Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Πρὸς τοὺς ἔχοντας τὰς εἰσακτοὺς παρθένους

Ἰωάννης ὁ Χρυσόστομος

Ο έλεγχος της υποτιθέμενης απάθειας και ο κίνδυνος του σκανδαλισμού

Αναίρεση του επιχειρήματος περί απαθούς συγκατοίκησης ως αυταπάτης. Προβάλλεται το χρέος της αποφυγής του σκανδάλου και η υποχρέωση των πνευματικά ισχυρών να συγκαταβαίνουν στους ασθενέστερους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 8

Δεῖ δὲ τοὺς ὑγιαίνοντας οὐκ ἀπὸ τῶν νοσούντων λαμβάνειν τὰς περὶ τῶν πραγμάτων ψήφους· ἐπεὶ, εἰ τούτοις ἑψόμεθα, καὶ ἰατρικῆς καὶ φιλοσοφίας καταγνωσόμεθα. Οὐδὲ γὰρ οὐδὲ ἐπὶ πυρετῶν, οὐδὲ ἐπὶ γυναικῶν, αὐτὸ πάσχουσι μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οἱ τὰ τοιαῦτα νοσοῦντες. Καὶ γὰρ οἱ περὶ τὰ χρήματα μεμηνότες, εἰδότες ὅτι τὰ μικρὰ ταῦτα ἐνταῦθα προέμενοι τοῖς δεομένοις μυρία ἐκεῖ λήψονται ἀγαθὰ, κατέχουσιν ὅμως αὐτὰ καὶ κατορύττουσι, καὶ πάντων ἐκπεσεῖν αἱροῦνται τῶν ἀγαθῶν μᾶλλον διὰ τὴν ψυχρὰν ταύτην καὶ βραχεῖαν ἡδονὴν, ἢ τῆς αἰωνίου κολάσεως ἀπαλλαγῆναι, καὶ τὴν ἀθάνατον καρπώσασθαι ζωὴν, διὰ τῆς προσκαίρου τούτων ὑπεροψίας. Τοῦτο δὴ καὶ οὗτοι πάσχουσι, τῆς μικρᾶς ταύτης ἐπιθυμίας τῆς διὰ τῶν ὀφθαλμῶν οὐκ ἀνεχόμενοι μικρὸν ἑαυτοὺς ἀποστῆσαι, ἀφόρητον ἑαυτοῖς συνάγουσι πῦρ· καὶ ὅσῳπερ ἂν νομίζωσιν ἥδεσθαι, τοσούτῳ μᾶλλον ἐμπλέκονται τῷ κακῷ, τοῦ διαβόλου τοῦτο τεχνησαμένου πρὸς τὴν παραμονὴν τῆς φλογὸς καὶ ἐπίδοσιν, ὅθεν καιόμενοι καὶ ἥδονται καὶ ἀλγοῦσιν, ἄτοπόν τινα κρᾶσιν ἐν ταῖς ἑαυτῶν καταφυτεύοντες ψυχαῖς.

Εἰ δέ τις ἡμῶν ἀκρασίαν ἀπὸ τούτων καταγινώσκοι τῶν ῥημάτων (τοὺς γὰρ γενναίους ἄνδρας καὶ γυναιξὶ συνοικοῦντας μηδὲν πάσχειν δεινόν), μακαρίζω μὲν τοὺς τοιούτους, καὶ βουλοίμην ἂν καὶ αὐτὸς τοσαύτην λαβεῖν ἰσχύν· καὶ αὐτὸς μὲν ἴσως πείθομαι ὅτι δυνατὸν εἶναι τοιούτους τινάς· ἐβουλόμην δὲ καὶ τοὺς ἐγκαλοῦντας ἡμῖν δυνηθῆναι πεῖσαι τοῦτο, ὅτι νέος σφριγῶν, κόρη συνοικῶν [παρθένῳ] καὶ συγκαθήμενος καὶ συνδειπνῶν καὶ διαλεγόμενος δι᾽ ἡμέρας—τῶν γὰρ ἄλλων οὐδὲν προστίθημι, τοὺς ἀκαίρους γέλωτας καὶ τὰς διαχύσεις καὶ τὰ μαλακὰ ῥήματα, καὶ τὰ ἄλλα, ἃ μηδὲ λέγειν ἴσως καλόν· ἀλλ᾽ ὅτι τὴν αὐτὴν ἔχων οἰκίαν, καὶ τραπέζης καὶ ἁλῶν κοινωνῶν, καὶ μετὰ παρρησίας πολλῆς καὶ μεταλαμβάνων πολλῶν καὶ μεταδιδοὺς, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλίσκεται, ἀλλὰ καθαρὸς ἐπιθυμίας τε μένει πονηρᾶς καὶ ἡδονῆς, ἐβουλόμην ταῦτα δύνασθαι πείθειν τοὺς ἐγκαλοῦντας ἡμῖν, ἀλλ᾽ οὐκ ἐθέλουσι πείθεσθαι, ἀλλὰ καὶ ἡμῶν τῶν ταῦτα ἀπολογουμένων καταβοῶσιν ὡς ἀναισχύντων, καὶ τὰ αὐτὰ νοσούντων αὐτοῖς, καὶ τὴν οἰκείαν περιστελλόντων κακίαν.

