαν πρῶτον ἐφίλησεν δεξίαν τῷ νέῳ περιχυθείς, καὶ οὕτως αὐτὸν ἐπὶ τὰ πρότερα ἐπανήγαγεν.

Καὶ ὁ μακάριος δὲ Παῦλος οὕτω τὸν Ὀνήσιμον, τὸν ἄχρηστον, τὸν δραπέτην, τὸν κλέπτην, τοῦτον οὐ μόνον αὐτὸς περιπλέκεται ἐπειδὴ μετεβάλετο, ἀλλὰ καὶ τὸν δεσπότην ἀξιοῖ ἐν ἴσῃ τῷ διδασκάλῳ τὸν μετανοήσαντα ἀγαγεῖν τιμῇ, οὑτωσὶ λέγων· «Παρακαλῶ σε, φησίν, περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου Ὀνήσιμον, τόν ποτε σοι ἄχρηστον, νῦν δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα πρὸς σέ· σὺ δὲ αὐτόν, τουτέστιν τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ᾽ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς δοῦλον, ἀλλ᾽ ὑπὲρ δοῦλον, υἱὸν ἀγαπητόν, μάλιστα ἐμοί· πόσῳ δὲ μάλλον σοί, καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ; Εἰ μὲν οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.» Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ὁ αὐτὸς ἔλεγεν· «Μή πως ἐλθὼν πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων.» Καὶ πάλιν «Ὡς προείρηκα καὶ πάλιν λέγω ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.» Ὁρᾷς τίνας πενθεῖ, καὶ τίνων οὐ φείδεται; οὐ τῶν ἡμαρτηκότων, ἀλλὰ τῶν μὴ μετανοησάντων, καὶ οὐχ ἁπλῶς τῶν μὴ μετανοησάντων, ἀλλὰ τῶν καὶ ἅπαξ καὶ δεύτερον ἐπὶ τοῦτο παρακληθέντων καὶ πεισθῆναι μὴ βουληθέντων.

Τὸ γὰρ προείρηκα καὶ πάλιν λέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν γράφω, οὐδὲν ἕτερον ἢ τοῦτο αἰνίττεται, ὅπερ δέος μὴ καὶ ἐφ᾽ ἡμῶν γένηται. Νυνὶ γὰρ εἰ καὶ μὴ Παῦλος πάρεστιν, ὁ τότε Κορινθίοις ἀπειλῶν, ἀλλ᾽ ὁ Χριστὸς πάρεστιν, ὁ τότε δι᾽ ἐκείνου λαλῶν· κἂν ἐπιμένωμεν ἀνενδότως ἔχοντες, οὐ φείσεται ἡμῶν, ἀλλὰ πατάξει πληγὴν μεγάλην καὶ ἐνταῦθα κἀκεῖ· «Προφθάσωμεν οὖν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει», ἐγχέωμεν ἐνώπιον αὐτοῦ τὰς καρδίας ἡμῶν· «Ἥμαρτες γάρ, φησίν, μὴ προσθῇς μηκέτι, καὶ περὶ τῶν προτέρων σου δεήθητι.» Καὶ πάλιν· «Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Μὴ τοίνυν περιμένωμεν τὸν κατήγορον, ἀλλὰ τὴν ἐκείνου προαρπάσωμεν τάξιν, καὶ οὕτως ἡμερώτερον διὰ τῆς εὐγνωμοσύνης καταστήσομεν τὸν κριτήν.

