Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς Θεόδωρον ἐκπεσόντα

Ἰωάννης ὁ Χρυσόστομος

Το απατηλό σωματικό κάλλος έναντι της πνευματικής ωραιότητας

Αποδομείται η ψευδαίσθηση της σωματικής ομορφιάς, αντιπαραβάλλοντάς την με το κάλλος της ψυχής, και απευθύνεται έκκληση για αφύπνιση από την πνευματική ραθυμία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 9

Μὴ τοίνυν εἰς τέλος τούτους ἡμῖν ἀφανίσῃς τοὺς χαρακτῆρας, ὦ φίλος, ἀλλὰ ταχέως αὐτοὺς ἀνακτησάμενος ἐπὶ τὸ βέλτιον διατύπωσον. Τὸ μὲν γὰρ κάλλος τὸ σωματικὸν εἴσω τῶν τῆς φύσεως ὅρων συνέκλεισεν ὁ θεὸς, ἡ δὲ τῆς ψυχῆς ὥρα τῆς μὲν ἐκεῖθεν ἀνάγκης καὶ δουλείας ἀπήλλακται, ἅτε δὴ πολλῷ βελτίων οὖσα τῆς σωματικῆς εὐμορφίας, ἐφ᾽ ἡμῖν δὲ ἅπασα κεῖται καὶ τῇ ῥοπῇ τοῦ θεοῦ. Φιλάνθρωπος γὰρ ὢν ὁ Δεσπότης ἡμῶν καὶ ἐν τούτῳ μάλιστα τὸ ἡμέτερον ἐτίμησεν γένος, τὰ μὲν ἐλάττονα καὶ εἰς οὐδὲν μέγα συντελοῦντα ἡμῖν ἀλλ᾽ ὅπως ἂν συμπέσῃ ἀδιάφορα ὄντα, τῇ τῆς φύσεως ἐπιτρέψας ἀνάγκῃ, τῶν δὲ ὄντως καλῶν ἡμᾶς ποιήσας εἶναι δημιουργούς. Εἰ μὲν γὰρ καὶ τοῦ σωματικοῦ κάλλους ἡμᾶς ἐποίησεν εἶναι κυρίους, καὶ φροντίδα ἂν περιττὴν ἐδεξάμεθα καὶ ἐν τοῖς οὐδὲν ὠφελοῦσιν τὸν ἅπαντα ἂν ἀπησχολήσαμεν χρόνον καὶ τῆς ψυχῆς σφόδρα ἂν ἠμελήσαμεν. Ὅπου γὰρ νῦν οὐκ οὔσης ἡμῖν τῆς ἐξουσίας ταύτης ἅπαντα πράττομεν καὶ βιαζόμεθα καὶ σκιαγραφίαις καλλύνομεν ἑαυτούς, ἐπειδὴ τῇ ἀληθείᾳ μὴ δυνάμεθα, καὶ χρώμασι καὶ βαφαῖς καὶ συνθέσεσι τριχῶν καὶ ἱματίων περιβολαῖς καὶ στροφαῖς ὀφθαλμῶν καὶ πολλοῖς ἑτέροις μηχανήμασι τὰ τοιαῦτα σοφιζόμεθα κάλλη, τίνα ἂν τῇ ψυχῇ καὶ τοῖς σπουδαίοις σχολὴν ἀπενείμαμεν, εἰ πρὸς τὴν ὄντως αὐτὸ εὐμορφίαν μεταθεῖναι εἴχομεν.