Καὶ τί ταῦτα πρὸς ἡμᾶς; φησίν· οὐδὲ γὰρ τῆς ἑτέρων ἀνοίας ἡμεῖς ὑπεύθυνοι, οὐδὲ εἴ τις ἀλόγως σκανδαλίζοιτο, δοῦναι δίκην ἄξιος ἐγὼ διὰ τὴν ἄνοιαν τὴν ἐκείνου. Ἀλλὰ Παῦλος οὐκ εἶπε τοῦτο, ἀλλὰ κἂν ἀδίκως σκανδαλίζηταί τις, καὶ δι᾽ ἀσθένειαν, βοηθεῖν ἐκέλευσε. Τότε γὰρ μόνον ἀπαλλαττόμεθα τῆς ἐπὶ τοῖς σκανδαλιζομένοις τιμωρίας κειμένης, ὅταν ἐκ τοῦ σκανδάλου κέρδος ἕτερον τίκτηται τῆς ἀπὸ τοῦ σκανδάλου βλάβης μεῖζον· ὡς ἂν τοῦτο μὴ ᾖ, ἀλλ᾽ ἓν μόνον συμβαίῃ τὸ σκανδαλίζεσθαι ἑτέρους, ἄν τε εὐλόγως ἄν τε ἀλόγως σκανδαλίζωνται ἄν τε ὡς ἀσθενεῖς, τὸ αἷμα αὐτῶν ἐπὶ τὴν κεφαλὴν τὴν ἡμετέραν, καὶ ἐκ τῶν χειρῶν τῶν ἡμετέρων ὁ Θεὸς τὰς τοιαύτας ἐκζητεῖ ψυχάς. Διά τοι τοῦτο, ἵνα μὴ πανταχοῦ μήτε φροντίζωμεν μήτε καταφρονῶμεν τῶν σκανδαλιζομένων, ὅρους τινὰς ἡμῖν καὶ κανόνας τέθεικε τοιούτους ὁ Χριστὸς, καὶ τοῦτο κἀκεῖνο ποιήσας μετὰ καιροῦ τοῦ προσήκοντος.