Σὺ δὲ ὅτι μὲν ὁμολογεῖς τὰ ἁμαρτήματά σου καὶ ταλανίζεις σεαυτὸν ὑπὲρ τὸ μέτρον, οἶδα σαφῶς· ἀλλ᾽ οὐ τοῦτο βούλομαι μόνον ἀλλ᾽ ὅτι σε καὶ δικαιῶσαι τὸ πρᾶγμα δύναται πεισθῆναι 〈σ᾽〉 ἐπιθυμῶ. Ἕως γὰρ ἂν μὴ ἐπικερδῆ ποιῇς τὴν ἐξομολόγησιν ταύτην, κἂν κατηγορῇς σεαυτοῦ, οὐδ᾽ ἀποστῆναι δυνήσῃ τῶν ἁμαρτημάτων τῶν ἑξῆς. Οὐδὲν γὰρ οὐδεὶς μετὰ προθυμίας καὶ τοῦ προσήκοντος θεσμοῦ δυνήσεται ποιεῖν ὅταν μὴ πρότερον ᾖ πεπεικὼς ἑαυτὸν ὅτι ἐν ὠφελείᾳ τοῦτο ποιεῖ. Καὶ γὰρ ὁ σπείρων, ἂν μετὰ τὸ ῥίψαι τὰ σπέρματα μὴ προσδέχηται ... τὸν ἀμητόν, οὐκ ἀμήσει ποτέ. Τίς γὰρ ἂν ἕλοιτο μάτην κόπτεσθαι, μηδὲν ἀπὸ τοῦ πονεῖν κερδαίνων ἀγαθόν; Οὕτως οὖν καὶ ὁ ῥήματα σπείρων καὶ δάκρυα καὶ ἐξομολόγησιν, ἂν μὴ μετ᾽ ἐλπίδος τοῦτο ποιῇ χρηστῆς, οὐδὲ ἀποστῆναι τοῦ ἁμαρτάνειν δυνήσεται, ἔτι τῷ τῆς ἀπογνώσεως κατεχόμενος κακῷ, ἀλλ᾽ ὥσπερ ὁ γεωργὸς ἐκεῖνος ὁ τῆς τῶν καρπῶν φορᾶς ἀπογνοὺς οὐδὲν τῶν λυμαινομένων τοῖς σπέρμασιν κωλύσει λοιπόν, οὕτω καὶ οὗτος ὁ σπείρων μὲν τὴν διὰ τῶν δακρύων ἐξομολόγησιν, οὐδὲν δὲ ἀπὸ ταύτης προσδεχόμενος κέρδος, οὐδὲ ἀνατρέψαι βουλήσεται τὰ διαφθείροντα τὴν μετάνοιαν.

Διαφθείρει δὲ μετάνοιαν τὸ πάλιν τοῖς αὐτοῖς ἐνέχεσθαι κακοῖς. «Εἷς γάρ, φησίν, οἰκοδομῶν καὶ εἷς καθαιρῶν, τί ὠφέλησαν πλέον ἢ κόπον; ἢ ὁ βαπτιζόμενος ἀπὸ νεκροῦ, καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ;

Οὕτως ἄνθρωπος νηστεύων ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ πάλιν πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται;» Καὶ πάλιν· «Ἐπανάγων, φησίν, ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει ῥομφαίαν αὐτῷ.» Καί· «Ὥσπερ κύων ἂν ἐπανέλθῃ ἐπὶ τὸν ἐμετὸν αὐτοῦ καὶ μισητὸς γένηται, οὕτως ἄφρων [τῇ ἑαυτοῦ κακίᾳ] ἐπιστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν.» Μὴ τοίνυν ὡς κατηγορῶν σαυτοῦ μόνον τὴν ἁμαρτίαν ἐκπόμπευε, ἀλλὰ καὶ ὡς δικαιωθῆναι ὀφείλων διὰ τοῦ τρόπου τῆς μετανοίας· οὕτω γὰρ δυνήσῃ καὶ τὴν ἐξομολογουμένην ἐντρέψαι ψυχὴν καὶ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Τὸ μὲν γὰρ σφόδρα καταδικάζειν ἑαυτοὺς καὶ ἁμαρτωλοὺς καλεῖν, κοινὸν ὡς εἰπεῖν καὶ τοῖς ἀπίστοις ἐστί. Πολλοὶ γοῦν καὶ τῶν ἀπὸ τῆς σκηνῆς καὶ ἄνδρες καὶ γυναῖκες, οἱ μάλιστα ἀναισχυντίαν μεμελετηκότες, ταλανίζουσιν ἑαυτούς, ἀλλὰ οὐ μετὰ σκοποῦ τοῦ προσήκοντος.