Τάχα γὰρ οὐδ᾽ ἂν ἐγένετο ἡμῖν ἔργον ἕτερόν τι ἐν τῷ βίῳ εἰ τοῦτο ἔργον ἡμέτερον ἦν. Ἀλλὰ πάντα τὸν χρόνον ἂν ἀνηλώσαμεν, τὴν μὲν δουλίαν καλλωπίζοντες μυρίοις καλλωπισμοῖς, τὴν δὲ ταύτης κυρίαν παντὸς ἀνδραπόδου μᾶλλον ἐν ἀμορφίᾳ καὶ ῥᾳθυμίᾳ ἐῶντες κεῖσθαι διὰ παντός. Διὰ τοῦτο ταύτης ἡμᾶς τῆς κακοσχολίας ἀπαλλάξας ὁ θεὸς τοῦ βελτίονος ἡμῖν τὴν τέχνην ἐνέθηκε, καὶ ὁ τὸ σῶμα μὴ δυνάμενος εὔμορφον ποιῆσαι ἐξ εἰδεχθοῦς, οὗτος τὴν ψυχήν, κἂν εἰς ἐσχάτην δυσειδείαν κατενεχθῇ, εἰς αὐτὴν τῆς ὥρας ἀναγαγεῖν δυνήσεται τὴν κορυφήν, καὶ οὕτως ἐπέραστον ποιῆσαι καὶ ποθεινήν, ὥστε μὴ μόνον τοὺς ἄνδρας τοὺς ἀγαθοὺς εἰς ἐπιθυμίαν αὐτῆς ἐλθεῖν ἀλλὰ καὶ αὐτὸν τὸν τῶν ἁπάντων βασιλέα, θεόν, καθὼς καὶ ὁ ψαλμῳδὸς περὶ τούτου τοῦ κάλλους διαλεγόμενος ἔλεγεν· «Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.» Οὐχ ὁρᾷς καὶ ἐν τοῖς χαμαιτυπείοις τῶν γυναικῶν, ὅτι τὰς μὲν εἰδεχθεῖς καὶ ἀναισχύντους μονομάχοι καὶ θηριομάχοι καὶ δραπέται μόλις ἂν πρόσοιντο, εἰ δέ πού τις εὔμορφος καὶ εὐγενὴς καὶ αἰσχυντηλὴ κατά τινα περίστασιν εἰς ταύτην ἔλθοι τὴν ἀνάγκην, οὐδὲ τῶν σφόδρα λαμπρῶν καὶ μεγάλων ἀνδρῶν τὸν ἐκείνης τις γάμον ἐρυθριάσειεν;

Εἰ δὲ παρὰ ἀνθρώποις τοσοῦτος ἔλεος καὶ τοσαύτη δόξης ὑπεροψία, ὥστε τὰς πολλάκις καταισχυνθείσας ἐπὶ τοῦ τέγους ἀπαλλάξαι τῆς δουλείας ἐκείνης καὶ ἐν τάξει ἔχειν γυναικῶν, πολλῷ μᾶλλον ἐπὶ τοῦ θεοῦ τοῦτο ἔσται, καὶ τῶν ψυχῶν τῶν ἀπὸ τῆς ἄνωθεν εὐγενείας κατὰ τὴν τοῦ διαβόλου τυραννίδα εἰς τὸ τοῦ παρόντος βίου χαμαιτυπεῖον καταπεσουσῶν. Καὶ τούτων εὑρήσεις τῶν παραδειγμάτων τοὺς προφήτας πεπληρωμένους, ὅταν διαλέγωνται τῇ Ἰερουσαλήμ. Καὶ γὰρ ἐκείνην εἰς πορνείαν ἐκπεσοῦσαν, πορνείαν τινὰ καινοτέραν, καθὼς καὶ ὁ Ἰεζεκιήλ φησιν· «Πάσαις πόρναις δίδοται μισθώματα, σὺ δὲ προσεδίδους μισθώματα, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ πάσας τὰς γυναῖκας.» Καὶ πάλιν ἕτερος· «Ἐκάθισας προσδοκῶσα αὐτοὺς ὡσεὶ κορώνη ἠρημωμένη.» Ταύτην οὖν τὴν οὕτω πορνεύσασαν ἀνακαλεῖται πάλιν ὁ θεός. Καὶ γὰρ ἡ αἰχμαλωσία ἡ γενομένη, οὐ τιμωρίας τοσοῦτον ἦν ὅσον ἐπιστροφῆς καὶ διορθώσεως· ἐπεί, εἰ κολάσαι αὐτοὺς καθάπαξ ἐβούλετο ὁ θεός, οὐκ ἂν πάλιν ἐπανήγαγεν οἴκαδε, οὐκ ἂν μείζονα καὶ λαμπροτέραν καὶ τὴν πόλιν καὶ τὸν ναὸν κατεσκεύασεν. «Ἔσται γάρ, φησίν, ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν ἔμπροσθεν.» Εἰ δὲ τὴν πολλάκις ἐκπορνεύσασαν οὐκ ἀπέκλεισεν τῆς μετανοίας ὁ θεός, πολλῷ μᾶλλον τῆς σῆς ἀνθέξεται ψυχῆς, τοῦτο πρῶτον πεσούσης τὸ πτῶμα.

Οὐδεὶς γάρ, οὐδεὶς σωμάτων ἐραστής, κἂν σφόδρα ᾖ μανικός, οὕτω τῆς ἐρωμένης περικάεται τῆς αὐτοῦ, ὡς ὁ θεὸς τῆς σωτηρίας τῶν ἡμετέρων ἐφίεται ψυχῶν· καὶ τοῦτο ἔνεστι μὲν καὶ ἐκ τῶν καθ᾽ ἑκάστην ἡμέραν γινομένων ἰδεῖν ἔνεστι δὲ καὶ ἀπὸ τῶν θείων Γραφῶν.