Ὅτε μὲν γὰρ περὶ τῆς τῶν ἐδεσμάτων διελέγετο φύσεως, καὶ ἐδείκνυ καθαρὰν αὐτὴν οὖσαν, καὶ τῆς Ἰουδαϊκῆς ἀπήλλαττε παρατηρήσεως, εἰσελθόντος τοῦ Πέτρου καὶ εἰπόντος ὅτι Ἐσκανδαλίσθησαν, «Ἄφες αὐτοὺς», φησί. καὶ οὐ μόνον κατεφρόνησεν αὐτῶν, ἀλλὰ καὶ κατηγορήσας, «Πᾶσα γὰρ φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται·» οὕτω τὸν νόμον ἠκύρωσε τὸν περὶ τῶν βρωμάτων. Ἐπειδὴ δὲ οἱ τὰ δίδραχμα ἀπαιτοῦντες τῷ Πέτρῳ προσελθόντες ἔλεγον, «Ὁ διδάσκαλός σου οὐ τελεῖ τὰ δίδραχμα», οὐκέτι τὸ αὐτὸ πεποίηκεν, ὅπερ ἐπ᾽ ἐκείνων, ἀλλὰ φροντίζει τοῦ σκανδάλου καὶ φησὶν, «Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, βάλε ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ εὑρήσεις ἐν τῷ στόματι αὐτοῦ στατῆρα· τοῦτον λαβὼν δὸς ὑπὲρ ἐμοῦ καὶ σοῦ.» Ὁρᾷς καὶ φροντίζοντα καὶ οὐ φροντίζοντα; Ἐνταῦθα μὲν γὰρ οὐκ ἦν κατεπεῖγον ἐκκαλυφθῆναι τοῦ Μονογενοῦς τὴν δόξαν· πῶς γάρ, ὅπου καὶ ἐπετήδευεν αὐτὴν συσκιάζειν, καὶ ἐκέλευε πολλοῖς μὴ λέγειν, ὅτι αὐτὸς εἴη ὁ Χριστός; Καὶ διὰ τοῦτο ἀπὸ μὲν τοῦ καταθεῖναι τὴν δραχμὴν οὐδὲν ἦν βλάβος, ἀπὸ δὲ τοῦ μὴ καταθεῖναι μεγάλα ἐτίκτετο κακά· ὡς γὰρ τύραννον, καὶ ἀνταίροντα, καὶ τῆς πόλεως ἁπάσης ἐχθρὸν, καὶ εἰς τοὺς ἐσχάτους ἐμβάλλοντα κιδύνους, οὕτως ἂν ἀπεστράφησαν.

Διὰ δὴ τοῦτο καὶ βουλομένους αὐτοὺς ἁρπάσαι τε αὐτὸν καὶ βασιλέα ποιῆσαι, ἔφευγεν πόρρωθεν, ἐκ πολλοῦ τοῦ περιόντος ταύτην ἀποκρουόμενος τὴν ὑπόληψιν. Ἐκεῖ δὲ ἀναγκαῖον τὸ κατορθούμενον ἦν· διὸ χρησίμως τε καὶ εὐκαίρως καὶ ἐπὶ κατορθώματι μείζονι κατεφρόνησε τοῦ σκανδάλου. Καὶ γὰρ εὔκαιρον ἦν λοιπὸν τοὺς μέλλοντας ἐπὶ τὴν ἀκροτάτην ἀναβαίνειν φιλοσοφίαν μὴ κωλύειν διὰ τὴν εἰς τοὺς Ἰουδαίους φειδὼ, ἀλλ᾽ ἀφιέναι λοιπὸν τοῦ καιροῦ καλοῦντος ἐπὶ τὴν τῆς ψυχῆς καθαρότητα, καὶ μὴ κατέχειν ἐν τῇ σωματικῇ παρατηρήσει, ἀλλὰ συγχωρεῖν τῆς ταπεινότητος ἀπαλλάττεσθαι ἐκείνης. Οὕτω καὶ Παῦλος καὶ καταφρονεῖ τῶν σκανδαλιζομένων, καὶ οὐ καταφρονεῖ, ἀκολουθῶν τῷ διδασκάλῳ, καὶ φησὶ, «Πάντα πᾶσιν ἀρέσκω, οὐ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.» Εἰ δὲ Παῦλος τὸ οἰκεῖον παρορᾷ συμφέρον, ἵνα τὸ τῶν ἀδελφῶν εὕρῃ, πόσης οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, μηδὲ οἰκείας ἀποστῆναι βλάβης αἱρούμενοι ὑπὲρ τοῦ τὸ ἑτέρων συμφέρον εὑρεῖν, ἀλλ᾽ ἡδέως μεθ᾽ ἑαυτῶν καὶ ἑτέρους προσαπολλύντες, παρὸν καὶ ἑαυτοὺς καὶ ἑτέρους διασῶσαι; Διὰ δὴ τοῦτο, ὅταν μὲν ἴδῃ πολὺ τὸ κέρδος, καὶ τῆς τοῦ σκανδάλου βλάβης μεῖζον, καταφρονεῖ τῶν σκανδαλιζομένων· ὅταν δὲ κέρδος μὲν ᾖ μηδὲν, τοῦτο δὲ μόνον τὸ σκανδαλίζεσθαι ἐκβαίνῃ, πάντα καὶ ποιεῖν καὶ πάσχειν αἱρεῖται, ὥστε μὴ τοῦτο γενέσθαι.