Διόπερ οὐδ᾽ ἂν εἴποιμι τοῦτο ἐξομολόγησιν ἐγώ· οὐ γὰρ μετὰ τοῦ κατανύξαι τὴν ψυχήν, οὐδὲ μετὰ τοῦ δακρῦσαι πικρόν, οὐδὲ μετὰ τοῦ μεταβαλέσθαι τὰς ἁμαρτίας, οὕτως ἐξαγγέλλουσι τὰς αὑτῶν, ἀλλ᾽ αὐτὸ τοῦτο οἱ μὲν δόξαν παρὰ τῶν ἀκουόντων ἐπὶ τῇ τῶν λόγων εὐγνωμοσύνῃ θηρώμενοι· οὐδὲ γὰρ ὁμοίως φαίνεται τὰ ἁμαρτήματα χαλεπά, ὅταν ἕτερός τις αὐτὰ ἀπαγγέλλῃ καὶ ὅταν αὐτὸς ὁ τετολμηκώς· οἱ δὲ ἀπὸ τῆς σφοδρᾶς ἀπογνώσεως εἰς ἀναλγησίαν ἐκπεσόντες, καὶ τῆς τῶν ἀνθρώπων δόξης καταφρονήσαντες, μετὰ πολλῆς τῆς ἀδείας λοιπὸν ὥσπερ τὰ ἀλλότρια τὰ οἰκεῖα ἐξαγορεύουσι κακά. Ἀλλά σε τούτων οὐδὲν εἰδέναι βούλομαι, οὐδὲ ἐξ ἀπογνώσεως ἐπὶ τὴν ἐξομολόγησιν ἔρχεσθαι, ἀλλὰ μετὰ προσδοκίας ἀγαθῆς, καὶ τῆς ἀπογνώσεως τὴν ῥίζαν ἐκκόψαντα, πᾶσαν τὴν ἐναντίαν ἐπιδείκνυσθαι σπουδήν.

Τίς δὲ ἡ ταύτης ῥίζα ἐστίν; Ῥᾳθυμία. Μᾶλλον δὲ οὐκ ἄν τις ῥίζαν αὐτὴν καλέσειεν μόνον, ἀλλὰ καὶ τρόφον καὶ μητέρα. Καθάπερ γὰρ ἐπὶ τῶν ἐρίων τίκτει μὲν τοὺς σῆτας ἡ φθορά, αὔξεται δὲ πάλιν ὑπ᾽ αὐτῶν, οὕτω καὶ ἐνταῦθα τίκτει μὲν ἡ ῥᾳθυμία τὴν ἀπόγνωσιν, τρέφεται δὲ πάλιν ὑπὸ τῆς ἀπογνώσεως αὐτή, καὶ ἀλλήλαις τὴν ἐπάρατον ταύτην παρέχουσαι ἀντίδοσιν, δύναμιν οὐ μικρὰν προσλαμβάνουσιν. Ἂν οὖν ἑτέραν τις ἀποτέμῃ καὶ διακόψῃ, δυνήσεται καὶ τῆς ἑπομένης περιγενέσθαι εὐκόλως. [Οὔτε γὰρ ὁ μὴ ῥᾳθυμῶν εἰς ἀπόγνωσιν ἂν ἐμπέσοι ποτέ, οὔτε ὁ τρεφόμενος ἐλπίσι χρησταῖς καὶ μὴ ἀπογινώσκων ἑαυτοῦ, εἰς ῥᾳθυμίαν δυνήσεται ἐμπεσεῖν.] Ταύτην οὖν μοι τὴν ξυνωρίδα διάσπασον καὶ τὸν ζυγὸν σύγκλασον, τὸν λογισμὸν λέγω τὸν ποικίλον καὶ βαρύν· οὐ γὰρ μονοειδὴς ὁ ταῦτα συνέχων ἐστίν, ἀλλὰ πολυειδὴς καὶ παντοδαπής.