Ὅρα γοῦν καὶ ἐν τοῖς προοιμίοις τοῦ Ἰερεμίου καὶ πολλαχοῦ δὲ τῶν προφητῶν, καταφρονούμενον αὐτὸν καὶ ὑπερορώμενον, καὶ πάλιν ἐπιτρέχοντα καὶ διώκοντα τὴν φιλίαν τῶν ἀποστρεφομένων αὐτόν· ὅπερ καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις ἐδήλου λέγων· «Ἰερουσαλήμ, Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ οὐκ ἠθελήσατε;» Καὶ ὁ Παῦλος δὲ Κορινθίοις ἐπιστέλλων ἔλεγεν· «Ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν, καὶ θέμενος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ καταλλάγητε τῷ θεῷ.» Τοῦτο καὶ πρὸς ἡμᾶς εἰρῆσθαι νόμιζε νῦν. Οὐ γὰρ ἀπιστία μόνον ἀλλὰ καὶ βίος ἀκάθαρτος τὴν ἀπευκτὴν ταύτην ἱκανὸς ἔχθραν ἐργάσασθαι. «Τὸ γὰρ φρόνημα, φησί, τῆς σαρκός, ἔχθρα εἰς θεόν.» Καταλύσωμεν οὖν τοῦτο τὸ διάφραγμα καὶ διέλωμεν καὶ θῶμεν νεκρόν, ἵνα τῆς μακαρίας τύχωμεν καταλλαγῆς, ἵνα γενώμεθα πάλιν ἐπέραστοι καὶ ποθεινοὶ τῷ θεῷ.

Οἶδα ὅτι θαυμάζεις τὴν Ἑρμιόνης ὥραν νῦν, καὶ τῆς εὐμορφίας ἐκείνης οὐδὲν ὅμοιον εἶναι κρίνεις ἐπὶ τῆς γῆς· ἀλλ᾽ ἐὰν θέλῃς, ὦ φίλος, τοσοῦτον αὐτῆς εὐπρεπέστερος ἔσῃ καὶ ὡραιότερος ὅσον τῶν πηλίνων οἱ χρυσοῖ βελτίους ἀνδριάντες εἰσίν. Εἰ γὰρ ἐπὶ τοῦ σώματος τὸ κάλλος οὕτω τὰς τῶν πολλῶν ἐκπλήττει ψυχὰς καὶ ἀναπτηροῖ, ὅταν ἐν τῇ ψυχῇ τοῦτο ἀποστίλβῃ, τί ἴσον τοῦ οὕτω καλοῦ καὶ ὡραίου γένοιτ᾽ ἄν; Ἡ μὲν γὰρ τούτου τοῦ κάλλους ὑπόστασις οὐδὲν ἕτερόν ἐστιν ἢ φλέγμα καὶ αἷμα καὶ ῥεῦμα καὶ χολὴ καὶ τροφῆς διαμασηθείσης χυλός. Τούτοις γὰρ καὶ οἱ ὀφθαλμοὶ καὶ αἱ παρειαὶ καὶ τὰ λοιπὰ πάντα ἄρδεται, κἂν μὴ καθ᾽ ἑκάστην ἡμέραν δέξηται τὴν ἀρδείαν ἐκείνην ἀπὸ τῆς γαστρὸς καὶ τοῦ ἥπατος ἀνιοῦσαν, τοῦ δέρματος παρὰ τὸ προσῆκον ὑφιζάνοντος, τῶν τε ὀφθαλμῶν κοιλαινομένων, εὐθέως ἡ πᾶσα τῆς ὄψεως ἀφίπταται ὥρα. Ὥστε ἐὰν ἐννοήσῃς τί μὲν τῶν καλῶν ἔνδον ἀπόκειται ὀφθαλμῶν, τί δαὶ τῆς εὐθείας ῥινός, τί δαὶ τοῦ στόματος καὶ τῶν παρειῶν, οὐδὲν ἕτερον ἢ τάφον κεκονιαμένον εἶναι φήσεις τοῦ σώματος τὴν εὐμορφίαν· τοσαύτης ἔνδον ἀκαθαρσίας ἐστὶ μεστή. Εἶτα ῥάκος μὲν ἰδὼν ἔχον τι τούτων, οἷον ἢ φλέγμα ἢ σίελον, οὐδὲ ἄκροις ψαῦσαι τοῖς δακτύλοις ὑπομένεις, ἀλλ᾽ οὐδὲ ἰδεῖν ἀνέχῃ· πρὸς δὲ τὰ ταμιεῖα τούτων καὶ τὰς ἀποθήκας ἐπτόησαι.