Καὶ οὐ φιλοσοφεῖ τοιαῦτα, οἷα ὑμεῖς, οὐδὲ λέγει, Διὰ τί γάρ εἰσιν ἀσθενεῖς; διὰ τί γὰρ ἀλόγως πράττουσιν; ἀλλὰ δι᾽ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτῶν φείδεται, ἐπειδὴ ἀλόγως πάσχουσιν, ἐπειδὴ ἀσθενεῖς εἰσιν.

Εἰπὲ γάρ μοι, ποίαν 〈ἂν〉 ἔχοι πρόφασιν εὔλογον εἰπεῖν ὁ σκανδαλιζόμενος ἐπὶ τῷ ἐσθίοντι κρέα καὶ οἶνον πίνοντι; τοῦτον γὰρ ἡμῖν ὁ Θεὸς τὸν νόμον ἄνωθεν ἔθηκεν. Ἀλλ᾽ ὅμως κἂν ἐπὶ τούτοις σκανδαλίζηταί τις, καὶ τούτων ὁ Παῦλος ἀπέχεται. «Οὐ γὰρ μὴ φάγω κρέα, φησίν, οὐδὲ μὴ πίω οἶνον, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.» Καὶ οὐκ εἶπε ταῦτα ἅπερ ὑμεῖς, ὅτι Ἐγὼ μέλλω τῆς ἑτέρων ἀλογίας ὑπεύθυνος εἶναι; κἂν τῷ τινι δόξῃ σκανδαλισθῆναι ἁπλῶς, ἐγὼ δίκην ἄξιος δοῦναι; Καίτοι εἰ καὶ εἶπε, δικαιότερον ἂν ὑμῶν εἶπε πολλῷ. Ὁ μὲν γὰρ ἐπ᾽ ἐκείνοις σκανδαλιζόμενος ἀλόγιστος καὶ σφόδρα ἀνόητος· ὁ δὲ ἐπὶ τούτοις, πολλὰς ἂν σχοίη δικαίας καὶ εὐλόγους αἰτίας εἰπεῖν· ἀλλ᾽ ὅμως καὶ δικαιότερα ὑμῶν εἰπὼν ἂν ὁ Παῦλος, εἴπερ ἤθελεν εἰπεῖν, ἀλλ᾽ οὐκ εἶπεν, ἀλλ᾽ εἰς ἓν μόνον εἶδε, τοῦ πλησίον τὴν σωτηρίαν. Καὶ θέα τὴν ὑπερβολήν· οὐ γὰρ εἶπεν· «Ἅπαξ, ἢ Δὶς, ἢ τόσον καὶ τόσον χρόνον», ἀλλ᾽ «Εἰς τὸν αἰῶνα, φησίν, οὐ μὴ φάγω», εἰ σκανδαλίζοιτο ὁ ἕτερος. Καὶ ἵνα μὴ νομίσῃς μέχρι τούτων αὐτὸν ἑστάναι, καὶ ἕτερόν τι προσέθηκε τούτου πλέον· εἰπὼν γὰρ «Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον», συνῆψε κἀκεῖνο· «Μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ.»