Τίς δὲ οὗτός ἐστιν; Συμβαίνει τινὰ μεταγνόντα κατορθῶσαι πολλὰ καὶ μεγάλα, μεταξὺ δὲ καὶ ἁμαρτεῖν πάλιν τῶν κατορθωμάτων ἐκείνων ἁμαρτίαν ἀντίρροπον· καὶ τοῦτο μάλιστα ἱκανὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ὡς τῶν οἰκοδομηθέντων καθαιρεθέντων καὶ πάντων ἐκείνων μάτην καὶ εἰς κενὸν πονηθέντων αὐτῷ. Δεῖ δὲ ἐκεῖνο λογίζεσθαι, καὶ τοῦτον ἐκκρούειν τὸν λογισμὸν ὅτι, εἰ μὴ φθάσαντες κατορθωμάτων μέτρον ἀντίρροπον τοῖς μετὰ ταῦτα γενομένοις ἁμαρτήμασιν ἀπεθέμεθα, οὐδὲν ἂν ἡμᾶς σφόδρα καὶ ὀλοσχερῶς καταδῦναι ἐκώλυεν. Νῦν δὲ καθάπερ τις θώραξ ἰσχυρὸς βέλος ὀξὺ καὶ πικρὸν οὐκ ἀφῆκεν ἐργάσασθαι τὸ αὐτοῦ, ἀλλ᾽ αὐτὸς διατμηθεὶς τὸν πολὺν ἤμυνεν τῷ σώματι κίνδυνον. Ὁ μὲν γὰρ μετὰ πολλῶν ἔργων καὶ ἀγαθῶν καὶ πονηρῶν ἀπερχόμενος ἐκεῖ ἕξει τινὰ παραμυθίαν ἐπὶ τῇ κολάσει καὶ τοῖς βασανιστηρίοις ἐκείνοις· ὁ δὲ τούτων μὲν ἔρημος, ἐκεῖνα δὲ μόνον ἐπαγόμενος, οὐδὲ ἔστιν εἰπεῖν οἷα πείσεται πρὸς τὴν ἀθάνατον παραπεμπόμενος κόλασιν.

Καὶ γὰρ ἀντίστασις ἔσται ἐκεῖ τῶν πονηρῶν πράξεων καὶ τῶν οὐ τοιούτων· κἂν μὲν αὗται καθελκύσωσι τὸν ζυγόν, ἔσωσαν οὐ μικρῶς τὸν ἐργάτην τὸν ἑαυτῶν καὶ τοσοῦτον ἴσχυσεν ἡ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας βλάβη, ὅσον κατασπάσαι τῆς πρώτης χώρας αὐτόν· ἐὰν δὲ ἐκεῖναι περιγένωνται, εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων ὡς καὶ δυνηθῆναι στῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ὠθισμόν. Καὶ ταῦτα οὐχ ὁ ἡμέτερος μόνον ὑποβάλλει λογισμός, ἀλλὰ καὶ τὰ θεῖα λόγια· «Αὐτὸς γάρ, φησίν, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ οὐκ ἐν τῇ γεέννῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ βασιλείᾳ πολλὰς ἂν εὕροι τις τὰς διαφοράς· «Μοναὶ γάρ, φησίν, πολλαὶ παρὰ τῷ Πατρί μου.» Καί· «Ἀλλὴ δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης.» Καὶ τί θαυμαστόν, εἰ μέχρι τοσούτων ἠκριβολογήσατο, ὅπου γε καὶ τὴν ἀστέρος πρὸς ἀστέρα διαφορὰν εἶναί φησιν ἐκεῖ.

Ταῦτα οὖν ἅπαντα εἰδότες, μήποτε τῆς τῶν ἀγαθῶν ἐργασίας ἀποστῶμεν, μηδέ, ἐπειδὰν εἰς τὴν τοῦ ἡλίου τάξιν ἢ τῆς σελήνης ἐλθεῖν μὴ δυνηθῶμεν, καὶ τῆς τῶν ἀστέρων καταφρονήσωμεν. Ἕως ἂν τοσαύτην γοῦν ἀρετὴν ἐπιδειξώμεθα, δυνησόμεθα εἶναι ἐν τῷ οὐρανῷ. Κἂν χρυσός, κἂν λίθος τίμιος μὴ γενώμεθα, τὴν γοῦν τοῦ ἀργύρου τάξιν ἐπέχοντες [ἐν τῷ θεμελίῳ] μένωμεν, μόνον μὴ πρὸς ἐκείνην τὴν ὕλην παλινδρομήσωμεν, ἣν εὐχερῶς καταφλέγει τὸ πῦρ, μηδέ, ὅταν μεγάλα κατορθῶσαι μὴ δυνηθῶμεν, καὶ τῶν μικρῶν ἀποσχώμεθα· ἐσχάτης γὰρ ταῦτα ἀνοίας ἐστίν, ὅπερ μὴ πάθωμεν.

