Καὶ μή μοι τοὺς ὀλίγα ἡμαρτηκότας εἴπῃς, ἀλλ᾽ ἔστω τις πάσης κακίας ἀνάμεστος, καὶ πάντα πραττέτω τὰ ἀποκλείοντα τῆς βασιλείας αὐτόν, καὶ οὗτος μὴ τῶν ἐξ ἀρχῆς ἀπίστων, ἀλλὰ τῶν πιστῶν, καὶ εὐηρεστηκότων θεῷ πρότερον ὤν, ὕστερον γενέσθω πόρνος, μοιχός, μαλακός, ἀρσενοκοίτης, κλέπτης, μέθυσος, λοίδορος, καὶ τὰ ἄλλα πάντα τὰ τούτοις ὅμοια· οὐδὲ γὰρ τοῦτον ἐγὼ ἀποδέξομαι ἀπογινώσκοντα ἑαυτοῦ, κἂν εἰς ἔσχατον γῆρας ἐλάσῃ μετὰ τῆς ἀφάτου καὶ τηλικαύτης κακίας. Εἰ μὲν γὰρ πάθος ἦν ἡ ὀργὴ τοῦ θεοῦ, καλῶς ἄν τις ἀπέγνω ὡς οὐ δυνάμενος λοιπὸν σβέσαι τὴν φλόγα ἣν διὰ τῶν τοσούτων ἀνῆψεν κακῶν· ἐπειδὴ δὲ ἀπαθὲς τὸ θεῖόν ἐστι, κἂν κολάζῃ, κἂν τιμωρῆται, οὐ μετ᾽ ὀργῆς τοῦτο ποιεῖ, ἀλλὰ μετὰ φιλανθρωπίας καὶ κηδεμονίας πολλῆς, σφόδρα θαρρεῖν χρὴ καὶ πεποιθέναι τῇ τῆς μετανοίας δυνάμει, Καὶ γὰρ καὶ τοῖς εἰς αὐτὸν ἡμαρτηκόσιν οὐ δι᾽ ἑαυτὸν εἴωθεν ἐπεξέρχεσθαι· οὐδεμία γὰρ εἰς τὴν φύσιν ἐκείνην διαβαίνει βλάβη· ἀλλὰ πρὸς τὸ συμφέρον ἡμῖν σκοπῶν, καὶ ὑπὲρ τοῦ μὴ χείρονα γενέσθαι τὴν διαστροφὴν τὴν ἡμετέραν, μελετώντων αὐτοῦ καταφρονεῖν καὶ ὑπερορᾶν. Καθάπερ γὰρ καὶ ὁ τοῦ φωτὸς ἐκτὸς ποιῶν ἑαυτόν, ἐκεῖνο μὲν ἐζημίωσεν οὐδέν, ἑαυτὸν δὲ τὰ μέγιστα, ἐν σκότει κατακλεισθείς, οὕτω καὶ ὁ τῆς παναλκοῦς ἐκείνης δυνάμεως καταφρονεῖν ἐθισθείς, ἐκείνην μὲν οὐδέν, ἑαυτὸν δὲ τὴν ἐσχάτην ἔβλαψεν βλάβην.