Καὶ πάλιν σκόπει μοι τὴν σοφίαν τοῦ διδασκάλου· τὸν γὰρ ἀσθενοῦντα ἀφεὶς, τὸν ἰσχυρὸν διορθοῦται πρὸ ἐκείνου· οὗτος γὰρ αἴτιος τοῦ ἀσθενεῖν ἐκεῖνον, ὁ κύριος ὢν διορθῶσαι τὴν ἀρρωστίαν, καὶ μὴ ποιῶν. Καὶ τί λέγω περὶ τῶν ἀσθενῶν ἀδελφῶν; Καὶ γὰρ Ἰουδαίοις καὶ Ἕλλησι κελεύει ταύτην παρέχειν τὴν πρόνοιαν. «Ἀπρόσκοποι γὰρ, φησί, γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ.» Ὥστε ὅσῳ ἂν ἰσχυρότερον εἶναι λέγῃς σαυτὸν, καὶ μηδὲν ἀπὸ τῆς ὁμοσκηνίας βλάπτεσθαι ταύτης, τοσούτῳ μᾶλλον ὑπεύθυνον σαυτὸν καθιστᾷς τοῦ διασπάσαι τὸν δεσμόν. Ὅσῳ γὰρ ἂν ἰσχυρότερος ᾖς, τοσούτῳ δικαιότερος ἂν εἴης τὸν ἀσθενέστερον διαβαστάξαι. Ἂν μὲν οὖν ἀσθενὴς ᾖς, διὰ σαυτὸν ἀπόστηθι· ἂν δὲ ἰσχυρότερος, διὰ τὸν ἀσθενοῦντα.

Οὐ γὰρ ἑαυτῷ μόνον, ἀλλὰ καὶ ἑτέροις ἰσχυρὸν εἶναι χρὴ τὸν ἰσχύοντα, Εἰ δὲ λέγων ἰσχύειν, τὴν ἀσθένειαν τὴν ἐκείνου περιορᾷς, διπλῆν δώσεις δίκην, ὅτι τε οὐκ ἐφείσω, καὶ ὅτι πολλὴν ἔχων τοῦ φείσασθαι δύναμιν. Ὑπεύθυνος γὰρ ἕκαστος ἡμῶν τῆς τοῦ πλησίον σωτηρίας ἐστίν. Διὰ τοῦτο οὐχὶ τὰ ἑαυτῶν σκοπεῖν, ἀλλὰ τὰ τοῦ πλησίον ἐκελεύσθημεν. Τιμῆς γὰρ ἠγοράσθημεν· ὁ δὲ ἀγοράσας ἡμᾶς τοῦτο προσέταξεν ἐπὶ τῇ κοινῇ πάντων ἡμῶν λυσιτελείᾳ. Οὐδὲ γὰρ τοῦτο μόνον συμβαίνει τὸ κέρδος, ὅτι τὰ οἰκεῖα σῴζομεν μέλη, ἀλλ᾽ ὅτι καὶ ἑαυτοὺς ἐν ἀσφαλείᾳ καθιστῶμεν πλείονι. Κἂν γὰρ μυριάκις φιλοσοφῇς, δι᾽ αὐτῶν ἐλέγχῃ τῶν πραγμάτων, οὐ τὴν τυχοῦσαν δεχόμενος βλάβην ἀπὸ τῆς συνοικήσεως ταύτης. Ὅταν γὰρ ἴδω σε δυσαποσπάστως ἔχοντα, καὶ μυρίων βλαπτομένων καταφρονοῦντα, καὶ πολλῶν γε ἐγκαλούντων οὐδὲ ἐπιστρεφόμενον, ἀλλὰ καὶ τὴν δόξαν ἑαυτοῦ καταπατοῦντα, καὶ τῷ κοινῷ τῆς Ἐκκλησίας προστριβόμενον κατηγορίαν πολλὴν, καὶ τὰ τῶν ἀπίστων ἀνοίγοντα στόματα, καὶ πάντας πονηρᾷ περιβάλλοντα δόξῃ, καὶ τοσαῦτα μὲν ἀπὸ τοῦ συνοικεῖν κακὰ, ἀγαθὸν δὲ μηδὲν ὑμῖν ἐγγινόμενον, ἀπὸ δὲ τοῦ χωρισμοῦ, τούτων μὲν ἁπάντων τὴν ἀναίρεσιν τῶν κακῶν, πολλῶν δὲ ἑτέρων κτῆσιν ἀγαθῶν, εἶτα οὐκ ἀνεχόμενον ἀποπηδῆσαι, πῶς δυνήσομαι πεῖσαι τοὺς ἐγκαλοῦντας, ὅτι πάσης ἀπήλλαξαι συμπαθείας, καὶ ἐπιθυμίας εἶ πονηρᾶς καθαρός;