Ὥσπερ γὰρ ὁ πλοῦτος ὁ σωματικὸς αὔξεται τῷ μηδὲ τῶν ἐλαχίστων κερδῶν καταφρονεῖν τοὺς ἐραστὰς τοὺς ἐκείνου, οὕτω καὶ ὁ πνευματικός. Καὶ γὰρ ἄτοπον τὸν μὲν κριτὴν μηδὲ ψυχροῦ ποτηρίου μισθὸν παρορᾶν, ἡμᾶς δέ, εἰ μὴ πάνυ μεγάλα εἴη τὰ κατορθώματα, καὶ τῆς τῶν μικρῶν ἐργασίας ἐνδοιάζειν περὶ τὴν ἀντίρροπον ἀντίδοσιν. Ὁ μὲν γὰρ τῶν ἐλαττόνων μὴ καταφρονῶν, πολλῇ καὶ περὶ τὰ μέγιστα χρήσεται τῇ σπουδῇ, ὁ δὲ ταῦτα παρορῶν καὶ ἐκείνων ἀποστήσεταί ποτε· ὅπερ ἵνα μὴ γένηται, καὶ τούτων μεγάλους ὤρισεν τοὺς μισθοὺς ὁ Χριστός. Τί γὰρ τοῦ ἐπισκέπτεσθαι τοὺς κάμνοντας εὐχερέστερον; ἀλλ᾽ ὅμως καὶ τούτου μεγάλην ἡμῖν ἀποδίδωσιν τὴν ἀμοιβήν.

Τοιγαροῦν ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, κατατρύφησον τοῦ Κυρίου, καὶ ἱκέτευσον αὐτόν· πάλιν τὸν ζυγὸν ἀνάδεξαι τὸν χρηστόν, ὕπελθε τὸ φορτίον τὸ ἐλαφρόν, ἐπίθες ἄξιον τῆς ἀρχῆς τὸ τέλος, μὴ παρίδῃς τοσοῦτον διαρρυέντα πλοῦτον. Ἂν μὲν γὰρ ἐπιμένῃς παροξύνων τὸν θεὸν δι᾽ ὧν ποιεῖς, ἅπαντα αὐτὸν ἀπολεῖς· ἂν δὲ πρὶν ἢ πολλὴν γενέσθαι τὴν ζημίαν καὶ πᾶν ἐπικλυσθῆναι τὸ γεώργιον, ἀποφράξῃς τῆς κακίας τοὺς ὀχετούς, καὶ τὰ διαφθαρέντα ἀνακτήσασθαι δυνήσῃ πάλιν, καὶ ἑτέραν αὐτοῖς προσθεῖναι φορὰν οὐ μικράν. Ἀλλ᾽ ἅπερ ἅπαντα λογισάμενος ἀποτίναξαι τὸν χοῦν, ἀναστῆθι ἀπὸ τῆς γῆς, καὶ φοβερὸς ἔσῃ τῷ ἀνταγωνιστῇ. Αὐτὸς μὲν γάρ σε κατέβαλεν, ὡς οὐκ ἀναστησόμενον λοιπόν· ἂν δὲ ἴδῃ πάλιν τὰς χεῖρας ἀνταίροντά σε, ἀπροσδοκήτως πληγείς, ὀκνηρότερος ἔσται πρὸς τὸ ὑποσκελίσαι πάλιν. Τί λέγω; Καὶ αὐτὸς ἀσφαλέστερος ἔσῃ πρὸς τὸ μηκέτι τραῦμα τοιοῦτο λαβεῖν. Εἰ γὰρ αἱ τῶν ἄλλων ἡμᾶς ἱκαναὶ παιδεῦσαι συμφοραί, πολλῷ μᾶλλον ἃς ὑπεμείναμεν αὐτοί. Ὅπερ καὶ ἐπὶ τῆς σῆς προσδοκῶ ταχέως ὄψεσθαι κεφαλῆς, καὶ πάλιν τῇ τοῦ θεοῦ ῥοπῇ φαιδρότερόν σε γενέσθαι καὶ τοσαύτην ἐπιδείξασθαι τὴν ἀρετήν, ὡς καὶ ἑτέρων προστῆναι ἐκεῖ· μόνον μὴ ἀπογνῷς, μηδὲ ἀναπέσῃς.

Τοῦτο γάρ σοι καὶ παρὰ πάντα λόγον [καὶ ὅπου δ᾽ ἂν ἴδω] καὶ ὅπου δ᾽ ἂν ἀπίω καὶ διεγερῶν οὐ παύσομαι ἐπιστέλλων· κἂν τοῦτο ἀκούσῃς, οὐκέτι δεήσῃ φαρμάκων ἑτέρων.