Ἀλλ᾽ οὐ τό γε σὸν κάλλος τοιοῦτον ἦν, ἀλλ᾽ ὅσον τῆς γῆς βελτίων ὁ οὐρανός· μᾶλλον δὲ καὶ πολλῷ τούτου λαμπρότερόν τε καὶ ἄμεινον. Ψυχὴν γὰρ σώματος μὲν γεγυμνωμένην οὐδεὶς εἶδεν οὐδαμοῦ· ὅμως δὲ καὶ οὕτως ἑτέρωθέν σοι παραστῆσαι τὸ ταύτης πειράσομαι κάλλος. Πόθεν οὖν ἐπιδείξω τοῦτο;

Ἀπὸ τῶν οὐρανίων δυνάμεων· ἄκουσον γοῦν πῶς, τὸν τῶν ὑπερφυῶν ἐπόπτην ἡ τούτων ὡραιότης ἐξέπληξεν· βουλόμενος γὰρ αὐτῶν παραστῆσαι τὸ κάλλος καὶ οὐκ ἔχων σῶμα τοιοῦτον εὑρεῖν, ἐπὶ τὰς μεταλλικὰς ὕλας κατέφυγεν, καὶ οὐδὲ ταύταις ἠρκέσθη μόναις, ἀλλὰ καὶ τὴν τῆς ἀστραπῆς λαμπρότητα εἰς τὸ ὑπόδειγμα παρελάμβανεν. Εἰ δὲ μὴ καθαρὰς μηδὲ γυμνὰς φήνασαι τὰς ἑαυτῶν οὐσίας ἐκεῖναι, ἀλλ᾽ ἀμυδρῶς σφόδρα καὶ συνεσκιασμένως, ὅμως οὕτω διέλαμψαν, ὁποίας αὐτὰς εἰκὸς παντὸς ἀπηλλαγμένας παραπετάσματος φαίνεσθαι. Τοιοῦτόν τι καὶ περὶ τοῦ κάλλους τῆς ψυχῆς φαντάζεσθαι χρή. «Ἔσονται γάρ, φησίν, ὡς ἄγγελοι.» Καὶ ἐπὶ τῶν σωμάτων δὲ τὰ κουφότερα καὶ λεπτότερα καὶ πρὸς τὴν ἐπὶ τὰ ἀσώματα φέρουσαν ὁδὸν ἀνακεχωρηκότα, πολλῷ μᾶλλον βελτίω καὶ θαυμαστότερα τῶν ἑτέρων ἐστίν.

Τῆς γοῦν γῆς ὁ οὐρανὸς καὶ τοῦ ὕδατος τὸ πῦρ καὶ οἱ ἀστέρες τῶν λίθων εἰσὶν ὡραιότεροι· καὶ τὴν ἶριν δὲ πολλῷ πλέον ἴων καὶ ῥόδων καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐπὶ γῆς θαυμάζομεν ἀνθῶν. Καὶ ὅλως, εἴ γε ἐνῆν τοῖς σωματικοῖς ὀφθαλμοῖς τὸ τῆς ψυχῆς κάλλος ἰδεῖν, κατεγέλασας ἂν τούτων τῶν σωματικῶν ὑποδειγμάτων· οὕτως ἀσθενῶς ἡμῖν τὴν τῆς ψυχῆς παραστησάντων ὡραιότητα. Μὴ δὴ τοιούτου κτήματος μηδὲ τοσαύτης μακαριότητος ἀμελήσωμεν καὶ μάλισθ᾽ ὅταν εὔκολος ἡμῖν ἡ ἐπάνοδος πρὸς ἐκεῖνο τὸ κάλλος ταῖς τῶν μελλόντων ἐλπίσιν γίνηται· «Τὸ γὰρ παραυτίκα, φησίν, ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» Εἰ δὲ θλίψεις ἐλαφρὰς ἐκάλεσεν καὶ κούφας ὁ μακάριος Παῦλος, διὰ τὸ μὴ σκοπεῖν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα, πολλῷ μᾶλλον τὸ παύσασθαι ἀσελγαίνοντα φορητόν.

Οὐδὲ γὰρ ἐπὶ τοὺς κινδύνους σε καλοῦμεν τέως ἐκείνους, οὐδ᾽ ἐπὶ τοὺς θανάτους τοὺς καθημερινούς, τοὺς διωγμοὺς τοὺς συνεχεῖς, τὰς μάστιγας, τὰ δεσμά, τὴν πρὸς τὴν οἰκουμένην ἀπέχθειαν, τὸ παρὰ τῶν οἰκείων μῖσος, τὰς ἀγρυπνίας τὰς ἐπαλλήλους, τὰς ὁδοιπορίας τὰς μακράς, τὰ ναυάγια, τὰς τῶν λῃστῶν ἐφόδους, τὰς παρὰ τῶν συγγενῶν ἐπιβουλάς, τὰς ὑπὲρ τῶν φίλων ὀδύνας, τὸν λιμόν, τὸν κρυμόν, τὴν γυμνότητα, τὴν πύρωσιν, τὴν ἀθυμίαν τὴν ὑπὲρ τῶν αὐτοῦ, τὴν ὑπὲρ τῶν οὐκ αὐτοῦ. Οὐδὲν τούτων ἀπαιτοῦμεν τέως, ἀλλὰ τοσοῦτον ἀξιοῦμεν μόνον, τῆς ἐπαράτου δουλείας ἀπαλλαγῆναι, καὶ πρὸς τὴν προτέραν ἐλευθερίαν ἐπανελθεῖν, ἐννοήσαντα καὶ τὴν ἐκ τῆς ἀσελγείας κόλασιν, καὶ τὴν ἐκ τοῦ προτέρου βίου τιμήν. Τὸ μὲν γὰρ τοὺς ἀπιστοῦντας τῷ τῆς ἀναστάσεως λόγῳ ῥᾳθύμως διακεῖσθαι, καὶ μηδέποτε ἐν τοιούτῳ γίνεσθαι φόβῳ, θαυμαστὸν οὐδέν. Τὸ δὲ ἡμᾶς τοὺς τῶν ἐνθάδε μᾶλλον τὰ ἐκεῖ πεπεισμένους οὕτως ἀθλίως διάγειν καὶ ταλαιπώρως, καὶ μηδὲν ὑπὸ τῆς μνήμης πάσχειν δεινόν, ἀλλ᾽ εἰς ἐσχάτην ἀναισθησίαν καταπεσεῖν, τοῦτο πολλῆς ἀλογίας γέμον ἐστίν. Ὅταν γὰρ οἱ πιστεύοντες τὰ τῶν ἀπίστων διαπραττώμεθα, μᾶλλον δὲ κἀκείνων ἀθλιώτερον διακεώμεθα, εἰσὶ γὰρ πολλοί, καὶ ἐν αὐτοῖς, οἳ κατὰ τὴν τοῦ βίου διέλαμψαν ἀρετήν, τίς ἡμῖν ἔσται παράκλησις, ποία συγγνώμη λοιπόν;

Καὶ ναυαγίῳ μὲν περιπεσόντες πολλοὶ τῶν ἐμπόρων, οὐκ ἀνέπεσαν, ἀλλὰ πάλιν ἐπέβησαν τῆς αὐτῆς ὁδοῦ, καὶ ταῦτα οὐ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν, ἀλλὰ παρὰ τὴν τῶν πνευμάτων ἀνάγκην τῆς ζημίας γεγενημένης αὐτοῖς· ἡμεῖς δὲ οἱ περὶ τοῦ τέλους θαρρεῖν ἔχοντες καὶ ἀκριβῶς εἰδότες ὅτι μὴ βουλομένων ἡμῶν, οὔτε ναυάγιον, οὔτε ἡ περὶ τὸ τυχὸν ἡμῖν ζημία συμβήσεται, οὐχ ἁψόμεθα πάλιν αὐτῶν καὶ ἐμπορευσόμεθα καθάπερ καὶ πρότερον, ἀλλὰ κεισόμεθα ἀργοῦντες καὶ τὰς χεῖρας παρ᾽ ἑαυτοῖς ἔχοντες; Καὶ εἴθε παρ᾽ ἑαυτοῖς μόνον, καὶ μὴ καθ᾽ ἑαυτῶν, ὅπερ λαμπρᾶς μανίας ἐστίν. Καὶ γάρ, εἴ τις τῶν πυκτευόντων τὸν ἀνταγωνιστὴν ἀφεὶς κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τρέποι τὰς χεῖρας καὶ τὴν οἰκείαν ὄψιν συγκόπτοι, ἆρα, εἰπέ μοι, οὐ μετὰ τῶν μαινομένων αὐτὸν κατατάξομεν;